← アレクサンドリアのクレメンス

ストロマテイス

§5.13.89-5.13.91

ギリシア哲学者による聖書思想の剽窃と誤解

クレメンスは、ストア派の神観や質料概念、エピクロスの偶然説、アリストテレスの限定的摂理論、さらには冥府での処罰や天使観に至るまで、ギリシア哲学の諸説が旧約聖書の表現や思想の誤解と剽窃に基づいていることを論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.13.89

​XIV. τὰ δ’ ἑξῆς προςαποδοτέον καὶ τὴν ἐκ τῆς βαρβάρου φιλοσοφίας Ἑλληνικὴν κλοπὴν σαφέστερον ἤδη παραστατέον. Φασὶ γὰρ σῶμα εἶναι τὸν θεὸν οἱ Στωϊκοὶ καὶ πνεῦμα κατ’ οὐσίαν, ὥσπερ ἀμέλει καὶ τὴν ψυχήν. πάντα ταῦτα ἄντικρυς εὑρήσεις ἐν ταῖς γραφαῖς. μὴ γάρ μοι τὰς ἀλληγορίας αὐτῶν ἐννοήσῃς1 τὰ νῦν ὡς ἡ γνωστικὴ παραδίδωσιν ἀλήθεια, εἰ ἄλλο τι δεικνύουσαι, καθάπερ οἱ σοφοὶ παλαισταί, ἄλλο μηνύουσιν. ἀλλ’ οἳ μὲν διήκειν διὰ πάσης τῆς οὐσίας τὸν θεόν φασιν, ἡμεῖς δὲ ποιητὴν μόνον αὐτὸν καλοῦμεν καὶ λόγῳ ποιητήν. παρήγαγεν δὲ αὐτοὺς τὸ ἐν τῇ Σοφίᾳ εἰρημένον διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαριότητα, ἐπεὶ μὴ συνῆκαν λέγεσθαι ταῦτα ἐπὶ τῆς σοφίας τῆς πρωτοκτίστου τῷ θεῷ. ναί, φασίν, ἀλλὰ ὕλην ὑποτίθενται οἱ φιλόσοφοι ἐν ταῖς ἀρχαῖς, οἵ τε Στωϊκοὶ καὶ Πλάτων καὶ Πυθαγόρας, ἀλλὰ καὶ Ἀριστοτέλης ὁ Περιπατητικός, οὐχὶ δὲ μίαν ἀρχήν. ἴστωσαν οὖν τὴν καλουμένην ὕλην ἄποιον καὶ ἀσχημάτιστον λεγομένην πρὸς αὐτῶν, καὶ τολμηρότερον ἤδη μὴ ὂν πρὸς τοῦ Πλάτωνος εἰρῆσθαι. καὶ μή τι μυστικώτατα μίαν τὴν ὄντως οὖσαν ἀρχὴν εἰδὼς ἐν τῷ Τιμαίῳ αὐταῖς φησι λέξεσιν·2 νῦν δ’ οὖν τὸ παρ’ ἡμῶν ὧδε ἐχέτω· τὴν μὲν περὶ πάντων εἴτε ἀρχὴν εἴτε ἀρχὰς εἴτε ὅπῃ δοκεῖ τούτων πέρι, τὸ νῦν οὐ ῥητέον, δἰ ἄλλο μὲν οὐδέν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα τρόπον τῆς διεξόδου δηλῶσαι τὰ δοκοῦντα.

​XIV. 次に続く諸点を補足して論じ、ギリシア人たちが蛮族の哲学から盗用した事柄を、今やより明白に提示しなければならない。 ストア派の人々は、神が物体であり本質において霊(プネウマ)であると主張し、まさしく魂についても同様であるとしている。これらすべてを、そなたは聖書の中にそのまま見出すであろう。目下のところ、彼らの寓意を私に対して思い描いてはならない。知解の真理が伝えるように、それらは巧みなレスラーのように一方を示しながら他方を合図しているとしてもである。だが彼らは神がすべての実体に浸透していると言うのに対し、われわれは神を創造主(ポイエテース)にすぎず、言葉(ロゴス)による創造主であると呼ぶ。『知恵の書』で語られている次の言葉、すなわち、「その純粋さのゆえに、万物を貫き、万物に行き渡る」という言葉が彼らを惑わせたのである。なぜなら彼らは、これが神によって最初に創造された知恵について言われていることを理解しなかったからである。そうだ、彼らは言う、しかし哲学者たち、すなわちストア派の人々、プラトン、ピタゴラス、さらには逍遥派のアリストテレスも、諸始原のうちに質料(ヒュレー)を仮定しているのであり、単一の始原を仮定しているのではない、と。それなら彼らは知るがよい、いわゆる質料は彼ら自身によって無性質かつ無形態なものと言われており、プラトンによってすでに一層大胆にも「非存在」と呼ばれているということを。そして、プラトンは実に神秘的な仕方で真に存在する唯一の始原を知っており、『ティマイオス』においてまさにその通りの言葉でこう述べているのではないだろうか。 「さて今や、われわれの側の見解はこのようにしておこう。万物に関する始原、あるいは始原たち、あるいはこれらについていかように思われようとも、目下のところ語ってはならない。何ら他の理由からではなく、論述の現在の進め方においては、思われるところを明らかにするのが困難であるからにほかならない」。

