- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.5.39-6.5.43
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
クレメンスは外典『ペトロの宣教』などを引用し、ギリシア人とユダヤ人も部分的な形で同一の神を認識していたこと、そしてキリスト者が第三の民として新しい契約のもとで真の神礼拝を行うことを論じる。
Καὶ ὡς μὲν κλέπται πάσης γραφῆς Ἕλληνες ᾕρηνται. ἱκανῶς, οἶμαι, διὰ πλειόνων δέδεικται τεκμηρίων· ὅτι δὲ οὐ κατ’ ἐπίγνωσιν ἴσασι τὸν θεόν, ἀλλὰ κατὰ περίφρασιν Ἑλλήνων οἱ δοκιμώτατοι, Πέτρος ἐν τῷ κηρύγματι λέγει· γινώσκετε οὖν ὅτι εἷς θεός ἐστιν, ὃς ἀρχὴν πάντων ἐποίησεν, καὶ τέλους ἐξουσίαν ἔχων· καί· ὁ ἀόρατος, ὃς τὰ πάντα ὁρᾷ, ἀχώρητος, ὃς τὰ πάντα χωρεῖ, ἀνεπιδεής, οὗ τὰ πάντα ἐπιδέεται καὶ δἰ ὅν ἐστιν, ἀκατάληπτος, ἀέναος, ἄφθαρτος, ἀποίητος, ὃς τὰ πάντα ἐποίησεν λόγῳ δυνάμεως αὐτοῦ, τουτέστι τοῦ υἱοῦ. εἶτα ἐπιφέρει· τοῦτον τὸν θεὸν σέβεσθε μὴ κατὰ τοὺς Ἕλληνας· ὡς δηλονότι τὸν αὐτὸν ἡμῖν σεβόντων θεὸν καὶ τῶν παρ’ Ἕλλησι δοκίμων,1 ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν παντελῆ, τὴν δἰ υἱοῦ παράδοσιν μὴ μεμαθηκότων. μή, τοίνυν φησί, σέβεσθε — οὐκ εἶπεν θεὸν ὃν οἱ Ἕλληνες, ἀλλὰ μὴ κατὰ τοὺς Ἕλληνας, τὸν τρόπον τὸν τῆς σεβάσεως ἐναλλάττων τοῦ θεοῦ, οὐχὶ δὲ ἄλλον καταγγέλλων.
このようにして、ギリシア人たちがあらゆる文書の盗用者であることが暴かれたのは、思うに、数多くの確証によって十分に示された。しかし、ギリシア人たちの中で最も高名な者たちが神を知っているのは、完全な認識によるのではなく、間接的な表現によっているということを、ペトロは『宣教』の中で次のように述べている。「それゆえ、万物の始めを造り、終わりに至る権能を持つ神はただ一人であることを知れ」。さらにこう述べる。 「見えざる方でありながら万物を見、何ものにも容れられない方でありながら万物を容れ、何ものも必要としない方でありながら万物がその方を必要とし、その方によって存在している。把握され得ぬ方、永遠なる方、不朽なる方、造られたのではない方であり、その御力の言葉、すなわち御子によって万物を造られた」。 それから続けてこう述べる。「この神をギリシア人たちのように崇めてはならない」。これは明らかに、ギリシア人たちにおける高名な者たちも私たちと同じ神を崇めてはいるものの、完全な認識によっているのではなく、御子を通じた伝承を学んでいないからである。 それゆえペトロは言う。「崇めてはならない」と。彼は「ギリシア人が崇める神を」とは言わず、「ギリシア人たちのように崇めてはならない」と言ったのであり、神の崇敬の方式を改めているのであって、別の神を告げ知らせているのではない。
τί οὖν ἐστι τὸ μὴ κατὰ τοὺς Ἕλληνας, αὐτὸς διασαφήσει Πέτρος ἐπιφέρων· ὅτι ἀγνοίᾳ φερόμενοι καὶ μὴ ἐπιστάμενοι τὸν θεὸν ὡς ἡμεῖς κατὰ τὴν γνῶσιν τὴν τελείαν, ὧν ἔδωκεν αὐτοῖς ἐξουσίαν εἰς χρῆσιν, μορφώσαντες,2 ξύλα καὶ λίθους, χαλκὸν καὶ σίδηρον, χρυσὸν καὶ ἄργυρον, τῆς ὕλης αὐτῶν καὶ χρήσεως ἐπιλαθόμενοι, τὰ δοῦλα τῆς ὑπάρξεως ἀναστήσαντες, σέβονται, καὶ ἃ δέδωκεν αὐτοῖς εἰς βρῶσιν ὁ θεός, τὰ πετεινὰ τοῦ ἀέρος καὶ τῆς θαλάσσης τὰ νηκτὰ καὶ τῆς γῆς τὰ ἑρπετὰ θηρία σὺν κτήνεσι τετραπόδοις τοῦ ἀγροῦ, γαλᾶς τε καὶ μῦς αἰλούρους τε καὶ κύνας καὶ πιθήκους· καὶ τὰ ἴδια βρώματα βρωτοῖς θύματα θύουσιν καὶ νεκρὰ νεκροῖς προσφέροντες ὡς θεοῖς ἀχαριστοῦσι τῷ θεῷ, διὰ τούτων ἀρνούμενοι αὐτὸν εἶναι.
