← アレクサンドリアのクレメンス

ストロマテイス

§5.1.1-5.1.2

信仰と知識の不可分性と信仰の二段階

著者は御子への信仰と父についての知識が不可分であることを論じ、信仰が霊的な耳として理解と救いをもたらすこと、さらに信仰には基礎的なものと完成に至る卓越したものの二段階があることを聖書と古典を引いて論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.1.1

Περὶ μὲν τοῦ γνωστικοῦ τοσαῦτα ὡς ἐν ἐπιδρομῇ, χωρῶμεν δὲ ἤδη ἐπὶ τὰ ἑξῆς, καὶ δὴ τὴν πίστιν αὖθις διαθρητέον· εἰσὶ γὰρ οἱ τὴν μὲν πίστιν ἡμῶν περὶ τοῦ υἱοῦ, τὴν δὲ γνῶσιν περὶ τοῦ πατρὸς εἶναι διαστέλλοντες. λέληθεν δὲ αὐτοὺς ὅτι πιστεῦσαι μὲν ἀληθῶς τῷ υἱῷ δεῖ, ὅτι τε υἱὸς καὶ ὅτι ἦλθεν καὶ πῶς καὶ διὰ τί καὶ περὶ τοῦ πάθους, γνῶναι δὲ ἀνάγκη τίς ἐστὶν ὁ υἱὸς τοῦ θεοῦ. ἤδη δὲ οὔτε ἡ γνῶσις ἄνευ πίστεως οὔθ’ ἡ πίστις ἄνευ γνώσεως, οὐ μὴν οὐδὲ ὁ πατὴρ ἄνευ υἱοῦ· ἅμα γὰρ τῷ πατὴρ υἱοῦ πατήρ,1 υἱὸς δὲ περὶ πατρὸς ἀληθὴς διδάσκαλος. καὶ ἵνα τις πιστεύσῃ τῷ υἱῷ, γνῶναι δεῖ τὸν πατέρα πρὸς ὃν καὶ ὁ υἱός. αὖθίς τε ἵνα τὸν πατέρα ἐπιγνῶμεν, πιστεῦσαι δεῖ τῷ υἱῷ, ὅτι ὁ τοῦ θεοῦ υἱὸς διδάσκει· ἐκ πίστεως γὰρ εἰς γνῶσιν, διὰ υἱοῦ πατήρ· γνῶσις δὲ υἱοῦ καὶ πατρὸς ἡ κατὰ τὸν κανόνα τὸν γνωστικὸν τὸν τῷ ὄντι γνωστικὸν ἐπιβολὴ καὶ διάληψίς ἐστιν ἀληθείας διὰ τῆς ἀληθείας.2 ἡμεῖς ἄρα ἐσμὲν οἱ ἐν τῷ ἀπιστουμένῳ πιστοὶ καὶ οἱ ἐν τῷ ἀγνώστῳ γνωστικοί, τουτέστιν ἐν τῷ πᾶσιν ἀγνοουμένῳ καὶ ἀπιστουμένῳ, ὀλίγοις δὲ πιστευομένῳ τε καὶ γινωσκομένῳ γνωστικοί· γνωστικοὶ δὲ οὐ λόγῳ, ἔργα ἀπογραφόμενοι, ἀλλ’ αὐτῇ τῇ θεωρίᾳ.

グノーシス的知識人については概観としてこれくらいにして、いまや次の事柄に進み、あらためて信仰を詳しく考察しなければならない。というのも、私たちの信仰は御子に関するものであり、知識は父に関するものであると区別する人々がいるからである。しかし彼らは、御子が子であること、彼が来られたこと、どのように、なぜ来られたのか、またその受難について、真に御子を信じなければならないと同時に、神の御子とは何者であるかを知ることが不可欠であるという点を見落としている。そして今や、信仰のない知識も、知識のない信仰も成り立たず、また子なしの父も決してあり得ない。なぜなら、「父」であると同時に子の父であり、子は父について真の教師だからである。また、人が御子を信じるためには、御子がそのもとにある父を知らねばならない。さらに、私たちが父を完全に知るためには、神の御子が教えておられるのだと御子を信じなければならない。信仰から知識へ、御子を通して父へと至るからである。そして子と父の知識とは、グノーシス的な、真にグノーシス的な基準に従って、真理を通じてなされる真理の把握と了知である。それゆえ私たちは、信じられていないものにおいて信仰深く、知られていないものにおいて知識豊かな者、すなわち万人に知られず信じられていないが、少数の者には信じられ知られているものにおいて知識豊かなのである。知識豊かであるといっても、言葉によって行為を誇示するのではなく、観照そのものによってそうなのである。

