- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:6.14.108-6.14.111
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
クレメンスは、信仰だけでなく行いと知解によって至高の安息や栄光に至る階梯を論じ、信徒の悔い改めと苦しみ、さらには星辰崇拝や哲学を通じた異邦人に対する神の摂理と裁きをストア派倫理の行為論(正格行為・中間的行為・誤謬)を交えて説明する。
οἱ τοιοῦτοι κατὰ τὸν Δαβὶδ καταπαύσουσιν ἐν ὄρει ἁγίῳ θεοῦ, τῇ ἀνωτάτω ἐκκλησίᾳ, καθ’ ἣν οἱ φιλόσοφοι συνάγονται τοῦ θεοῦ, οἱ τῷ ὄντι Ἰσραηλῖται οἱ καθαροὶ τὴν καρδίαν, ἐν οἷς δόλος οὐδείς, οἱ μὴ καταμείναντες ἐν ἑβδομάδι ἀναπαύσεως, ἀγαθοεργίᾳ δὲ θείας ἐξομοιώσεως εἰς ὀγδοαδικῆς εὐεργεσίας κληρονομίαν1 ὑπερκύψαντες, ἀκορέστου θεωρίας εἰλικρινεῖ ἐποπτείᾳ προσανέχοντες. ἔστιν δὲ καὶ ἄλλα, φησὶν ὁ κύριος, πρόβατα, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, ἄλλης αὐλῆς καὶ μονῆς ἀναλόγως τῆς πίστεως κατηξιωμένα. τὰ δὲ ἐμὰ πρόβατα τῆς ἐμῆς ἀκούει φωνῆς συνιέντα γνωστικῶς τὰς ἐντολάς· τὸ δ’ ἔστιν μεγαλοφρόνως καὶ ἀξιολόγως ἐκδέχεσθαι σὺν καὶ τῇ τῶν ἔργων ἀνταποδόσει τε καὶ ἀντακολουθίᾳ. ὥστε ὅταν ἀκούσωμεν ἡ πίστις σου σέσωκέν σε, οὐχ ἁπλῶς τοὺς ὁπωσοῦν πιστεύσαντας σωθήσεσθαι λέγειν αὐτὸν ἐκδεχόμεθα, ἐὰν μὴ καὶ τὰ ἔργα ἐπακολουθήσῃ. αὐτίκα Ἰουδαίοις μόνοις ταύτην ἔλεγε τὴν φωνὴν τοῖς νομικῶς καὶ ἀνεπιλήπτως βεβιωκόσιν, οἷς μόνον ἡ εἰς τὸν κύριον ὑπελείπετο πίστις.
ダビデによれば、このような者たちは「神の聖なる山」、すなわち至高の教会において安息を得るであろう。そこには神の愛知者たち、すなわちまことのイスラエル人にして心清き者たち、彼らのうちに何の偽りもない者たちが集められる。彼らは第七の安息にとどまることなく、神への同化という善行によって第八の善行の相続へと昇り、飽くことなき観照の純粋な直観に身を委ねる者たちである。 主は「この囲いに属さないほかの羊たちもいる」と言われるが、それらはその信仰に応じて別の囲いと住まいを受けるに値すると認められた者たちである。「しかしわたしの羊はわたしの声を聞く」とは、戒めを知解的に理解することである。そしてそれは、行いの報いとそれに伴う実践とともに、気高くかつふさわしく受け止めることである。したがって、「あなたの信仰があなたを救った」という言葉を聞くとき、たとえ行いが伴わなくとも単にどのようにであれ信じた者たちが救われると主が言っているのだ、と私たちは受け取るべきではない。実際、主はこの言葉を、律法に従って非の打ちどころなく生きており、ただ主への信仰だけが欠けていたユダヤ人たちだけに対して語られたのである。