では、「ギリシア人たちのように崇めてはならない」とはどういうことなのか、ペトロ自らが続けて次のように明言する。「なぜなら彼らは無知に駆られ、私たちが完全な認識によって知っているようには神を知らず、神が彼らに使用のために権能を与えたもの、すなわち木や石、青銅や鉄、金や銀を形づくり、それらの物質や本来の用途を忘れ、存在において隷属的なものを神像として打ち立てて崇拝し、また神が彼らに食物として与えたもの、すなわち空の鳥や海の泳ぐ魚、大地の這う獣を野の四足の家畜とともに、イタチや鼠、猫や犬や猿までも崇拝しているからである。そして自らの食物となるものを、食用のものたちに犠牲として捧げ、死んだものを死んだ者たちに神々として捧げることによって、神に対して恩知らずとなり、これらを通じて神の存在を否定しているのである」。
καὶ ὅτι γε ὡς τὸν αὐτὸν θεὸν ἡμῶν τε αὐτῶν καὶ Ἑλλήνων ἐγνωκότων † φέρεται, πλὴν οὐχ ὁμοίως, ἐποίσει πάλιν ὧδέ πω· μηδὲ κατὰ Ἰουδαίους πλὴν οὐχ ὁμοίως, ἐκεῖνοι μόνοι οἰόμενοι τὸν θεὸν γινώσκειν οὐκ ἐπίστανται, λατρεύοντες ἀγγέλοις καὶ ἀρχαγγέλοις, μηνὶ καὶ σελήνῃ. καὶ ἐὰν μὴ σελήνη φανῇ, σάββατον οὐκ ἄγουσι τὸ λεγόμενον πρῶτον, οὐδὲ νεομηνίαν ἄγουσιν οὔτε ἄζυμα οὔτε ἑορτὴν οὔτε μεγάλην ἡμέραν. εἶτα τὸν κολοφῶνα τοῦ ζητουμένου προσεπιφέρει· ὥστε καὶ ὑμεῖς ὁσίως καὶ δικαίως μανθάνοντες ἃ παραδίδομεν ὑμῖν, φυλάσσεσθε, καινῶς τὸν θεὸν διὰ τοῦ Χριστοῦ σεβόμενοι· εὕρομεν γὰρ ἐν ταῖς γραφαῖς καθὼς ὁ κύριος λέγει· ›ἰδοὺ διατίθεμαι ὑμῖν καινὴν διαθήκην, οὐχ ὡς διεθέμην τοῖς πατράσιν ὑμῶν ἐν ὄρει Χωρήβ.‹ νέαν ἡμῖν διέθετο· τὰ γὰρ Ἑλλήνων καὶ Ἰουδαίων παλαιά, ἡμεῖς δὲ οἱ καινῶς αὐτὸν τρίτῳ γένει σεβόμενοι Χριστιανοί. σαφῶς γάρ, οἶμαι, ἐδήλωσεν τὸν ἕνα καὶ μόνον θεὸν ὑπὸ μὲν Ἑλλήνων ἐθνικῶς, ὑπὸ δὲ Ἰουδαίων Ἰουδαϊκῶς, καινῶς δὲ ὑφ’ ἡμῶν καὶ πνευματικῶς γινωσκόμενον.
