- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.20.112-2.20.115
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
クレメンスは、情念を霊の付着物と見なすバシレイデース派やウァレンティノスの説を批判的に紹介し、イシドロスによる自己矛盾した弁護を引用しつつ、魂の救いは固定した本性によるのではなく、悔い改めと理性的意志の転換によるものであると論駁する。
Οἱ δ’ ἀμφὶ τὸν Βασιλείδην προσαρτήματα τὰ πάθη καλεῖν εἰώθασι, πνεύματά τέ τινα ταῦτα κατ’ οὐσίαν ὑπάρχειν προσηρτημένα τῇ λογικῇ ψυχῇ κατά τινα τάραχον καὶ σύγχυσιν ἀρχικὴν ἄλλας τε αὖ πνευμάτων νόθους καὶ ἑτερογενεῖς φύσεις προσεπιφύεσθαι ταύταις, οἷον λύκου, πιθήκου, λέοντος, τράγου, ὧν τὰ ἰδιώματα περὶ τὴν ψυχὴν φανταζόμενα τὰς ἐπιθυμίας τῆς ψυχῆς τοῖς ζῴοις ἐμφερῶς ἐξομοιοῦν λέγουσιν· ὧν γὰρ ἰδιώματα φέρουσι, τούτων τὰ ἔργα μιμοῦνται, καὶ οὐ μόνον ταῖς ὁρμαῖς καὶ φαντασίαις τῶν ἀλόγων ζῴων προσοικειοῦνται, ἀλλὰ καὶ φυτῶν κινήματα καὶ κάλλη ζηλοῦσι διὰ τὸ καὶ φυτῶν ἰδιώματα προσηρτημένα φέρειν, ἔτι δὲ καὶ ἕξεως ἰδιώματα, οἷον ἀδάμαντος σκληρίαν. Ἀλλὰ πρὸς μὲν τὸ δόγμα τοῦτο διαλεξόμεθα ὕστερον, ὁπηνίκα περὶ ψυχῆς διαλαμβάνομεν· νῦν δὲ τοῦτο μόνον παρασημειωτέον, ὡς δουρείου τινὸς ἵππου κατὰ τὸν ποιητικὸν μῦθον εἰκόνα σῴζει ὁ κατὰ Βασιλείδην ἄνθρωπος, ἐν ἑνὶ σώματι τοσούτων πνευμάτων διαφόρων στρατὸν ἐγκεκολπισμένος.1 αὐτὸς γοῦν ὁ τοῦ Βασιλείδου υἱὸς Ἰσίδωρος ἐν τῷ Περὶ προσφυοῦς ψυχῆς συναισθόμενος τοῦ δόγματος οἷον ἑαυτοῦ κατηγορῶν γράφει κατὰ λέξιν· ἐὰν γάρ τινι πεῖσμα δῷς, ὅτι μὴ ἔστιν ἡ ψυχὴ μονομερής, τῇ δὲ τῶν προσαρτημάτων βίᾳ τὰ τῶν χειρόνων γίνεται πάθη, πρόφασιν οὐ τὴν τυχοῦσαν ἕξουσιν οἱ μοχθηροὶ τῶν ἀνθρώπων λέγειν· ›ἐβιάσθην, ἀπηνέχθην, ἄκων ἔδρασα, μὴ βουλόμενος ἐνήργησα, τῆς τῶν κακῶν ἐπιθυμίας αὐτοὶ ἡγησάμενοι2 καὶ οὐ μαχεσάμενοι ταῖς τῶν προσαρτημάτων βίαις.