οὐκ ἂν οὖν μετὰ ἀκρασίας πιστὸς εἴη, ἀλλὰ κἂν μὴ ἐξέλθῃ τὴν σάρκα, ἀποθέσθαι τὰ πάθη ἀνάγκη τοῦτον, ὡς εἰς τὴν μονὴν τὴν οἰκείαν χωρῆσαι δυνηθῆναι. πλέον δέ ἐστι τοῦ πιστεῦσαι τὸ γνῶναι, καθάπερ ἀμέλει τοῦ σωθῆναι τὸ καὶ μετὰ τὸ σωθῆναι τιμῆς τῆς ἀνωτάτω ἀξιωθῆναι. διὰ πολλῆς τοίνυν τῆς παιδείας ἀπεκδυσάμενος τὰ πάθη ὁ πιστὸς ἡμῖν μέτεισιν ἐπὶ τὴν βελτίονα τῆς προτέρας μονήν, μεγίστην κόλασιν ἐπιφερόμενος τὸ ἰδίωμα τῆς μετανοίας ὧν ἐξήμαρτεν μετὰ τὸ βάπτισμα. ἀνιᾶται γοῦν ἔτι μᾶλλον ἤτοι μηδέπω ἢ καὶ μηδ’ ὅλως τυγχάνων ὧν ἄλλους ὁρᾷ μετειληφότας.2 πρὸς δὲ καὶ ἐπαισχύνεται τοῖς πλημμεληθεῖσιν αὐτῷ, αἳ δὴ μέγισται κολάσεις εἰσὶ τῷ πιστῷ. ἀγαθὴ γὰρ ἡ τοῦ θεοῦ δικαιοσύνη καὶ δικαία ἐστὶν ἡ ἀγαθότης αὐτοῦ. κἂν παύσωνται ἄρα που αἱ τιμωρίαι κατὰ τὴν ἀποπλήρωσιν τῆς ἐκτίσεως καὶ τῆς ἑκάστου ἀποκαθάρσεως, μεγίστην ἔχουσι παραμένουσαν λύπην οἱ τῆς ἄλλης ἄξιοι εὑρεθέντες αὐλῆς τὴν ἐπὶ τῷ μὴ συνεῖναι τοῖς διὰ δικαιοσύνην δοξασθεῖσιν.
それゆえ、放縦を伴ったままで信者であることはあり得ず、たとえ肉体を脱しないとしても、ふさわしい住まいへと赴くことができるようになるためには、この者が情念を捨て去ることが不可欠である。そして、救われることよりも救われた後に至高の誉れを受けるに値すると認められることがまさるのと全く同様に、信ずることよりも知解することのほうがまさっている。したがって、私たちにとって信徒とは、多くの訓練を通じて情念を脱ぎ捨てて、以前のものよりも優れた住まいへと移り住む者であるが、洗礼の後に犯した過ちに対する悔い改めに固有のものという最大の懲罰を身に帯びているのである。実際、他の人々がすでに分かち合っているのを自分が目にするものを、自分はまだ得ていないか、あるいは全く得られないことで、彼はいっそう深く苦しむ。その上、彼自らの過ちを恥じるが、これこそ信者にとって最大の懲罰である。なぜなら、神の義は善であり、神の善性は義であるからだ。したがって、もし各人の負債の完済と浄化に従って懲罰がどこかで止むとしても、別の囲いに値すると認められた者たちには、義によって栄光を受けた者たちとともに居られないことに対する最大の悲しみが残り続けるのである。
Αὐτίκα ὁ Σολομὼν σοφὸν καλῶν τὸν γνωστικὸν περὶ τῶν θαυμαζόντων αὐτοῦ τὸ ἀξίωμα τῆς μονῆς τάδε φησίν· ὄψονται γὰρ τελευτὴν σοφοῦ καὶ οὐ νοήσουσι, τί ἐβουλεύσατο περὶ αὐτοῦ καὶ εἰς τί ἠσφαλίσατο αὐτὸν ὁ κύριος· ἐπί τε τῆς δόξης ἐροῦσιν αὐτοῦ· οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ, οἱ ἄφρονες· τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον· πῶς κατελογίσθη ἐν υἱοῖς θεοῦ καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν; οὐ μόνον τοίνυν ὁ πιστός, ἀλλὰ καὶ ὁ ἐθνικὸς δικαιότατα κρίνεται. ἐπειδὴ γὰρ ᾔδει ὁ θεός, ἅτε προγνώστης ὤν, μὴ πιστεύσοντα τοῦτον, οὐδὲν ἧττον, ὅπως τήν γε καθ’ ἑαυτὸν