← アレクサンドリアのクレメンス

ストロマテイス

§3.6.49-3.6.52

使徒や義人の結婚と愛に基づく真の節制

著者は、キリストの独身を口実に結婚を悪魔的淫行とみなす禁欲派を論駁し、福音書の宦官に関する言葉の本来の文脈や、異教徒の節制の例、パウロ書簡や旧約の義人・使徒たちの結婚の事実を挙げて、真の節制とは愛による魂の徳であることを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.6.49

Εἰσίν θ’ οἳ πορνείαν ἄντικρυς τὸν γάμον λέγουσι καὶ ὑπὸ τοῦ διαβόλου ταύτην παραδεδόσθαι δογματίζουσι, μιμεῖσθαι δ’ αὑτοὺς οἱ μεγάλαυχοί φασι τὸν κύριον μήτε γήμαντα μήτε τι ἐν τῷ κόσμῳ κτησάμενον, μᾶλλον παρὰ τοὺς ἄλλους νενοηκέναι τὸ εὐαγγέλιον καυχώμενοι. λέγει δὲ αὐτοῖς ἡ γραφή· ὑπερηφάνοις ὁ θεὸς ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. εἶτ’ οὐκ ἴσασι τὴν αἰτίαν τοῦ μὴ γῆμαι τὸν κύριον· πρῶτον μὲν γὰρ τὴν ἰδίαν νύμφην εἶχεν, τὴν ἐκκλησίαν, ἔπειτα δὲ οὐδὲ ἄνθρωπος ἦν κοινός, ἵνα καὶ βοηθοῦ τινος κατὰ σάρκα δεηθῇ· οὐδὲ τεκνοποιήσασθαι ἦν αὐτῷ ἀναγκαῖον ἀιδίως μένοντι καὶ μόνῳ υἱῷ θεοῦ γεγονότι. αὐτὸς δὲ οὗτος ὁ κύριος λέγει· ὅ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. καὶ πάλιν· ὥσπερ δὲ ἦν ἐν ταῖς ἡμέραις Νῶε, ἦσαν γαμοῦντες γαμίζοντες, οἰκοδομοῦντες φυτεύοντες, καὶ ὡς ἦν ἐν ταῖς ἡμέραις Λώτ, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. καὶ ὅτι οὐ πρὸς τὰ ἔθνη λέγει, ἐπιφέρει· ἆρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; καὶ πάλιν· οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. καίτοι καὶ ταῦτα ἀλληγορεῖται. διὰ τοῦτο οὐδὲ τοὺς καιροὺς ὥρισεν οὕς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἵνα διαμένῃ κατὰ τὰς γενεὰς ὁ κόσμος.

また、結婚をあからさまに淫行と呼び、これが悪魔によって与えられたと教条づける者たちもいる。彼ら大言壮語する者たちは、主が妻をめとることもなく、この世において何ものも所有しなかったことに自ら倣っていると称し、他の者たち以上に福音を理解したと誇っている。しかし聖書は彼らにこう語っている。「神は高慢な者に敵対し、謙遜な者に恵みを与えられる」。 さらに彼らは、主が妻をめとられなかった理由を知らない。第一に、主は御自身の花嫁である教会を持っておられたからであり、第二に、肉による何らかの助け手を必要とするような普通の人間ではなかったからである。また、永遠にとどまり、神の唯一の御子となられた主にとって、子供をもうけることは必要でもなかった。まさにその主御自身がこう言われる。「神が結び合わせたものを、人は引き離してはならない」。 さらにまた、「ノアの時代にあったように、人々はめとり、とつぎ、家を建て、木を植えていた。そしてロトの時代にあったように、人の子の現臨もそのようであろう」。 そして、これが異邦人に向けて語られているのではないことを示すために、主はこう付け加えられる。「人の子が来るとき、地上に信仰を見出すであろうか」。 さらにまた、「それらの日には、身重の女と乳飲み子を持つ女は災いである」。 もっとも、これらの言葉もまた比喩として解釈される。このために主は、「父が御自身の権能のうちに定めた」時をも定められなかったのである。それは、この世が諸世代にわたって存続するためである。

