- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.6.38-5.6.40
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
大祭司の胸当や肩掛、冠板などの祭服の細部がキリストと天球、四季、使徒と預言者を象徴することを説き、至聖所に入る際の着脱の儀礼を通して知解者が霊的完成と神との対面に至る過程を論じる。
σημεῖον γοῦν ἡγεμονικωτάτης ἀρχῆς ὁ πῖλος ὁ ὑπὲρ αὐτήν· ἄλλως τε ἀκηκόαμεν, ὡς εἴρηται· καὶ τοῦ Χριστοῦ κεφαλὴ ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ναὶ μὴν τὸ μὲν περιστήθιον ἔκ τε ἐπωμίδος, ἥ ἐστιν ἔργου σύμβολον, ἔκ τε τοῦ λογίου(τὸν λόγον δὲ τοῦτο αἰνίσσεται) συνέστηκεν καὶ ἔστιν οὐρανοῦ εἰκὼν τοῦ λόγῳ γενομένου, τοῦ ὑποκειμένου τῇ κεφαλῇ τῶν πάντων τῷ Χριστῷ καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως κινουμένου. οἱ οὖν ἐπὶ τῆς ἐπωμίδος σμαράγδου φωτεινοὶ λίθοι ἥλιον καὶ σελήνην μηνύουσι τοὺς συνεργοὺς τῆς φύσεως. χειρὸς δέ, οἶμαι, ὦμος ἀρχή. οἱ δὲ ἐπὶ τῷ στήθει τέτραχα τεταγμένοι δώδεκα τὸν ζῳδιακὸν διαγράφουσιν ἡμῖν κύκλον κατὰ τὰς τέσσαρας τοῦ ἔτους τροπάς. ἄλλως τε ἐχρῆν τῇ κεφαλῇ τῇ κυριακῇ νόμον μὲν καὶ προφήτας ὑποκεῖσθαι, δἰ ὧν οἱ δίκαιοι μηνύονται καθ’ ἑκατέρας τὰς διαθήκας· προφήτας γὰρ ἅμα καὶ δικαίους εἶναι τοὺς ἀποστόλους λέγοντες εὖ ἂν εἴποιμεν, ἑνὸς καὶ τοῦ αὐτοῦ ἐνεργοῦντος διὰ πάντων ἁγίου πνεύματος. ὥσπερ δὲ ὁ κύριος ὑπεράνω τοῦ κόσμου παντός, μᾶλλον δὲ ἐπέκεινα τοῦ νοητοῦ, οὕτως καὶ τὸ ἐν τῷ πετάλῳ ἔγγραπτον ὄνομα ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας εἶναι ἠξίωται, ἔγγραπτον δὲ διά τε τὰς ἐντολὰς τὰς ἐγγράφους διά τε τὴν αἰσθητὴν παρουσίαν. ὄνομα δὲ εἴρηται θεοῦ, ἐπεί, ὡς βλέπει τοῦ πατρὸς τὴν ἀγαθότητα, ὁ υἱὸς ἐνεργεῖ, θεὸς σωτὴρ κεκλημένος, ἡ τῶν ὅλων ἀρχή, ἥτις ἀπεικόνισται μὲν ἐκ τοῦ θεοῦ τοῦ ἀοράτου πρώτη καὶ πρὸ αἰώνων, τετύπωκεν δὲ τὰ μεθ’ ἑαυτὴν ἅπαντα γενόμενα.