ἀναδέξηται τελείωσιν, ἔδωκεν μὲν φιλοσοφίαν αὐτῷ, ἀλλὰ πρὸ τῆς πίστεως, ἔδωκεν δὲ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τὰ ἄστρα εἰς θρῃσκείαν, ἃ ἐποίησεν ὁ θεὸς τοῖς ἔθνεσιν, φησὶν ὁ νόμος, ἵνα μὴ τέλεον ἄθεοι γενόμενοι τελέως καὶ διαφθαρῶσιν. οἱ δὲ κἀν ταύτῃ γενόμενοι τῇ ἐντολῇ ἀγνώμονες, γλυπτοῖς προσεσχηκότες ἀγάλμασι, ἂν μὴ μετανοήσωσι, κρίνονται, οἳ μέν, ὅτι δυνηθέντες οὐκ ἠθέλησαν πιστεῦσαι τῷ θεῷ, οἳ δέ, ὅτι καὶ θελήσαντες οὐκ ἐξεπόνησαν3 περιγενέσθαι πιστοί·
まさしくソロモンは知解の人を賢者と呼び、その住まいの尊厳を驚異の眼で見る者たちについて次のように述べている。「彼らは賢者の死を見ても、主が彼について何を企て、彼を何のために安全なところへ置かれたのかを悟らないであろう」。そして彼の栄光に際して、彼らは言うであろう。「かつて私たちが嘲笑の的にし、侮蔑の引き合いに出していたのはこの者であった、愚かにも私たちは。私たちは彼の生涯を狂気と見なし、その死を恥辱に満ちたものとみなしていた。どのようにして彼は神の子らのうちに数えられ、聖なる者たちの中に彼の分け前があるというのか」。 それゆえ、信者だけでなく異邦人もまた極めて正しく裁かれる。なぜなら神は、予知する方であるゆえに彼が信じないであろうことを知っていたが、それにもかかわらず彼が彼なりの完成を身に受けることができるように、信仰の前段階として彼に哲学を与え、さらには崇拝の対象として太陽や月や星々を与えられた。これらは律法が言うように、彼らが完全に無神論者となって完全に滅びてしまわないように神が諸国民のために造られたものである。しかし、この命令においてすら恩知らずとなり、彫られた偶像に心を奪われた者たちは、悔い改めないならば裁かれる。ある者たちは、神を信じることが可能であったのに信じようとしなかったゆえに、またある者たちは、信じることを願いながらも信者へと至る労苦を全うしなかったゆえに。
ναὶ μὴν κἀκεῖνοι οἱ ἀπὸ τῆς τῶν ἄστρων σεβήσεως μὴ ἐπαναδραμόντες ἐπὶ τὸν τούτων ποιητήν. ὁδὸς γὰρ ἦν αὕτη δοθεῖσα τοῖς ἔθνεσιν ἀνακῦψαι πρὸς θεὸν διὰ τῆς τῶν ἄστρων θρῃσκείας. οἱ δὲ μὴ ἐπὶ τούτοις θελήσαντες ἐπιμεῖναι τοῖς δοθεῖσιν αὐτοῖς ἀστράσιν, ἀλλὰ καὶ τούτων ἀποπεσόντες εἰς λίθους καὶ ξύλα, ὡς χνοῦς, φησίν, ἐλογίσθησαν καὶ ὡς σταγὼν ἀπὸ κάδου, περισσοὶ εἰς σωτηρίαν,4 οἱ ἀπορριπτόμενοι τοῦ σώματος. ὥσπερ οὖν τὸ μὲν ἁπλῶς σῴζειν τῶν μέσων ἐστίν, τὸ δ’ ὀρθῶς καὶ δεόντως κατόρθωμα, οὕτως καὶ πᾶσα πρᾶξις γνωστικοῦ μὲν κατόρθωμα, τοῦ δὲ ἁπλῶς πιστοῦ μέση πρᾶξις λέγοιτ’ ἄν, μηδέπω κατὰ λόγον ἐπιτελουμένη μηδὲ μὴν κατ’ ἐπίστασιν κατορθουμένη, πᾶσα δὲ ἔμπαλιν τοῦ ἐθνικοῦ ἁμαρτητική· οὐ γὰρ τὸ ἁπλῶς εὖ πράττειν, ἀλλὰ τὸ πρός τινα σκοπὸν τὰς πράξεις ποιεῖσθαι καὶ κατὰ λόγον ἐνεργεῖν καθῆκον5 αἱ γραφαὶ παριστᾶσιν.