さらに、私たち自身もギリシア人たちも同じ神を認めていながら、ただ同様の仕方ではないということを示すため、ペトロは再びほぼ次のように付け加える。「ユダヤ人たちのように崇めてもならない。彼らは自分たちだけが神を知っていると考えていながら神を心得ておらず、御使いたちや大天使たち、暦月や月を礼拝している。そして月が現れなければ、彼らは第一と呼ばれる安息日を守ることもできず、新月祭も種入れぬパンの祭りも、祝祭も大いなる日も祝うことができない」。 それからペトロは探求される事柄の頂点を付け加える。「それゆえ、あなたがたも私たちがあなたがたに伝えるものを敬虔かつ正しく学び、キリストを通じて新しい仕方で神を崇めつつ、自らを守りなさい。なぜなら、主が『見よ、わたしはあなたがたに新しい契約を結ぶ。わたしがホレブの山であなたがたの先祖たちと結んだ契約のようではない』と言われたとおりに、私たちは聖書の中に見出したからである。主は私たちに新しい契約を結ばれた。なぜなら、ギリシア人たちやユダヤ人たちのものは古いのであり、私たちは第三の種族として新しい仕方で神を崇めるキリスト者だからである」。 思うにペトロは、唯一にして単独の神が、ギリシア人たちからは異邦の民として、ユダヤ人たちからはユダヤ人のあり方で、そして私たちからは新しい霊的なあり方で知られていることを明確に示したのである。
πρὸς δὲ καὶ ὅτι ὁ αὐτὸς θεὸς ἀμφοῖν ταῖν διαθήκαιν χορηγός, ὁ καὶ τῆς Ἑλληνικῆς φιλοσοφίας δοτὴρ τοῖς Ἕλλησιν, δἰ ἧς ὁ παντοκράτωρ παρ’ Ἕλλησι δοξάζεται, παρέστησεν. δῆλον δὲ κἀνθένδε. ἐκ γοῦν τῆς Ἑλληνικῆς παιδείας, ἀλλὰ καὶ ἐκ τῆς νομικῆς εἰς τὸ ἓν γένος τοῦ σῳζομένου συνάγονται λαοῦ οἱ τὴν πίστιν προσιέμενοι, οὐ χρόνῳ διαιρουμένων τῶν τριῶν λαῶν, ἵνα τις φύσεις ὑπολάβοι τριττάς, διαφόροις δὲ παιδευομένων διαθήκαις τοῦ ἑνὸς κυρίου, ὄντας ἑνὸς κυρίου ῥήματι·3 ἐπεί, ὅτι καθάπερ Ἰουδαίους σῴζεσθαι ἠβούλετο ὁ θεὸς τοὺς προφήτας διδούς, οὕτως καὶ Ἑλλήνων τοὺς δοκιμωτάτους οἰκείους αὐτῶν τῇ διαλέκτῳ προφήτας ἀναστήσας, ὡς οἷοί τε ἦσαν δέχεσθαι τὴν παρὰ τοῦ θεοῦ εὐεργεσίαν, τῶν χυδαίων ἀνθρώπων διέκρινεν, δηλώσει πρὸς τῷ Πέτρου κηρύγματι ὁ ἀπόστολος λέγων Παῦλος·
さらにまた、これら両方の契約の与え手であり、またギリシア人たちにギリシア哲学を与え、それを通じて全能の神がギリシア人たちの間で讃えられるようにされたのも同一の神であることを、彼は論証した。このことは次のことからも明白である。すなわち、ギリシアの教養からであれ律法の教養からであれ、信仰を受け入れる者たちは救われる民という一つの種族へと集められるのであり、三つの民は人が三つの本性を想定するように時間によって分け隔てられているのではなく、唯一の主の言葉によって存在している彼らが、唯一の主による異なる諸契約を通じて教育されているからである。神はユダヤ人たちに預言者たちを与えて救われることを望まれたのと同様に、ギリシア人たちの中からも最も高名な者たちを自らの国語による預言者として立ち上げ、彼らが神からの恵みを受け入れることができる程度に応じて、卑俗な大衆から区別されたからである。このことはペトロの『宣教』に加えて、使徒パウロが次のように述べていることによっても示されるであろう。
