← アレクサンドリアのクレメンス

ストロマテイス

§6.15.122-6.15.123

御子の教えによる真理の発見とその確証

神の探求における真の発見は御子の教えにあり、予言・証言・奇跡がその徴証であることを示し、哲学や諸異端の不完全さと対比してキリスト教の真理の優位性を説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6.15.122

Τῆς τοίνυν περὶ θεοῦ ζητήσεως εὕρεσις μὲν ἡ διὰ τοῦ υἱοῦ διδασκαλία, σημεῖον δὲ τοῦ εἶναι τὸν σωτῆρα ἡμῶν αὐτὸν ἐκεῖνον τὸν υἱὸν τοῦ θεοῦ1 αἵ τε προηγούμεναι τῆς παρουσίας αὐτοῦ προφητεῖαι, τοῦτον κηρύσσουσαι, αἵ τε συνυπάρξασαι τῇ γενέσει αὐτοῦ τῇ αἰσθητῇ περὶ αὐτοῦ μαρτυρίαι, πρὸς δὲ καὶ αἱ μετὰ τὴν ἀνάληψιν κηρυσσόμεναί τε καὶ ἐμφανῶς δεικνύμεναι δυνάμεις αὐτοῦ. τεκμήριον ἄρα τοῦ παρ’ ἡμῖν εἶναι τὴν ἀλήθειαν τὸ αὐτὸν διδάξαι τὸν υἱὸν τοῦ θεοῦ· εἰ γὰρ περὶ πᾶν ζήτημα καθολικὰ ταῦτα εὑρίσκεται πρόσωπόν τε καὶ πρᾶγμα, ἡ ὄντως ἀλήθεια παρ’ ἡμῖν δείκνυται μόνοις, ἐπεὶ πρόσωπον μὲν τῆς δεικνυμένης ἀληθείας ὁ υἱὸς τοῦ θεοῦ, τὸ πρᾶγμα δὲ ἡ δύναμις τῆς πίστεως ἡ καὶ παντὸς οὑτινοσοῦν ἐναντιουμένου καὶ αὐτοῦ ὅλου ἐνισταμένου τοῦ κόσμου πλεονάζουσα. ἀλλ’ ἐπεὶ τοῦτο ἀνωμολόγηται βεβαιωθῆναι ἐν αἰωνίοις ἔργοις καὶ λόγοις καὶ πέφηνεν ἤδη κολάσεως, οὐκ ἀντιρρήσεως ἄξιος ἅπας ὁ μὴ νομίζων εἶναι πρόνοιαν καὶ τῷ ὄντι ἄθεος, πρόκειται δ’ ἡμῖν, τί ποιοῦντες καὶ τίνα τρόπον βιοῦντες εἰς τὴν ἐπίγνωσιν τοῦ παντοκράτορος θεοῦ ἀφικοίμεθα καὶ πῶς τιμῶντες τὸ θεῖον σφίσιν σωτηρίας αἴτιοι γινοίμεθα, οὐ παρὰ τῶν σοφιστῶν, ἀλλὰ παρ’ αὐτοῦ τοῦ θεοῦ γνόντες καὶ μαθόντες τὸ εὐάρεστον αὐτῷ, τὸ δίκαιον καὶ ὅσιον δρᾶν ἐγχειροῦμεν. τὸ σῴζεσθαι δ’ ἡμᾶς εὐάρεστον αὐτῷ, καὶ ἡ σωτηρία διά τε εὐπραγίας διά τε γνώσεως παραγίνεται, ὧν ἀμφοῖν ὁ κύριος διδάσκαλος.