それゆえ、その頭上にある冠帽は、最も支配的な権能の印なのである。それに私たちは、次のように語られているのを耳にしてもいる。「そしてキリストの頭は神であり、私たちの主イエス・キリストの父である」と。実に、胸当(ペリステーティオン)は行為の象徴であるエポミス(肩掛)と、神託所(ロギオン、これはロゴスを暗に示している)とから成り立っており、言(ロゴス)によって造られ、万物の頭であるキリストのもとに従属し、同一の法則に従って同じように運行する天の似姿なのである。したがって、エポミスの上にある輝かしいエメラルドの石は、自然の協調者たる太陽と月を告知している。そして、肩は手の起点であると私は考える。他方、胸の上に四列に並べられた十二の石は、一年の四季に応じて、黄道帯の円環を私たちに描き出している。さらに言えば、主の頭には律法と預言者たちが従属すべきであり、それらを通して両方の契約における義人たちが告知されているのである。実際、使徒たちをも同時に預言者であり義人であると語るなら、私たちは正しく語ることになるであろう。唯一にして同一の聖霊がすべてを通して働いているからである。そして、主が全世界の上に、それどころか叡智的世界の彼方におられるのと同様に、薄金板に刻まれた御名も「すべての支配と権能のはるか上に」あることがふさわしいと認められたのである。しかも、文字で書かれた戒めのため、また感覚的な顕現のために文字で刻まれたのである。そして神の御名と呼ばれているのは、子が父の善性を見つめつつ働き、救い主たる神、万物の始原と呼ばれているからであり、この始原こそが「見えざる神」から最初にかつ世々に先立ってかたどられ、自らの後に生じたすべてのものを形づくったのである。
ναὶ μὴν τὸ λόγιον τὴν προφητείαν τὴν ἐκβοῶσαν τῷ λόγῳ καὶ κηρύσσουσαν καὶ τὴν κρίσιν τὴν ἐσομένην δηλοῖ, ἐπεὶ ὁ αὐτός ἐστι λόγος ὁ προφητεύων κρίνων τε ἅμα καὶ διακρίνων ἕκαστα. φασὶ δὲ καὶ τὸ ἔνδυμα, τὸν ποδήρη, τὴν κατὰ σάρκα προφητεύειν οἰκονομίαν, δἰ ἣν προσεχέστερον εἰς κόσμον ὤφθη. ταύτῃ τοι ἀποδὺς τὸν ἡγιασμένον χιτῶνα ὁ ἀρχιερεὺς1 (κόσμος δὲ καὶ ἡ ἐν κόσμῳ κτίσις ἡγίασται πρὸς τοῦ καλὰ συγκαταθεμένου τὰ γινόμενα) λούεται καὶ τὸν ἄλλον ἐνδύεται ἅγιον ἁγίου ὡς εἰπεῖν χιτῶνα,2 τὸν συνεισιόντα εἰς τὰ ἄδυτα αὐτῷ, ἐμοὶ δοκεῖν ἐμφαίνων τὸν Λευίτην καὶ γνωστικὸν ὡς ἂν τῶν ἄλλων ἱερέων ἄρχοντα, ὕδατι ἀπολελουμένων ἐκείνων καὶ πίστιν ἐνδεδυμένων μόνην καὶ τὴν ἰδίαν ἐκδεχομένων μονήν, αὐτὸν διακρίναντα τὰ νοητὰ τῶν αἰσθητῶν, κατ’ ἐπανάβασιν τῶν ἄλλων ἱερέων σπεύδοντα ἐπὶ τὴν τοῦ νοητοῦ δίοδον, τῶν τῇδε ἀπολουόμενον οὐκέτι ὕδατι, ὡς πρότερον ἐκαθαίρετο εἰς Λευιτικὴν ἐντασσόμενος φυλήν, ἀλλ’ ἤδη τῷ γνωστικῷ λόγῳ.
実に神託所(ロギオン)は、言(ロゴス)によって叫び上げ宣べ伝える預言と、来たるべき審判とを示している。なぜなら、預言し、審判し、同時に個々のものを判別する言(ロゴス)は同一だからである。人々はまた、その衣服、すなわち足にまで届く衣(ポデーレース)が、肉による救済経綸を預言しているとも言っている。主はこの経綸によって、より親しく世界へと現れたのである。まさにこのゆえに、大祭司は聖別された衣を脱ぎ(世界と世界の中の被造物は、生成するものを善しと認めた御方によって聖別されているのであるが)、身を洗い、至聖の衣とも言うべき、自分とともに至聖所へと入るもう一つの衣を身にまとう。私が見るところ、このことはレビ人にして知解者(グノーシス的者)を、あたかも他の祭司たちの支配者であるかのように指し示しているのである。他の祭司たちが水で洗い清められ、信仰のみを着て、自分たち固有の住まいを待ち望んでいるのに対し、彼自身は感覚的なものから叡智的なものを判別し、他の祭司たちの上に昇り越えて叡智的なものの通路へと急ぎ、この地上の諸物から、かつてレビ族に加えられたときに清められたように水によってではなく、すでに知解の言(ロゴス)によって身を洗い清めているのである。