λάβετε καὶ τὰς Ἑλληνικὰς βίβλους, ἐπίγνωτε Σίβυλλαν, ὡς δηλοῖ ἕνα θεὸν καὶ τὰ μέλλοντα ἔσεσθαι, καὶ τὸν Ὑστάσπην λαβόντες ἀνάγνωτε, καὶ εὑρήσετε πολλῷ τηλαυγέστερον καὶ σαφέστερον γεγραμμένον τὸν υἱὸν τοῦ θεοῦ, καὶ καθὼς παράταξιν ποιήσουσι τῷ Χριστῷ πολλοὶ βασιλεῖς, μισοῦντες αὐτὸν καὶ τοὺς φοροῦντας τὸ ὄνομα αὐτοῦ καὶ τοὺς πιστοὺς αὐτοῦ, καὶ τὴν ὑπομονὴν καὶ τὴν παρουσίαν αὐτοῦ. εἶτα ἑνὶ λόγῳ πυνθάνεται ἡμῶν· ὅλος δὲ ὁ κόσμος καὶ τὰ ἐν τῷ κόσμῳ τίνος; οὐχὶ τοῦ θεοῦ; διὰ τοῦτό φησιν ὁ Πέτρος εἰρηκέναι τὸν κύριον τοῖς ἀποστόλοις· ἐὰν μὲν οὖν τις θελήσῃ τοῦ Ἰσραὴλ μετανοήσας διὰ τοῦ ὀνόματός μου πιστεύειν ἐπὶ τὸν θεόν, ἀφεθήσονται αὐτῷ αἱ ἁμαρτίαι. μετὰ δὲ δώδεκα ἔτη ἐξέλθετε εἰς τὸν κόσμον, μή τις εἴπῃ· ›οὐκ ἠκούσαμεν.‹
「ギリシア人たちの書物も手に取り、シビュラを読み取れ。彼女が一人の神とこれから起ころうとする事柄をいかに示しているか。またヒュスタスペスを手に取って読め。そうすれば、神の御子について、また多くの王たちがキリストに戦列をなし、彼とその名を帯びる者たち、彼の信徒たちを憎むこと、さらに彼の忍耐と再臨について、はるかに鮮明かつ明白に書かれていることを見出すであろう」。 それから使徒は一言で私たちに問いかける。「全宇宙と宇宙にあるものは誰のものか。神のものではないか」。このゆえにペトロは、主が使徒たちに次のように言われたと語っている。「もしイスラエルの者で悔い改め、わが名を通じて神を信じようと望む者がいるならば、その者の罪は赦されるであろう。しかし十二年ののちは、誰も『私たちは聞かなかった』と言うことのないよう、世界へ出て行け」。
- 6.5.39ὡς δηλονότι τὸν αὐτὸν ἡμῖν σεβόντων θεὸν καὶ τῶν παρ’ Ἕλλησι δοκίμων
ὡς に導かれる独立属格構文(σεβόντων θεὸν καὶ τῶν... δοκίμων)。引用されたペトロの語句(μὴ κατὰ τοὺς Ἕλληνας)に対するクレメンス自身の意図・解釈(「〜という理由で/〜であることを示すものとして」)を表している。
- 6.5.40ὧν ἔδωκεν αὐτοῖς ἐξουσίαν εἰς χρῆσιν, μορφώσαντες
関係代名詞 ὧν は先行詞を兼ねるか後続の語(木・石などの材料)を先取りしており、ἔδωκεν αὐτοῖς ἐξουσίαν εἰς χρῆσιν(使用のための権能を神が彼らに与えたところのもの)にかかる。分詞 μορφώσαντες の直接の目的語がこの関係代名詞節および同格の名詞群(ξύλα καὶ λίθους...)となっている倒置的構文。
- 6.5.42ὄντας ἑνὸς κυρίου ῥήματι
先行する文脈で οἱ τὴν πίστιν προσιέμενοι(主格)および独立属格(παιδευομένων...)と続いてきた後、分詞 ὄντας が対格男性複数となっている。これは文頭の主語 προσιέμενοι を意味上受けて対格不定詞構文に準じた構文的逸脱(アナコルトン)を生じているか、あるいは先行する εἰς τὸ ἓν γένος... λαοῦ に含まれる人々全体を対格で補足修飾している。
