- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.7.57-3.7.60
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は欲望を抱くこと自体を制する真のキリスト教的節制を、行為のみを抑える哲学的節制や肉体を憎悪する異教徒・異端の偏狭な禁欲と対比し、愛と神の恵みに基づく全般的自制を説く。
Ἡ μὲν οὖν ἀνθρωπίνη ἐγκράτεια, ἡ κατὰ τοὺς φιλοσόφους λέγω τοὺς Ἑλλήνων, τὸ διαμάχεσθαι τῇ ἐπιθυμίᾳ καὶ μὴ ἐξυπηρετεῖν αὐτῇ εἰς τὰ ἔργα ἐπαγγέλλεται, ἡ καθ’ ἡμᾶς δὲ τὸ μὴ ἐπιθυμεῖν, οὐχ ἵνα τις ἐπιθυμῶν καρτερῇ, ἀλλ’ ὅπως καὶ τοῦ ἐπιθυμεῖν ἐγκρατεύηται. λαβεῖν δὲ ἄλλως οὐκ ἔστι τὴν ἐγκράτειαν ταύτην ἢ χάριτι τοῦ θεοῦ. διὰ τοῦτο εἶπεν αἰτεῖτε καὶ δοθήσεται ὑμῖν. ταύτην ἔλαβεν τὴν χάριν καὶ ὁ Μωυσῆς τὸ ἐνδεὲς σῶμα περικείμενος, ἵνα τεσσαράκοντα ἡμέρας μήτε πεινάσῃ μήτε διψήσῃ. ὡς δὲ ὑγιαίνειν ἄμεινον τοῦ νοσοῦντα περὶ ὑγείας διαλέγεσθαι, οὕτω τὸ εἶναι φῶς τοῦ περὶ φωτὸς λαλεῖν καὶ ἡ κατὰ ἀλήθειαν ἐγκράτεια τῆς ὑπὸ τῶν φιλοσόφων διδασκομένης.1 οὐ γὰρ ὅπου φῶς, ἐκεῖ σκότος· ἔνθα δέ ἐστιν ἐπιθυμία ἐγκαθεζομένη, μόνη τυγχάνουσα, κἄν τῇ ἐνεργείᾳ ἡσυχάζῃ τῇ διὰ τοῦ σώματος, τῇ μνήμῃ συνουσιάζει πρὸς τὸ μὴ παρόν.2
それゆえ、人間の節制、すなわちギリシアの哲学者たちに従う節制について私が言うなら、それは欲望と戦い、その欲望に行為をもって従属しないことを公言しているが、われわれの側の節制は欲望を抱かないことであり、誰かが欲望を抱きながら耐え忍ぶためではなく、欲望を抱くことそのものをも自制するためである。そしてこの節制は、神の恵みによる以外には得ることができない。このゆえに主は「求めよ、そうすれば与えられるであろう」と言われたのである。この恵みを、モーセもまた乏しい肉体を身にまといながら受け、四十日間にわたって飢えることも渇くこともなかったのである。健康であるほうが、病みながら健康について論じ合うことよりも優れているように、光そのものであることは光について語ることよりも優れており、真理に適った節制は哲学者たちによって教えられる節制よりも優れている。なぜなら、光のあるところに闇はないからである。しかし、内深くに欲望が宿っているところでは、ただそれ〔欲望〕だけであっても、たとえ肉体を通じた活動において静止していても、記憶において現存しないものと交わっているのである。
καθόλου δὲ ἡμῖν προΐτω ὁ λόγος περί τε γάμου περί τε τροφῆς καὶ τῶν ἄλλων, μηδὲν κατ’ ἐπιθυμίαν ποιεῖν, θέλειν δὲ μόνα ἐκεῖνα τὰ ἀναγκαῖα. οὐ γάρ ἐσμεν ἐπιθυμίας τέκνα, ἀλλὰ θελήματος. καὶ τὸν ἐπὶ παιδοποιίᾳ γήμαντα ἐγκράτειαν ἀσκεῖν χρή, ὡς μηδ’ ἐπιθυμεῖν τῆς γυναικὸς τῆς ἑαυτοῦ, ἣν ἀγαπᾶν ὀφείλει, σεμνῷ καὶ σώφρονι παιδοποιούμενος θελήματι. οὐ γὰρ τῆς σαρκὸς πρόνοιαν ποιεῖσθαι εἰς ἐπιθυμίας ἐμάθομεν, εὐσχημόνως δὲ ὡς ἐν ἡμέρᾳ, τῷ Χριστῷ καὶ τῇ κυριακῇ τῇ φωτεινῇ ἀγωγῇ, περιπατοῦντες, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔρισι καὶ ζήλοις.