§3.6.50

τὸ δὲ οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον·1 εἰσὶ γὰρ εὐνοῦχοι οἵτινες ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· ὁ δυνάμενος χωρεῖν χωρείτω· οὐκ ἴσασιν ὅτι μετὰ τὴν τοῦ ἀποστασίου ῥῆσιν πυθομένων τινῶν ὅτι ἐὰν οὕτως ᾖ ἡ αἰτία τῆς γυναικός, οὐ συμφέρει τῷ ἀνθρώπῳ γαμῆσαι, τότε ὁ κύριος ἔφη· οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ’ οἷς δέδοται· τοῦτο γὰρ οἱ πυνθανόμενοι μαθεῖν ἠβουλήθησαν, εἰ συγχωρεῖ καταγνωσθείσης ἐπὶ πορνείᾳ γυναικὸς καὶ ἐκβληθείσης ἑτέραν γῆμαι.2 Φασὶ δὲ καὶ ἀθλητὰς οὐκ ὀλίγους ἀφροδισίων ἀπέχεσθαι δἰ ἄσκησιν σωματικὴν ἐγκρατευομένους, καθάπερ τὸν Κροτωνιάτην Ἀστύλον καὶ Κρίσωνα τὸν Ἱμεραῖον. καὶ Ἀμοιβεὺς δὲ ὁ κιθαρῳδὸς νεόγαμος ὢν ἀπέσχετο τῆς νύμφης. ὅ τε Κυρηναῖος Ἀριστοτέλης Λαΐδα ἐρῶσαν ὑπερεώρα μόνος·

また、「すべての人がこの言葉を受け入れるのではない、というのも、生まれつきそのようであった宦官もおり、人々によって宦官にされた宦官もおり、天の国のために自らを宦官にした宦官もいる。受け入れることのできる者は受け入れよ」という言葉について、彼らは、離縁に関する言葉の後に、ある者たちが「もし妻に関する事情がそのようであるなら、人が結婚することは益にならない」と尋ねた際、そのときに主が「すべての人がこの言葉を受け入れるのではなく、それが与えられている人々だけである」と言われたことを知らない。なぜなら、尋ねた者たちが知りたがったのは、淫行のかどで断罪され追放された妻がいる場合、別の女をめとることが許されるかどうかということであったからである。 また、運動選手たちのうち少なからぬ者が、身体の鍛錬のために自制して情欲を慎んでいると言われている。クロトン出身のアスチュロスやヒメラ出身のクリソンのように。またキタラ奏者のアモイベウスも、新婚でありながら花嫁を慎んだ。またキュレネのアリストテレスは、恋い慕うライスを一人軽んじた。

§3.6.51

ὀμωμοκὼς οὖν τῇ ἑταίρᾳ ἦ μὴν ἀπάξειν αὐτὴν εἰς τὴν πατρίδα, εἰ συμπράξειεν αὐτῷ τινα πρὸς τοὺς ἀνταγωνιστάς, ἐπειδὴ διεπράξατο, χαριέντως ἐκτελῶν τὸν ὅρκον, γραψάμενος αὐτῆς ὡς ὅτι μάλιστα ὁμοιοτάτην εἰκόνα, ἀνέστησεν εἰς Κυρήνην, ὡς ἱστορεῖ Ἴστρος ἐν τῷ Περὶ ἰδιότητος ἄθλων. ὥστ’ οὐδ’ ἡ εὐνουχία ἐνάρετον, εἰ μὴ δἰ ἀγάπην γίνοιτο τὴν πρὸς τὸν θεόν. Αὐτίκα περὶ τῶν βδελυσσομένων τὸν γάμον Παῦλος ὁ μακάριος λέγει· ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων. καὶ πάλιν λέγει· μηδεὶς ὑμᾶς καταβραβευέτω ἐν ἐθελοθρησκείᾳ ταπεινοφροσύνης καὶ ἀφειδίᾳ σώματος. ὁ δὲ αὐτὸς κἀκεῖνα γράφει· δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. καὶ πάλιν· ἕκαστος δὲ τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς.

それゆえ、もし対戦相手たちに対して何か自分に協力してくれるなら、必ず彼女を故郷へ連れて行くとその遊女に誓っていた彼は、それを成し遂げたとき、誓いを巧みに履行して、彼女にこの上なく似せた像を描かせ、キュレネに建立したと、イストロスは『競技の特質について』において伝えている。したがって、去勢・独身も、神への愛のためになされるのでなければ、徳にかなうものではない。 まさに結婚を嫌悪する者たちについて、福者パウロはこう言っている。「後の時代に、惑わす霊と悪霊の教えに心を奪われ、信仰から離れる者たちが現れる。彼らは結婚することを禁じ、食物を慎むように命じる」。 また彼はこうも言っている。「誰も、謙遜という独りよがりの礼拝や肉体の虐待によって、あなたがたの賞を奪ってはならない」。 また同じ使徒は次のようにも記している。「妻に結ばれているのか。解かれることを求めるな。妻から解かれているのか。妻を求めるな」。 さらにまた、「各自、自分の妻を持つべきである。サタンがあなたがたを誘惑しないためである」。

