← アレクサンドリアのクレメンス

ストロマテイス

§4.4.13-4.4.14

愛による自発的殉教と完全の達成

真のグノーシス主義者は死の恐怖や報酬の期待からではなく、神への純粋な愛から自発的に殉教を受け入れ、自らの信仰を立証する。このため殉教は単なる生命の終焉ではなく、古代の戦士の勇敢な戦死になぞらえられる「愛の完全な業」にして完成とされる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.4.13

Ὅθεν εἰκότως καλούμενος ὁ γνωστικὸς ὑπακούει ῥᾳδίως καὶ τῷ τὸ σωμάτιον αἰτοῦντι φέρων προσδίδωσι καὶ τὰ πάθη, προαποδυόμενος τοῦ σαρκίου ταῦτα, οὐχ ὑβρίζων τὸν πειράζοντα, παιδεύων δέ, οἶμαι, καὶ ἐλέγχων, "ἐξ οἵης τιμῆς καὶ οἵου μήκεος ὄλβου, "ὥς φησιν Ἐμπεδοκλῆς, ὧδε ἐλθὼν μετὰ θνητῶν ἀναστρέφεται. οὗτος ὡς ἀληθῶς μαρτυρεῖ αὑτῷ μὲν τὸ εἶναι πιστῷ γνησίῳ πρὸς τὸν θεόν, τῷ πειράζοντι δὲ μάτην ἐζηλωκέναι τὸν δἰ ἀγάπης πιστόν, τῷ δ’ αὖ κυρίῳ τὴν ἔνθεον πρὸς τὴν διδασκαλίαν πειθώ,1 ἧς οὐκ ἀποστήσεται θανάτου φόβῳ, ναὶ μὴν καὶ τοῦ κηρύγματος τὴν ἀλήθειαν συμβεβαιοῖ ἔργῳ, δυνατὸν εἶναι δεικνὺς τὸν πρὸς ὃν σπεύδει θεόν. θαυμάσαις ἂν τὴν ἀγάπην αὐτοῦ, ἥν ἐναργῶς διδάσκει εὐχαρίστως ἑνούμενος πρὸς τὸ συγγενές, οὐ μὴν ἀλλὰ καὶ τῷ τιμίῳ αἵματι τοὺς ἀπίστους δυσωπῶν.

それゆえ、当然のことながら、グノーシス主義者は召喚されると直ちに従い、ちっぽけな肉体を要求する者に情念(受難)をも進んで引き渡し、肉体からこれらをあらかじめ脱ぎ捨てて、試みる者を侮辱することなく、むしろ、思うに、彼を教え諭し、かつ論駁するのである。「いかなる栄誉から、いかなる果てしない至福から」とエンペドクレスが言うように、ここに来て可死の人々の間を往来しているのだと。彼は真実に、自身に対しては神に対する真の信者であることを証し、試みる者に対しては愛を通じて信じる者を無駄に妬み争ったことを証し、さらに主に対しては教えに対する神的な信従――死の恐れによってもそこから離反することのない信従――を証し、それどころか自ら急ぎ向かう神が全能であることを示して、宣教の真理を行いによって確証するのである。親族(神・霊)と喜んで合一し、そればかりか尊い血によって不信仰な者たちを恥じ入らせつつ、彼が明瞭に教えているその愛に、人は驚嘆することであろう。

§4.4.14

οὗτος οὖν οὐ φόβῳ τὸ ἀρνεῖσθαι Χριστὸν διὰ τὴν ἐντολὴν ἐκκλινεῖ, ἵνα δὴ φόβῳ μάρτυς γένηται· οὐ μὴν οὐδὲ ἐλπίδι δωρεῶν ἡτοιμασμένων πιπράσκων τὴν πίστιν, ἀγάπῃ δὲ πρὸς τὸν κύριον ἀσμενέστατα τοῦδε τοῦ βίου ἀπολυθήσεται, χάριν ἴσως καὶ τῷ τὴν αἰτίαν παρασχομένῳ τῆς ἐνθένδε ἐξόδου καὶ τῷ τὴν ἐπιβουλὴν τεχνασαμένῳ ἐγνωκώς,2 πρόφασιν εὔλογον λαβών, ἥν οὐκ αὐτὸς παρέσχεν, ἑαυτὸν ἐπιδεῖξαι ὅς ἐστι, τῷ μὲν δἰ ὑπομονῆς, δἰ ἀγάπης δὲ κυρίῳ, δἰ ἧς ἀνεδείκνυτο τῷ κυρίῳ καὶ πρὸ τῆς γενέσεως τὴν προαίρεσιν τοῦ μαρτυρήσοντος εἰδότι. εὐθαρσήσας τοίνυν πρὸς φίλον τὸν κύριον, ὑπὲρ οὗ καὶ τὸ σῶμα ἑκὼν ἐπιδέδωκεν, πρὸς δὲ καὶ τὴν ψυχήν, ὡς οἱ δικασταὶ προσεδόκησαν, ἔρχεται, φίλε κασίγνητε ποιητικῶς ἀκούσας πρὸς τοῦ σωτῆρος ἡμῶν διὰ τὴν τοῦ βίου ὁμοιότητα. αὐτίκα τελείωσιν τὸ μαρτύριον καλοῦμεν οὐχ ὅτι τέλος τοῦ βίου ὁ ἄνθρωπος ἔλαβεν ὡς οἱ λοιποί, ἀλλ’ ὅτι τέλειον ἔργον ἀγάπης ἐνεδείξατο. καὶ οἱ παλαιοὶ δὲ τῶν παρ’ Ἕλλησι τῶν ἐν πολέμῳ ἀποθανόντων τὴν τελευτὴν ἐπαινοῦσιν, οὐ τὸ βιαίως ἀποθνῄσκειν συμβουλεύοντες, ἀλλ’ ὅτι ὁ κατὰ πόλεμον τελευτῶν ἀδεὴς τοῦ θανεῖν ἀπήλλακται, ἀποτμηθεὶς τοῦ σώματος,3 καὶ οὐ προκαμὼν τῇ ψυχῇ οὐδὲ καταμαλακισθείς, οἷα περὶ τὰς νόσους πάσχουσιν οἱ ἄνθρωποι· ἀπαλλάττονται γὰρ θηλυκευόμενοι καὶ ἱμειρόμενοι τοῦ ζῆν.