一方、バシレイデースの一派は、情念を「付着物」と呼ぶのを常とし、これらはある根源的な混乱と混淆によって理性的魂に付着した実体的な或る種の霊であり、さらにこれらの霊に加えて、狼、猿、獅子、山羊といったような、霊たちの私生児的で異質な他の本性が付着して生じている、と彼らは主張する。それら動物の特有の性質が魂の周囲に現れ出ることによって、魂の欲望が動物たちに酷似するように形作られると彼らは言うのである。事実、魂はそれらの特有の性質を帯びているがゆえに、それらの業を模倣し、理性なき動物の衝動や表象に親近感を持つばかりでなく、植物の特有の性質をも付着させて帯びているために、植物の動きや美しさをも模倣し、さらには「状態(ヘクシス)」の特有の性質、たとえば金剛石の硬ささえも帯びているというのである。 しかし、この教説については、魂について論じる後の機会に論難することにしよう。今はただ、詩的神話にいうトロイの木馬の似姿をバシレイデースの説く人間は保っている、すなわち単一の肉体の内部にこれほど多くの異なる霊の軍勢を抱え込んでいるのだ、ということだけを特記しておくべきであろう。事実、バシレイデースの子イシドロス自身も『付着せる魂について』において、この教説を自覚し、いわば自らを告発するかのように逐語的にこう記している。 「なぜなら、もし誰かに、魂は単一の部分からなるのではなく、付着物の力づくの強制によって劣悪な者たちの情念が生じるのだという確信を与えるならば、悪しき人間たちは、『私は強制された、押し流された、意に反して行った、望まずして行動した』と言い訳する、ありきたりならぬ口実を持つことになるであろう。彼ら自身が悪の欲望の先頭に立ち、付着物の強制に戦い挑まなかったにもかかわらず。
δεῖ δέ, τῷ λογιστικῷ κρείττονας γενομένους, τῆς ἐλάττονος ἐν ἡμῖν κτίσεως φανῆναι κρατοῦντας. δύο γὰρ δὴ ψυχὰς ὑποτίθεται καὶ οὗτος ἐν ἡμῖν, καθάπερ οἱ Πυθαγόρειοι, περὶ ὧν ὕστερον ἐπισκεψόμεθα. ἀλλὰ καὶ Οὐαλεντῖνος πρός τινας ἐπιστέλλων αὐταῖς λέξεσι γράφει περὶ τῶν προσαρτημάτων· εἷς δέ ἐστιν ἀγαθός, οὗ παρρησία ἡ διὰ τοῦ υἱοῦ φανέρωσις, καὶ δι’ αὐτοῦ μόνου δύναιτο ἂν ἡ καρδία καθαρὰ γενέσθαι, παντὸς πονηροῦ πνεύματος ἐξωθουμένου τῆς καρδίας. πολλὰ γὰρ ἐνοικοῦντα αὐτῇ πνεύματα οὐκ ἐᾷ καθαρεύειν, ἕκαστον δὲ αὐτῶν τὰ ἴδια ἐκτελεῖ ἔργα πολλαχῶς ἐνυβριζόντων ἐπιθυμίαις οὐ προσηκούσαις.3 καί μοι δοκεῖ ὅμοιόν τι πάσχειν τῷ πανδοχείῳ ἡ καρδία· καὶ γὰρ ἐκεῖνο κατατιτρᾶταί τε καὶ ὀρύττεται καὶ πολλάκις κόπρου πίμπλαται ἀνθρώπων ἀσελγῶς ἐμμενόντων καὶ μηδεμίαν πρόνοιαν ποιουμένων τοῦ χωρίου, καθάπερ ἀλλοτρίου καθεστῶτος. τὸν τρόπον τοῦτον καὶ ἡ καρδία, μέχρι μὴ προνοίας τυγχάνει, ἀκάθαρτος, πολλῶν οὖσα δαιμόνων οἰκητήριον· ἐπειδὰν δὲ ἐπισκέψηται αὐτὴν ὁ μόνος ἀγαθὸς πατήρ, ἡγίασται καὶ φωτὶ διαλάμπει, καὶ οὕτω μακαρίζεται ὁ ἔχων τὴν τοιαύτην καρδίαν, ὅτι ὄψεται τὸν θεόν.