§5.1.2

Μακάριος ὁ λέγων εἰς ὦτα ἀκουόντων· πίστις δὲ ὦτα ψυχῆς, καὶ ταύτην αἰνίσσεται τὴν πίστιν ὁ κύριος λέγων ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, ἵνα δὴ πιστεύσας συνῇ ἃ λέγει, ὡς λέγει. ἀλλά τοι καὶ Ὅμηρος ὁ ποιητῶν πρεσβύτατος ἐπὶ τοῦ αἰσθάνεσθαι τῷ ἀκούειν, εἰδικῷ ἀντὶ γενικοῦ, χρησάμενος μάλιστα δέ τ’ ἔκλυον αὐτοὶ γράφει· τὸ γὰρ ὅλον ἡ συνῳδία καὶ ἡ συμφωνία τῆς ἀμφοῖν πίστεως εἰς ἓν πέρας καταγίνεται τὴν σωτηρίαν. μάρτυς ἡμῖν νημερτὴς ὁ ἀπόστολος λέγων· ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς· τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. καὶ πάλιν ὑποβὰς ἐπάγει· δικαιοσύνη δὲ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν. φαίνεται οὖν ὁ ἀπόστολος διττὴν καταγγέλλων πίστιν, μᾶλλον δὲ μίαν, αὔξησιν καὶ τελείωσιν ἐπιδεχομένην· ἡ μὲν γὰρ κοινὴ πίστις καθάπερ θεμέλιος ὑπόκειται (τοῖς γοῦν θεραπευθῆναι ποθοῦσιν ὁ κύριος πιστῶς κινουμένοις ἐπέλεγεν· ἡ πίστις σου σέσωκέν σε· ), ἡ δὲ ἐξαίρετος ἐποικοδομουμένη συντελειοῦται τῷ πιστῷ καὶ συναπαρτίζεται αὖ τῇ ἐκ μαθήσεως περιγινομένῃ καὶ τοῦ λόγου τὰς ἐντολὰς ἐπιτελεῖν,3 ὁποῖοι ἦσαν οἱ ἀπόστολοι, ἐφ’ ὧν τὴν πίστιν ὄρη μετατιθέναι καὶ δένδρα μεταφυτεύειν δύνασθαι εἴρηται.

「聞く耳のある者たちに語る者は幸いである。」 信仰とは魂の耳であり、主はこの信仰を、「聞く耳のある者は聞け」と言って暗示しておられる。それは、信じた者が主の語ることを、主の語られるがままに理解するためである。しかし詩人たちの中で最古のホメロスでさえ、知覚することに対して、類概念の代わりに種概念を用いて「聞くこと」を用い、「とりわけ彼ら自身がよく聞き知った」と書いている。というのも、つまるところ両者の信仰の調和と合致は、救いという一つの目的に帰着するからである。使徒は次のように語って、私たちの確かな証人となっている。 「わたしはあなたがたに会うことを切望している。それは、何か霊的な賜物をあなたがたに分け与えて、あなたがたを力づけるためである。すなわち、あなたがたの間で、あなたがたとわたしの互いの信仰によって、共に慰めを受けることである。」 さらに続けて、次のように付け加えている。 「神の義はそのうちに、信仰から信仰へと啓示されている。」 したがって使徒は、二重の信仰を、あるいはむしろ成長と完成を受け入れる一つの信仰を宣べ伝えているように思われる。共通の信仰は土台のように下に置かれており(事実、主はいやされることを願い求めて信仰をもって進み出た者たちに、「あなたの信仰があなたを救った」と言い添えられた)、他方で卓越した信仰は、その上に築かれて信じる者において全うされ、学びから得られるもの、またロゴスの戒めを果たすことによって再び完全に整えられるのである。使徒たちもそうであり、彼らについては、その信仰が山を移し木を植え替える力を持つと言われている。

構文注3 件
  1. 5.1.1ἅμα γὰρ τῷ πατὴρ υἱοῦ πατήρ

    ἅμα τῷ に名詞主格 πατήρ が直接続いているが、意味上は ἅμα τῷ [εἶναι] πατήρ(「父であることと同時に」)という動名詞的表現の省略、あるいは述語的名詞句と解される。後続の υἱοῦ πατήρ に動詞 ἐστί が補われ、「父であると同時に[必然的に]子の父である」という相関関係(父という概念は子を前提とすること)を表している。

  2. 5.1.1γνῶσις δὲ υἱοῦ καὶ πατρὸς ἡ κατὰ τὸν κανόνα τὸν γνωστικὸν τὸν τῷ ὄντι γνωστικὸν ἐπιβολὴ καὶ διάληψίς ἐστιν ἀληθείας διὰ τῆς ἀληθείας

    主語は γνῶσις ... υἱοῦ καὶ πατρός、述語は ἐπιβολὴ καὶ διάληψις ... ἀληθείας であり、前置詞句 κατὰ τὸν κανόνα τὸν γνωστικὸν τὸν τῷ ὄντι γνωστικόν(「真にグノーシス的であるところの、知解的な規準に従った」)が定冠詞 ἡ と名詞 ἐπιβολή の間に置かれて[把握および了知]を限定している。τὸν τῷ ὄντι γνωστικόν は τὸν γνωστικόν をさらに強調する限定句。

  3. 5.1.2συναπαρτίζεται αὖ τῇ ἐκ μαθήσεως περιγινομένῃ καὶ τοῦ λόγου τὰς ἐντολὰς ἐπιτελεῖν

    受動態動詞 συναπαρτίζεται に続く与格分詞 τῇ ἐκ μαθήσεως περιγινομένῃ(「学びから生じるもの[信仰]によって」)と、並列小辞 καί を介して不定詞句 τοῦ λόγου τὰς ἐντολὰς ἐπιτελεῖν(「ロゴスの戒めを果たすことによって」)が結合している。不定詞句が先行する与格の手段・原因の意味を受け継いで並置される破格構文(variatio)をなしている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:5.1.1-5.1.2