したがって、神についての探求の発見とは御子による教えであり、われらの救い主がかの神の御子その人であることを示す徴証とは、主の来臨に先行して主を告げ知らせた預言、主の感覚される誕生に共存した主についての証言、さらには昇天ののちに宣教され公然と示された主の御業(力)である。それゆえ、われらのもとに真理があることの確証は、神の御子ご自身が教えられたということにある。なぜなら、およそいかなる探求においても人物と事柄というこれら二つが普遍的なものとして見出されるとすれば、真の真理はわれらだけのもとに示されているからである。示された真理の人物とは神の御子であり、事柄とは信仰の力であって、この力はいかなる反対者をも、また立ち塞がる全世界そのものをも凌駕するものだからである。しかし、このことが永遠の業と言葉において確証されたと承認され、摂理が存在しないと考えるあらゆる者、すなわち真の無神論者がすでに反論ではなく懲罰に値する者として露わになり、他方で何をなしどのような仕方で生きることで全能の神の十全な認識に至るか、またどのように神的なものを敬うことで自らにとって救いの原因となりうるかがわれらに提示されている以上、われらは詭弁家たちからではなく、神ご自身から神に喜ばれることを知り学び取った上で、正しく敬虔なことを行うよう試みるのである。そして、われらが救われることが神に喜ばれるのであり、救いは正しい行いと知識の双方を通じて生じ、その双方の教師こそが主なのである。

§6.15.123

Εἴπερ οὖν καὶ κατὰ Πλάτωνα ἢ παρὰ τοῦ θεοῦ ἢ παρὰ τῶν ἐκγόνων τοῦ θεοῦ τὸ ἀληθὲς ἐκμανθάνειν μόνως οἷόν τε, εἰκότως παρὰ τῶν θείων λογίων τὰ μαρτύρια ἐκλεγόμενοι τὴν ἀλήθειαν αὐχοῦμεν ἐκδιδάσκεσθαι διὰ τοῦ υἱοῦ τοῦ θεοῦ, προφητευθέντων μὲν τὸ πρῶτον, ἔπειτα δὲ καὶ σαφηνισθέντων·2 τὰ συνεργοῦντα δὲ πρὸς τὴν εὕρεσιν τῆς ἀληθείας οὐδὲ αὐτὰ ἀδόκιμα. ἡ γοῦν φιλοσοφία, πρόνοιαν καταγγέλλουσα καὶ τοῦ μὲν εὐδαίμονος βίου τὴν ἀμοιβήν, τοῦ δ’ αὖ κακοδαίμονος τὴν κόλασιν, περιληπτικῶς θεολογεῖ, τὰ πρὸς ἀκρίβειαν δὲ καὶ τὰ ἐπὶ μέρους οὐκέτι σῴζει. οὔτε γὰρ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ οὔτε περὶ τῆς κατὰ τὴν πρόνοιαν οἰκονομίας ὁμοίως ἡμῖν διαλαμβάνει· οὐ γὰρ τὴν κατὰ τὸν θεὸν ἔγνω θρῃσκείαν. διόπερ αἱ κατὰ τὴν βάρβαρον φιλοσοφίαν αἱρέσεις, κἂν θεὸν λέγωσιν ἕνα κἂν Χριστὸν ὑμνῶσι, κατὰ περίληψιν λέγουσιν, οὐ πρὸς ἀλήθειαν· ἄλλον τε γὰρ θεὸν παρευρίσκουσι καὶ τὸν Χριστὸν οὐχ ὡς αἱ προφητεῖαι παραδιδόασιν, ἐκδέχονται. ἀλλ’ οὔτι γε τὰ ψευδῆ τῶν δογμάτων αὐτοῖς, ἔστ’ ἂν ἐναντιῶνται τῇ κατὰ τὴν ἀλήθειαν ἀγωγῇ, καθ’ ἡμῶν ἐστιν.3

したがって、プラトンにしたがっても神から、あるいは神の子孫たちからしか真理を学び取ることは不可能であるとするなら、神託から証言を選び出しつつ、神の御子を通じて真理を教え込まれているとわれらが誇るのも当然である。それらは初めに預言され、次いでまた明らかにされたのである。他方、真理の発見に協力するものも、それら自体として決して不適格なものではない。実際、哲学は摂理を告げ知らせ、幸福な生には報いを、他方不幸な生には懲罰を告げ知らせることで、概括的に神を語るものの、厳密さに関わることや個別の事柄をもはや保持してはいない。哲学は神の御子についても、摂理に応じた救済経綸についても、われらと同様には論じないからである。哲学は神に適った信仰(崇拝)を知らなかったのである。それゆえ、蛮邦の哲学に基づく諸異端は、たとえ神は唯一であると語り、たとえキリストを賛美しようとも、概括的に語っているにすぎず、真理に即してではない。彼らは別の神を捏造し、預言が伝えているようにはキリストを受け入れていないからである。しかし、彼らの教説の偽りの部分が、真理に適った導きに敵対している限りにおいて、われらに害を及ぼすようなことは決してないのである。