全体として、婚姻についても、食物についても、その他の事柄についても、われわれの議論は、何事も欲望に従って行わず、必要不可欠なものだけを欲するという方針を進めるべきである。われわれは欲望の子供ではなく、意志の子供だからである。そして子供をもうけるために結婚した者も節制を修練すべきであり、愛する義務のある自身の妻に対しても情欲を抱かず、高潔で節度ある意志をもって子作りを行うべきである。なぜならわれわれは、「情欲を満たすために肉の配慮をする」のではなく、「昼間にあるように品位をもって」、すなわちキリストにあって、主の光に満ちた生き方に倣って「歩み、遊興や酩酊によらず、情事や放蕩によらず、争いや嫉妬によらない」ようにと教えられたからである。
ἀλλὰ γὰρ οὐ μόνον περί τι ἓν εἶδος τὴν ἐγκράτειαν συνορᾶν προσήκει, τουτέστι τὰ ἀφροδίσια, ἀλλὰ γὰρ καὶ περὶ τὰ ἄλλα ὅσα σπαταλῶσα ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν, οὐκ ἀρκουμένη τοῖς ἀναγκαίοις, περιεργαζομένη δὲ τὴν χλιδήν. ἐγκράτειά ἐστιν ἀργυρίου καταφρονεῖν, τρυφῆς, κτήσεως, θέας καταμεγαλοφρονεῖν, στόματος κρατεῖν, κυριεύειν λογισμῶν τῶν πονηρῶν. ἤδη δὲ καὶ ἄγγελοί τινες ἀκρατεῖς γενόμενοι ἐπιθυμίᾳ ἁλόντες οὐρανόθεν δεῦρο καταπεπτώκασιν. Οὐαλεντῖνος δὲ ἐν τῇ πρὸς Ἀγαθόποδα ἐπιστολῇ πάντα φησὶν ὑπομείνας ἐγκρατὴς ἦν· θεότητα Ἰησοῦς εἰργάζετο, ἤσθιεν καὶ ἔπινεν ἰδίως οὐκ ἀποδιδοὺς τὰ βρώματα. τοσαύτη ἦν αὐτῷ ἐγκρατείας δύναμις, ὥστε καὶ μὴ φθαρῆναι τὴν τροφὴν ἐν αὐτῷ, ἐπεὶ τὸ φθείρεσθαι αὐτὸς οὐκ εἶχεν. Ἡμεῖς μὲν οὖν δἰ ἀγάπην τὴν πρὸς τὸν κύριον καὶ δἰ αὐτὸ τὸ καλὸν ἐγκράτειαν ἀσπαζόμεθα, τὸν νεὼν τοῦ πνεύματος ἁγιάζοντες· καλὸν γὰρ διὰ τὴν βασιλείαν τῶν οὐρανῶν εὐνουχίζειν ἑαυτὸν πάσης ἐπιθυμίας καὶ καθαρίζειν τὴν συνείδησιν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι.
しかしながら、節制をただ一つの種、すなわち性愛についてのみ捉えるべきではなく、われわれの魂が放蕩にふけって欲望し、必要なもので満足せず贅沢をむさぼるような他のあらゆる事柄についても捉えねばならない。金銭を軽蔑し、贅沢・財産・見世物を歯牙にもかけず、口を制し、邪悪な思いを支配することこそが節制である。すでに一部の天使たちも自制を失い、欲望に囚われて天からここへと堕落した。またウァレンティノスはアガトポスへの書簡の中で、次のように述べている。「彼はあらゆることに耐え忍んで節制していた。イエスは神性を現し、食物を排出することなく独自に飲食していた。彼には、食物が体内において朽ちることがないほどの節制の力があった。彼自身が朽ちるという性質を持っていなかったからである」と。 したがって、われわれは主に対する愛のために、また善そのもののために節制を奉じ、霊の神殿を聖別するのである。なぜなら「天の国のために、あらゆる欲望から自らを去勢し」、「生ける神に仕えるために死んだ業から良心を清める」ことは善いことだからである。
οἳ δέ, διὰ τὸ μῖσος τὸ πρὸς τὴν σάρκα τῆς κατὰ γάμον συναλλαγῆς καὶ τῆς τῶν καθηκόντων βρωμάτων μεταλήψεως ἀχαρίστως ἀπαλλάττεσθαι ποθοῦντες, ἀμαθεῖς τε καὶ ἄθεοι, ἀλόγως ἐγκρατευόμενοι,3 καθάπερ τὰ πλεῖστα τῶν ἄλλων ἐθνῶν. Βραχμᾶναι γοῦν οὔτε ἔμψυχον ἐσθίουσιν οὔτε οἶνον πίνουσιν· ἀλλ’ οἳ μὲν αὐτῶν καθ’ ἑκάστην ἡμέραν ὡς ἡμεῖς τὴν τροφὴν προσίενται, ἔνιοι δ’ αὐτῶν διὰ τριῶν ἡμερῶν, ὥς φησιν Ἀλέξανδρος ὁ Πολυΐστωρ ἐν τοῖς Ἰνδικοῖς· καταφρονοῦσι δὲ θανάτου καὶ παρ’ οὐδὲν ἡγοῦνται τὸ ζῆν· πείθονται γὰρ εἶναι παλιγγενεσίαν, † ἅ δὲ σέβουσιν Ἡρακλέα καὶ Πᾶνα. οἱ καλούμενοι δὲ Σεμνοὶ τῶν Ἰνδῶν γυμνοὶ διαιτῶνται τὸν πάντα βίον· οὗτοι τὴν ἀλήθειαν ἀσκοῦσι καὶ περὶ τῶν μελλόντων προμηνύουσι καὶ σέβουσί τινα πυραμίδα, ὑφ’ ἣν ὀστέα τινὸς θεοῦ νομίζουσιν ἀποκεῖσθαι. οὔτε δὲ οἱ γυμνοσοφισταὶ οὔθ’ οἱ λεγόμενοι Σεμνοὶ γυναιξὶ χρῶνται· παρὰ φύσιν γὰρ τοῦτο καὶ παράνομον δοκοῦσι, δἰ ἣν αἰτίαν σφᾶς αὐτοὺς ἁγνοὺς τηροῦσι, παρθενεύουσι δὲ καὶ αἱ Σεμναί. δοκοῦσι δὲ παρατηρεῖν τὰ οὐράνια καὶ διὰ τῆς τούτων σημειώσεως τῶν μελλόντων προμαντεύεσθαί τινα.