§3.6.52

τί δέ; οὐχὶ καὶ οἱ παλαιοὶ δίκαιοι εὐχαρίστως τῆς κτίσεως μετελάμβανον; οἳ δὲ καὶ ἐπαιδοποιήσαντο γήμαντες ἐγκρατῶς. καὶ τῷ μὲν Ἠλίᾳ οἱ κόρακες ἔφερον τροφὴν ἄρτους καὶ κρέα· καὶ Σαμουὴλ δὲ ὁ προφήτης, ὃν καταλελοίπει κωλεὸν ἐξ ὧν ἤσθιε, φέρων ἔδωκε τῷ Σαοὺλ φαγεῖν. οἳ δέ, καὶ τούτους ὑπερφέρειν λέγοντες πολιτείᾳ καὶ βίῳ, οὐδὲ συγκριθῆναι ταῖς ἐκείνων πράξεσι δυνήσονται.3 ὁ μὴ ἐσθίων τοίνυν τὸν ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ κρινέτω· ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. ἀλλὰ καὶ ὁ κύριος περὶ ἑαυτοῦ λέγων ἦλθεν φησὶν Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσι· δαιμόνιον ἔχει. ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλός. ἢ καὶ τοὺς ἀποστόλους ἀποδοκιμάζουσι; Πέτρος μὲν γὰρ καὶ Φίλιππος ἐπαιδοποιήσαντο, Φίλιππος δὲ καὶ τὰς θυγατέρας ἀνδράσιν ἐξέδωκεν,

それなら何か。昔の義人たちも感謝をもって被造物にあずかったのではないか。彼らは妻をめとって節制のうちに子供をももうけた。エリヤに対しては烏たちがパンと肉の糧を運び、預言者サムエルは、自分が食べていたものから残しておいた腿の肉を携えてサウルに与えて食べさせた。これら昔の義人たちよりも自分たちが生活と生き方において優れていると主張する者たちは、彼らの行いに比肩することさえできないであろう。 「それゆえ、食べない者は食べる者を軽蔑してはならず、食べる者は食べない者を裁いてはならない。神が彼を受け入れられたからである」。 それだけでなく、主も御自身について語り、こう言われる。「ヨハネが来て、食べることも飲むこともしないと、彼らは『悪霊につかれている』と言う。人の子が来て、食べたり飲んだりすると、彼らは『見よ、大食漢で大酒飲み、徴税人の仲間で罪人だ』と言う」。 それとも彼らは使徒たちをも拒絶するのであろうか。ペトロやフィリポは子供をもうけ、フィリポは娘たちを夫たちに嫁がせたのである。

構文注3 件
  1. 3.6.50τὸ δὲ οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον·

    中性単数対格の定冠詞 τὸ は、続く引用句全体を名詞化して文頭に提示する「話題の対格(accusative of respect/topic)」として機能している。主節 οὐκ ἴσασιν ὅτι...(〜であることを彼らは知らない)に対して、「……という言葉に関しては」と論題を導入している。

  2. 3.6.50εἰ συγχωρεῖ καταγνωσθείσης ἐπὶ πορνείᾳ γυναικὸς καὶ ἐκβληθείσης ἑτέραν γῆμαι.

    εἰ は間接疑問を導く(〜かどうか)。非人称動詞的用法の συγχωρεῖ(許されるか、あるいは主語を主キリストとして「主が許されるか」)に対し、不定詞 γῆμαι(めとること)とその目的語 ἑτέραν(別の女を)が続き、途中の属格絶対構文 καταγνωσθείσης... καὶ ἐκβληθείσης は「妻が淫行で有罪とされ離縁・放逐された場合に」という条件・状況を表す。

  3. 3.6.52οἳ δέ, καὶ τούτους ὑπερφέρειν λέγοντες πολιτείᾳ καὶ βίῳ, οὐδὲ συγκριθῆναι ταῖς ἐκείνων πράξεσι δυνήσονται.

    οἳ δέ は関係代名詞幹を用いた指示表現で、主節の主語「彼らは」を表す。分詞句 καὶ τούτους ὑπερφέρειν λέγοντες(これら古の義人たちをも凌駕すると言う者たち)が主語を修飾し、主動詞 δυνήσονται に受動不定詞 συγκριθῆναι(比較されること)が係り、与格 ταῖς ἐκείνων πράξεσι(彼らの行いと)を比較の基準として取っている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.6.49-3.6.52