構文注4 件
  1. 6.15.122σημεῖον δὲ τοῦ εἶναι τὸν σωτῆρα ἡμῶν αὐτὸν ἐκεῖνον τὸν υἱὸν τοῦ θεοῦ

    属格冠詞を伴う不定詞 τοῦ εἶναι は σημεῖον の同格・内容説明として機能している。不定詞 εἶναι の主語は対格の τὸν σωτῆρα ἡμῶν であり、述語対格として αὐτὸν ἐκεῖνον τὸν υἱὸν τοῦ θεοῦ を取る対格不定詞構文である。文全体の主語は後続する3つの名詞句(αἵ τε προηγούμεναι... προφητεῖαι, αἵ τε συνυπάρξασαι... μαρτυρίαι, αἱ... δυνάμεις)である。

  2. 6.15.123προφητευθέντων μὲν τὸ πρῶτον, ἔπειτα δὲ καὶ σαφηνισθέντων

    名詞を明示しない中性複数の絶対属格(独立属格)。文脈上の「真理の事柄(神託の証言や教え)」を指す非人称的・包括的な用法として機能している。

  3. 6.15.123καθ’ ἡμῶν ἐστιν

    κατά+属格で「〜に敵対する」「〜にとって不利・有害である」を表す慣用表現。先行する与格 αὐτοῖς は倫理的与格あるいは「彼らにおいて」を示す関係の与格であり、文意は「彼らの教説の偽りの部分がわれらに害をなすことはない」となる。

  4. 6.15.122ἀλλ’ ἐπεὶ τοῦτο ἀνωμολόγηται βεβαιωθῆναι ἐν αἰωνίοις ἔργοις καὶ λόγοις καὶ πέφηνεν ἤδη κολάσεως, οὐκ ἀντιρρήσεως ἄξιος ἅπας ὁ μὴ νομίζων εἶναι πρόνοιαν καὶ τῷ ὄντι ἄθεος, πρόκειται δ’ ἡμῖν, τί ποιοῦντες καὶ τίνα τρόπον βιοῦντες εἰς τὴν ἐπίγνωσιν τοῦ παντοκράτορος θεοῦ ἀφικοίμεθα καὶ πῶς τιμῶντες τὸ θεῖον σφίσιν σωτηρίας αἴτιοι γινοίμεθα, οὐ παρὰ τῶν σοφιστῶν, ἀλλὰ παρ’ αὐτοῦ τοῦ θεοῦ γνόντες καὶ μαθόντες τὸ εὐάρεστον αὐτῷ, τὸ δίκαιον καὶ ὅσιον δρᾶν ἐγχειροῦμεν.

    長大な複文構造。(1) ἐπεί 節の前半が καὶ τῷ ὄντι ἄθεος まで続き(並列された二つの述語:ἀνωμολόγηται および πέφηνεν)、理由・前提を提示する。(2) 同じく ἐπεί 節内で δέ により対比的に続く述語が πρόκειται δ’ ἡμῖν(「〜がわれらに提示されている」)で、その内容として2つの間接疑問節(τί ποιοῦντες... ἀφικοίμεθα と πῶς τιμῶντες... γινοίμεθα)が続く。(3) これを受けて分詞句 γνόντες καὶ μαθόντες が主動詞 ἐγχειροῦμεν(「われらは試みる」)に係り、目的語 τὸ δίκαιον καὶ ὅσιον δρᾶν を取る。

    本文中の位置は未特定

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.15.122-6.15.123