したがってこの人は、恐れから掟ゆえにキリストを否むことを避けて、その結果恐れから証人(殉教者)となるようなことはしないのである。決して用意された賜物の希望によって信仰を売り渡すこともなく、主への愛ゆえにこの世の生からこの上なく喜んで解き放たれるのである。おそらくはここからの旅立ちの原因を提供した者にも、陰謀を企てた者にも感謝の念を抱きつつ。彼自身が提供したのではないもっともな口実を得て、自身が何者であるかを、一方(迫害者)には忍耐を通して、主には愛を通して示すのである。この愛を通して彼は、殉教しようとする者の決意を誕生の前から知っておられる主に対して自らを顕示したのであった。それゆえ、その方のために自ら進んで肉体をも、さらには裁判官たちが予想したように魂をも差し出した、友なる主に向かって、彼は臆することなく進み行く。「友よ、わが兄弟よ」と、生き方の類似ゆえに我らの救い主から詩的に呼びかけられつつ。 それゆえに直ちに我々は、殉教(証言)を「完成」と呼ぶ。人間が他の人々のように生涯の終わりを迎えたからではなく、愛の完全な業を示したからである。ギリシア人たちにおける昔の人々もまた、戦死した者たちの死を称賛している。暴力的に死ぬことを勧めているのではなく、戦争において死ぬ者は死への恐れなく、肉体から切り離され、魂においてあらかじめ疲れ果てることも、病気の折に人々が経験するような軟弱さに屈することもなく解放されたからである。というのも病気の人々は、女々しくなり、生きることを渇望しつつ世を去るからである。

構文注3 件
  1. 4.4.13μαρτυρεῖ αὑτῷ μὲν τὸ εἶναι πιστῷ γνησίῳ πρὸς τὸν θεόν, τῷ πειράζοντι δὲ μάτην ἐζηλωκέναι τὸν δἰ ἀγάπης πιστόν, τῷ δ’ αὖ κυρίῳ τὴν ἔνθεον πρὸς τὴν διδασκαλίαν πειθώ

    動詞 μαρτυρεῖ に対し、証言の相手を示す3つの与格(αὑτῷ, τῷ πειράζοντι, τῷ κυρίῳ)と、証言内容を示す3つの対格要素(定冠詞付不定詞句 τὸ εἶναι..., 不定詞句 μάτην ἐζηλωκέναι..., 名詞句 τὴν ἔνθεον... πειθώ)がそれぞれ並列(μὲν ... δὲ ... δ' αὖ)で対応している。不定詞 εἶναι の補語 πιστῷ γνησίῳ は与格 αὑτῷ に牽引されて与格形をとっている。

  2. 4.4.14χάριν ἴσως καὶ τῷ τὴν αἰτίαν παρασχομένῳ τῆς ἐνθένδε ἐξόδου καὶ τῷ τὴν ἐπιβουλὴν τεχνασαμένῳ ἐγνωκώς

    χάριν εἰδέναι/γιγνώσκειν τινί(〜に恩義・感謝を感じる)という慣用句の分詞構文(ἐγνωκώς)。感謝の対象となる与格分詞句が καὶ ... καὶ ... によって2重に置かれている(「原因を提供した者」と「陰謀を企てた者」)。

  3. 4.4.14ἀποτμηθεὶς τοῦ σώματος

    受動分詞 ἀποτμηθείς(切り離されて)に伴う τοῦ σώματος は分離の属格。肉体の束縛や物質性からの霊魂の分離・解き放ちを表している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.4.13-4.4.14