§5.13.90

ἄλλως τε ἡ λέξις ἡ προφητικὴ ἐκείνη ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος ἀφορμὰς αὐτοῖς ὑλικῆς οὐσίας παρέσχηται. Ναὶ μὴν Ἐπικούρῳ μὲν ἡ τοῦ αὐτομάτου παρείσδυσις οὐ παρακολουθήσαντι τῷ ῥητῷ γέγονεν ἐντεῦθεν ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἀριστοτέλει δὲ μέχρι σελήνης ἐπῆλθε καταγαγεῖν τὴν πρόνοιαν ἐκ τοῦδε τοῦ ψαλμοῦ· κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. οὐδέπω γὰρ ἀποκεκάλυπτο ἡ τῶν προφητικῶν δήλωσις μυστηρίων πρὸ τῆς τοῦ κυρίου παρουσίας. Τάς τε αὖ μετὰ θάνατον κολάσεις καὶ τὴν διὰ πυρὸς τιμωρίαν ἀπὸ τῆς βαρβάρου φιλοσοφίας ἥ τε ποιητικὴ πᾶσα μοῦσα, ἀλλὰ καὶ ἡ Ἑλληνικὴ φιλοσοφία ὑφείλετο. Πλάτων γοῦν ἐν τῷ τελευταίῳ τῆς Πολιτείας αὐταῖς φησι ταῖς λέξεσιν· ἐνταῦθα δὴ ἄνδρες ἄγριοι, διάπυροι ἰδεῖν, παρεστῶτες, καταμανθάνοντες τὸ φθέγμα, τοὺς μὲν ἰδίᾳ παραλαβόντες ἦγον, τὸν δὲ Ἀριδαῖον καὶ τοὺς ἄλλους συμποδίσαντες χεῖράς τε καὶ πόδας καὶ κεφαλήν, καταβαλόντες καὶ ἐκδείραντες, εἷλκον παρὰ τὴν ὁδὸν ἐκτὸς ἐπ’ ἀσπαλάθων κνάπτοντες. οἱ μὲν γὰρ ἄνδρες οἱ διάπυροι ἀγγέλους αὐτῷ βούλονται δηλοῦν, οἳ παραλαβόντες τοὺς ἀδίκους κολάζουσιν· ὁ ποιῶν, φησί, τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.

その上、かの預言的な言葉、「地は不可視にして整えられていなかった」という言葉が、彼らに質料的実体の手がかりを提供したのである。 実際、エピクロスに偶然(アウトマトン)が紛れ込んだのも、次の聖句を理解しなかったことによる。 「空の空、すべては空である」。 またアリストテレスが摂理を月にまで引き下げようと思い至ったのも、次の詩篇から生じたことである。 「主よ、あなたの慈しみは天にあり、あなたの真実は雲にまで及ぶ」。 なぜなら、主の来臨の前には、預言的な神秘の開示はまだ啓示されていなかったからである。 さらに、死後の処罰や火による懲罰も、詩的な霊感の全体のみならずギリシア哲学も蛮族の哲学から掠め取ったのである。少なくともプラトンは『国家』の末尾においてまさにその通りの言葉で述べている。 「そのとき、見かけは燃え盛る火のようで、傍らに立ってその叫び声を聞き知った荒々しい男たちが、ある者たちをめいめい捕らえて連れ去り、アリダイオスや他の者たちを手足も頭も縛り上げ、投げ倒して皮を剥ぎ、道沿いに引きずり出してハリエニシダの棘の上で引き裂いた」。 なぜなら彼にとって、燃え盛る火のような男たちは、不正な者たちを受け取って処罰する天使たちを意味しようとしているからである。 「神は」と聖書は言う、「その使臣たちを風とし、その仕える者たちを燃える火とされる」。