しかし、理性的な部分によって勝る者となり、我々の内にある劣った被造物を支配している姿を示さなければならないのである」。 彼もまたピュタゴラス派のように我々の内に二つの魂を想定しているのであるが、これについては後で検討することにしよう。しかし、ウァレンティノスもまた或る人々への書簡の中で、付着物についてそのものずばりの言葉で次のように記している。 「善なる方は唯一であり、その確信(開示)は御子による顕現であって、この方によってのみ、あらゆる悪霊が心から締め出されて心は清くなりうるのである。なぜなら、心の中に住みつく多くの霊が清くあることを許さず、それらの各々は、不相応な欲望によって様々に暴力を振るいながら自らの固有の業を遂行するからである。そして私には、心は宿屋と似たような境遇にあるように思われる。なぜなら、宿屋もまた、人々が放埒に留まり、その場所を他人のものであるかのように少しも配慮しないために、穴を開けられ、掘り返され、しばしば汚物で満たされるからである。このように心もまた、配慮(配意)に与らない間は、多くの悪霊の住処となって不浄である。しかし、唯一にして善なる父がそれを訪れるとき、心は聖別されて光のうちに輝きわたり、かくしてそのような心を持つ者は、神を見るであろうから幸いであると称えられるのである」。
Τίς οὖν ἡ αἰτία τοῦ μὴ προνοεῖσθαι ἐξ ἀρχῆς τὴν τοιαύτην ψυχήν, εἰπάτωσαν ἡμῖν. ἤτοι γὰρ οὐκ ἔστιν ἀξία (καὶ πῶς ὥσπερ ἐκ μετανοίας ἡ πρόνοια πρόσεισιν αὐτῇ); ἢ φύσις σῳζομένη, ὡς αὐτὸς βούλεται, τυγχάνει4 καὶ ἀνάγκη ταύτην ἐξ ἀρχῆς διὰ συγγένειαν προνοουμένην μηδεμίαν παρείσδυσιν τοῖς ἀκαθάρτοις παρέχειν πνεύμασιν, ἐκτὸς εἰ μὴ βιασθείη καὶ ἀσθενὴς ἐλεγχθείη. ἐὰν γὰρ δῷ μετανοήσασαν αὐτὴν ἑλέσθαι τὰ κρείττω, τοῦτ’ ἐκεῖνος ἄκων ἐρεῖ, ὅπερ ἡ παρ’ ἡμῖν ἀλήθεια δογματίζει, ἐκ μεταβολῆς πειθηνίου, ἀλλ’ οὐκ ἐκ φύσεως γίγνεσθαι τὴν σωτηρίαν. ὥσπερ γὰρ αἱ ἀναθυμιάσεις αἵ τε γῆθεν αἵ τε ἀπὸ τελμάτων εἰς ὁμίχλας συνίστανται καὶ νεφελώδεις συστροφάς, οὕτως αἱ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀναδόσεις καχεξίαν προστρίβονται ψυχῇ, κατασκεδαννύουσαι τὰ εἴδωλα τῆς ἡδονῆς ἐπίπροσθε τῆς ψυχῆς.
それでは、そのような魂が最初から配慮を受けない原因は何であるのか、彼らは我らに答えるがよい。なぜなら、それは値しない者であるのか(だがそれなら、あたかも心変わりによるかのように、どうして配慮がそれに臨むことがあろうか)、あるいは彼が望むように、それは救われる本性(ピュシス)であって、最初から類縁性ゆえに配慮を受け、不浄な霊に一切の忍び込みを許さないことが必然であるのか(霊に力づくで侵され、弱さを露呈した場合を除いては)のいずれかだからである。もし彼が、魂が悔い改めてより善きものを選んだのだと認めるならば、彼は不本意ながらも、我らのもとにある真理が教義として定めていること、すなわち、救いは本性から生じるのではなく、従順な転換(変化)から生じるのだということを述べることになるのである。なぜなら、大地から生じる立ち上りや沼沢からの立ち上りが霧や雲の渦巻きへと凝結するように、肉の欲望の立ち上りもまた魂に悪しき状態を擦りつけ、魂の面前に快楽の似姿(幻影)を撒き散らすからである。
- 2.20.113ἐγκεκολπισμένος
完了中受動態分詞で、主語 ὁ κατὰ Βασιλείδην ἄνθρωπος に対する主格補語的修飾を成す。「胸元に抱え込んだ」という比喩的能動意味で直接目的語 στρατόν(軍勢)を取る中動態の用法。
- 2.20.113τῆς τῶν κακῶν ἐπιθυμίας αὐτοὶ ἡγησάμενοι
分詞構文。ἡγέομαι が「先導する・導く」の意味で属格 τῆς τῶν κακῶν ἐπιθυμίας(悪への欲望)を支配しており、「彼ら自身が悪の欲望の先頭に立っていたにもかかわらず」という譲歩的ニュアンスを担う。
- 2.20.114πολλαχῶς ἐνυβριζόντων ἐπιθυμίαις οὐ προσηκούσαις
属格構文。先行する ἕκαστον δὲ αὐτῶν τὰ ἴδια ἐκτελεῖ ἔργα に付随する分詞句だが、先行する代名詞 αὐτῶν(霊たち)に一致する属格分詞(あるいは霊たちを意味上の主語とする属格絶対構文)として読まれる。
- 2.20.115ἤτοι γὰρ οὐκ ἔστιν ἀξία ... ἢ φύσις σῳζομένη ... τυγχάνει
ἤτοι ... ἤ(〜であるか、さもなくば〜であるか)による二者択一の対比構文。前置詞句 ὥσπερ ἐκ μετανοίας は「あたかも(神が)心変わりをしたかのように」の意で、グノーシス主義的な決定論的本性観と救済の矛盾を衝く反語的文脈を形成している。