他方、肉体への憎悪ゆえに、婚姻における交わりやふさわしい食物の摂取から不感謝にも逃れることを熱望する者たちは、無知にして無神論者であり、他の多くの異教の民と同様に理性を欠いた節制を行っている。現にバラモンたちは、生きているものを食べず、葡萄酒も飲まない。彼らのうちある者はわれわれと同じように毎日食物を摂るが、ある者は三日に一度摂る、とアレクサンドロス・ポリヒストルは『インド誌』の中で述べている。彼らは死を軽蔑し、生きることを無に等しいと考えている。輪廻があると信じているからであり、† 彼らはヘラクレスとパンを崇拝している。またインドのいわゆるセムノイ(尊者たち)は、生涯ずっと裸で暮らしている。彼らは真理を修練し、未来の出来事を予言し、ある神の骨がその下に納められていると信じるピラミッド(仏塔)を崇拝している。裸行哲学者たちも、いわゆるセムノイたちも、女性と交わることがない。彼らはこれを自然に反し不法なこととみなしており、その理由から自らを清浄に保ち、女性のセムナイたちも処女を守っている。彼らはまた天体を観察し、その徴によって未来のいくつかの事柄を予知すると考えられている。
- 3.7.57ὡς δὲ ὑγιαίνειν ἄμεινον τοῦ νοσοῦντα περὶ ὑγείας διαλέγεσθαι, οὕτω τὸ εἶναι φῶς τοῦ περὶ φωτὸς λαλεῖν καὶ ἡ κατὰ ἀλήθειαν ἐγκράτεια τῆς ὑπὸ τῶν φιλοσόφων διδασκομένης.
比較構文の省略構造。「健康であること(ὑγιαίνειν)」と「病みながら健康を論じること(τοῦ νοσοῦντα...)」の比較に続き、後続の節では比較級形容詞 ἄμεινον / ἀμείνων が省略されている。骨格は οὕτω [ἄμεινόν ἐστι] τὸ εἶναι φῶς τοῦ περὶ φωτὸς λαλεῖν, καὶ ἡ κατὰ ἀλήθειαν ἐγκράτεια [ἀμείνων ἐστὶ] τῆς ὑπὸ τῶν φιλοσόφων διδασκομένης であり、τοῦ... および τῆς... はいずれも比較の属格。
- 3.7.57κἄν τῇ ἐνεργείᾳ ἡσυχάζῃ τῇ διὰ τοῦ σώματος, τῇ μνήμῃ συνουσιάζει πρὸς τὸ μὴ παρόν.
対比構造をなす与格の用法。τῇ ἐνεργείᾳ(「実際の活動において」)と τῇ μνήμῃ(「記憶・想起において」)はいずれも観点の与格(dative of respect)。κἄν は καὶ ἐάν(「たとえ〜だとしても」)の縮約形。συνουσιάζει πρὸς τὸ μὴ παρόν は肉体的に現前していない対象との精神的・性的交わりを意味する。
- 3.7.60οἳ δέ, διὰ τὸ μῖσος τὸ πρὸς τὴν σάρκα τῆς κατὰ γάμον συναλλαγῆς καὶ τῆς τῶν καθηκόντων βρωμάτων μεταλήψεως ἀχαρίστως ἀπαλλάττεσθαι ποθοῦντες, ἀμαθεῖς τε καὶ ἄθεοι, ἀλόγως ἐγκρατευόμενοι
繋辞動詞 εἰσί の省略を伴う名詞文。先行する Ἡμεῖς μὲν οὖν... に対比される οἳ δέ(「他方、〜する者たちは」)を主語とし、分詞句(ποθοῦντες, ἐγκρατευόμενοι)に修飾されつつ、述語形容詞(ἀμαθεῖς τε καὶ ἄθεοι)が εἰσί の省略によって主節の述語をなしている。ἀπαλλάττεσθαι(逃れる、免れる)は属格 τῆς... συναλλαγῆς および τῆς... μεταλήψεως を補語に取る。