καθαρὸς μὲν οὖν τὴν καρδίαν πᾶσαν, κατορθώσας δ’ εὖ μάλα καὶ τὴν πολιτείαν ἐπ’ ἄκρον, πέρα τοῦ ἱερέως ἐπὶ μεῖζον αὐξήσας, ἀτεχνῶς ἡγνισμένος καὶ λόγῳ καὶ βίῳ, ἐπενδυσάμενος τὸ γάνωμα τῆς δόξης, τοῦ πνευματικοῦ ἐκείνου καὶ τελείου ἀνδρὸς τὴν ἀπόρρητον κληρονομίαν ἀπολαβών, ἣν ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, υἱὸς καὶ φίλος γενόμενος, πρόσωπον ἤδη πρὸς πρόσωπον ἐμπίπλαται τῆς ἀκορέστου θεωρίας. οὐδὲν δὲ οἷον αὐτοῦ ἐπακοῦσαι τοῦ λόγου,3 πλείονα τὸν νοῦν διὰ τῆς γραφῆς ἐνδιδόντος. λέγει γὰρ ὧδε· καὶ ἐκδύσεται τὴν στολὴν τὴν λινῆν, ἣν ἐνδεδύκει εἰσπορευόμενος εἰς τὰ ἅγια, καὶ ἀποθήσει αὐτὴν ἐκεῖ. καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι ἐν τόπῳ ἁγίῳ καὶ ἐνδύσεται τὴν στολὴν αὐτοῦ. ἄλλως δ’, οἶμαι, ὁ κύριος ἀποδύεταί τε καὶ ἐνδύεται κατιὼν εἰς αἴσθησιν, ἄλλως ὁ δἰ αὐτοῦ πιστεύσας ἀποδύεταί τε καὶ ἐπενδύεται, ὡς καὶ ὁ ἀπόστολος ἐμήνυσεν, τὴν ἡγιασμένην στολήν. ἐντεῦθεν κατ’ εἰκόνα τοῦ κυρίου ἀρχιερεῖς ἀπὸ τῆς ἁγιασθείσης ᾑροῦντο φυλῆς οἱ δοκιμώτατοι καὶ οἱ εἰς βασιλείαν καὶ οἱ εἰς προφητείαν ἐκλεκτοὶ ἐχρίοντο.
こうして心全体において清く、生き方を極めて立派に頂点にまで完成させ、祭司の限界を越えてより大いなるものへと成長し、言(ロゴス)においても生においても純粋に聖化され、栄光の輝きを重ね着て、あの霊的で完全な人の「目がみず、耳が聞かず、人の心に思い浮かびもしなかった」秘められた嗣業を受け取り、子となり友となって、いまや「顔と顔を合わせて」、飽くことなき観想に満たされるのである。このことについては、聖書を通じてより豊かな知解を授けてくれる言(ロゴス)自身の言葉に耳を傾けるに越したことはない。なぜなら次のように述べているからである。 「そして彼は、聖所に入るときに着ていた亜麻布の衣を脱ぎ、それをそこに置いておく。そして聖なる場所で自分のからだを水で洗い、自分の衣を着る。」 しかし、主が感覚の世界へと降り下って脱ぎ着をされるあり方と、主を通じて信じた者が使徒の告知したように聖別された衣を脱ぎ、さらに重ね着るあり方とは異なっている、と私は考える。それゆえ、主の似姿に従って、聖別された部族から最も試練を経た者たちが大祭司として選ばれ、王権へと召された者たちや預言へと選ばれた者たちが油を注がれたのである。
- 5.6.39ταύτῃ τοι ἀποδὺς τὸν ἡγιασμένον χιτῶνα ὁ ἀρχιερεὺς
長大な構文の主幹は ὁ ἀρχιερεὺς ... λούεται καὶ τὸν ἄλλον ἐνδύεται ... χιτῶνα(大祭司は身を洗い、もう一つの衣を着る)であり、これに主語にかかる分詞 ἐμφαίνων が続く。さらに後半の αὐτὸν διακρίναντα ... σπεύδοντα は、先行する τὸν Λευίτην καὶ γνωστικόν(対格)を意味上の主語とする対格分詞構文として後続の修飾を展開している。
- 5.6.39ἅγιον ἁγίου ὡς εἰπεῖν χιτῶνα
名詞 χιτῶνα に形容詞 ἅγιον と単数属格 ἁγίου が付されている。ヘブライ語の最上級表現(「聖の中の聖」)を踏まえた「至聖の衣」という比喩的表現であり、それが ὡς εἰπεῖν(いわば)によって修飾されている。
- 5.6.40οὐδὲν δὲ οἷον αὐτοῦ ἐπακοῦσαι τοῦ λόγου
「〜に越したことはない」「〜するのが最も良い」を意味する古典ギリシア語の慣用表現 οὐδὲν οἷον(否定詞+οἷος+不定詞)である。直訳すれば「ロゴス自身に耳を傾けることに匹敵するものは何もない」となる。