さらに言えば、星々の崇拝からこれらを造られた方へと立ち返らなかったあの者たちも同様である。なぜなら、星々の崇拝を通じて神へと目を向けることは、諸国民に与えられた道であったからだ。しかし、彼らに与えられたこれらの星々の上にとどまることを望まず、これらからさらに石や木へと堕ちていった者たちは、「塵のようにみなされ、桶から滴る雫のように」、救いに対しては余計なものとなり、体から切り捨てられる者たちとみなされた、と書かれている。それゆえ、単に生を保つことが中間事であり、正しくかつ当を得て保つことが正格行為であるのと同様に、知解の人のすべての行為は正格行為であり、他方で単なる信者の行為は、いまだ理性に従って全うされておらず、確固たる知識に基づいて成し遂げられてもいないゆえに中間的行為と言われうるであろうが、異邦人の行為は反対にすべて罪深いものである。なぜなら聖書が当為として示しているのは、単に良く行うことではなく、ある目的へと向かって諸行為をなし、理性に従って活動することだからである。
- 6.14.108ἐν ἑβδομάδι ἀναπαύσεως ... εἰς ὀγδοαδικῆς εὐεργεσίας κληρονομίαν
「安息の第七(週/日)」から「第八の善行の相続」への対比。ἑβδομάς は伝統的なユダヤ的安息(第7日)を、ὀγδοάς はキリストの復活・完成された終末的領域(第8日、知解者の善行の極致)を象徴する。
- 6.14.109ὧν ἐξήμαρτεν ... ὧν ἄλλους ὁρᾷ μετειληφότας
二つの ὧν はいずれも関係代名詞の引力(attraction)による。前者は先行詞 τούτων が省略されて ἐξήμαρτεν の内面対格(または目的格)が属格に引かれ、後者は τυγχάνων が属格を要求するため、先行詞 τούτων が関係代名詞 ὧν に吸収された形(あるいは μετειληφότας の属格補語の引力)として機能している。
- 6.14.110οἳ μέν, ὅτι δυνηθέντες οὐκ ἠθέλησαν ... οἳ δέ, ὅτι καὶ θελήσαντες οὐκ ἐξεπόνησαν
直前の主語 οἱ δὲ ... κρίνονται(悔い改めない者たちは裁かれる)に対する部分同格(schema kath' holon kai meros)。全体主語が οἳ μέν ... οἳ δέ(ある者たちは……またある者たちは……)という部分の主語に分解され、それぞれ理由を表す ὅτι 節を伴っている。
- 6.14.111περισσοὶ εἰς σωτηρίαν
形容詞 περισσός に前置詞句 εἰς σωτηρίαν が付いた形。「救いにとって余分なもの・不必要なもの」、すなわち救済の対象からあふれて無益・無縁となった状態を示す。続く οἱ ἀπορριπτόμενοι τοῦ σώματος(身体から切り捨てられる者たち)と同格的に結ばれている。
- 6.14.111τῶν μέσων ἐστίν ... κατόρθωμα ... μέση πρᾶξις ... ἁμαρτητική ... καθῆκον
ストア派倫理学の技術的術語群がそのまま借用されている。中立的・中間的な事柄(τὰ μέσα)、理性に完全に一致した正しい完全な行為(κατόρθωμα)、中間的行為(μέση πρᾶξις)、誤謬・罪深い行為(ἁμαρτητική)、当為・適切な行為(καθῆκον)。知解者の行為を最高次の κατόρθωμα、一般信徒の行為を中間的な μέση πρᾶξις、異邦人の行為を ἁμαρτητική として対置させている。