§5.13.91

ἕπεται δὲ τούτοις τὴν ψυχὴν εἶναι ἀθάνατον. τὸ γὰρ κολαζόμενον ἢ παιδευόμενον ἐν αἰσθήσει ὂν ζῇ, κἂν πάσχειν λέγηται. τί δ’; οὐκ οἶδεν ὁ Πλάτων καὶ πυρὸς ποταμοὺς καὶ τῆς γῆς τὸ βάθος, τὴν πρὸς τῶν βαρβάρων Γέενναν καλουμένην Τάρταρον ποιητικῶς ὀνομάζων, Κωκυτόν τε καὶ Ἀχέροντα καὶ Πυριφλεγέθοντα καὶ τοιαῦτά τινα εἰς τὴν παίδευσιν σωφρονίζοντα παρεισάγων κολαστήρια; τῶν μικρῶν δὲ κατὰ τὴν γραφὴν καὶ ἐλαχίστων τοὺς ἀγγέλους τοὺς ὁρῶντας τὸν θεόν, πρὸς δὲ καὶ τὴν εἰς ἡμᾶς δἰ ἀγγέλων τῶν ἐφεστώτων ἥκουσαν ἐπισκοπὴν ἐμφαίνων οὐκ ὀκνεῖ γράφειν· ἐπειδὴ πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν,3 κείνην δὲ ἑκάστῳ, ὃν εἵλετο δαίμονα, τοῦτον φύλακα συμπέμπειν τοῦ βίου καὶ ἀποπληρωτὴν τῶν αἱρεθέντων. τάχα δὲ καὶ τῷ Σωκράτει τὸ δαιμόνιον τοιοῦτό τι ᾐνίσσετο.

そしてこれらに従って、魂が不死であることが導かれる。なぜなら、処罰されたり懲戒されたりするものは、たとえ苦痛を受けると言われようとも、感覚の中にありつつ生きているからである。何と、プラトンは火の川や大地の深みを知らないであろうか。彼は蛮族によってゲヘナと呼ばれる場所を詩的にタルタロスと名づけ、コキュトスやアケロンやピュリフレゲトン、およびそのような懲罰の場所を、懲戒のために正気に戻させるものとして導入しているではないか。また彼は、聖書に従って小さき者たち・最も小さき者たちの天使たちで神を見る者たちを、さらに職務についている天使たちを通じてわれわれに及ぶ配慮を示唆しつつ、躊躇することなくこう記している。 「すべての魂が生を選び取った後、くじで当たった通りに、順番にラケシスのもとへと進み出た。そしてラケシスは各人に、その者が選んだ守護霊(ダイモーン)を、その生の守り手として、また選ばれた事柄を完遂する者として添えて遣わした」。 そしておそらく、ソクラテスにとっても神的なもの(ダイモニオン)はそのような何かをほのめかしていたのである。

構文注3 件
  1. 5.13.89μὴ γάρ μοι τὰς ἀλληγορίας αὐτῶν ἐννοήσῃς

    μὴ + 接続法アオリスト ἐννοήσῃς による禁止構文。μοι は話者の関与を表す倫理与格。「私のために/私に対して彼らの寓意を思い描いてはならない」の意。

  2. 5.13.89καὶ μή τι μυστικώτατα μίαν τὴν ὄντως οὖσαν ἀρχὴν εἰδὼς ἐν τῷ Τιμαίῳ αὐταῖς φησι λέξεσιν·

    μή τι は修辞的疑問または懸念・推測を導き、直説法(ここでは φησι)を伴って「…ではないだろうか」と肯定的な答えを期待・示唆する。プラトンが唯一の始原を知りながらあえて留保したという解釈を提示している。

  3. 5.13.91ἐπειδὴ πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν

    間接話法(oratio obliqua)において、従属接続詞 ἐπειδή の導く節内部の動詞が対格不定詞構文に巻き込まれて ᾑρῆσθαι(完了不定詞)となっている。主節相当の不定詞は προσιέναι(現在不定詞)。プラトン『国家』第10巻(620d-e)の要約的引用。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.13.89-5.13.91