- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.16.72-2.16.75
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は神が情念を持たないにもかかわらず聖書において喜びや憐れみを示す理由を、人間の弱さに対する神の適応と受肉の愛として弁明する。また、人間は神の本性的な部分ではなく被造物にすぎないにもかかわらず、神の純粋な善性によって養子として恵みを与えられることを論じる。
Ἐνταῦθα πάλιν ἐπιφύονται οἱ κατήγοροι χαρὰν καὶ λύπην πάθη ψυχῆς λέγοντες· τὴν μὲν γὰρ χαρὰν εὔλογον ἔπαρσιν ἀποδιδόασι καὶ τὸ ἀγάλλεσθαι χαίρειν ἐπὶ καλοῖς, τὸ δὲ ἔλεος λύπην ἐπὶ ἀναξίως κακοπαθοῦντι, τροπὰς δὲ εἶναι ψυχῆς καὶ πάθη τὰ τοιαῦτα. ἡμεῖς δέ, ὡς ἔοικεν, οὐ παυόμεθα σαρκικῶς νοοῦντες τὰς γραφὰς καὶ ἀπὸ τῶν ἡμετέρων παθῶν ἀναγόμενοι, τὸ βούλημα τοῦ ἀπαθοῦς θεοῦ ὁμοίως τοῖς ἡμεδαποῖς κινήμασιν ἀπεκδεχόμενοι· ὡς δ’ ἡμεῖς ἀκοῦσαι δυνατοί, οὕτως ἔχειν ἐπὶ τοῦ παντοκράτορος ὑπολαμβάνοντες, ἀθέως πλανώμεθα. οὐ γὰρ ὡς ἔχει τὸ θεῖον, οὕτως οἷόν τε ἦν λέγεσθαι· ἀλλ’ ὡς οἷόν τε ἦν ἐπαΐειν ἡμᾶς σαρκὶ πεπεδημένους, οὕτως ἡμῖν ἐλάλησαν οἱ προφῆται συμπεριφερομένου σωτηρίως τῇ τῶν ἀνθρώπων ἀσθενείᾳ τοῦ κυρίου.1
ここで再び告発者たちが襲いかかり、喜びや悲しみは魂の情念であると主張する。すなわち彼らは、喜びを理性的な高揚と規定し、歓喜を良き事柄に対する喜びであるとし、憐れみを不当に苦難を受けている者に対する悲しみであるとし、そのようなものは魂の変転であり情念であるとするからである。だが私たちは、どうやら肉に従って聖書を理解することをやめず、自らの情念を出発点として、情念なき神の御旨を私たちの側の感情の動きと同様に受け取っているようである。そして私たちは自分たちが聞き取れる通りに全能者においてもそうであると思い込み、不信心にも迷妄に陥っている。神的なものがどのようなありさまであるか、その通りに語られることなど不可能であったからである。むしろ、肉に縛られた私たちが聞き取ることができる通りに預言者たちは私たちに語ったのであり、それは主が人間の弱さに合わせて救いをもたらすよう身をかがめてくださったからである。
ἐπεὶ τοίνυν βούλημά ἐστι τοῦ θεοῦ σῴζεσθαι τὸν ταῖς ἐντολαῖς πειθήνιον τόν τε ἐκ τῶν ἁμαρτημάτων μετανοοῦντα, χαίρομεν δὲ ἡμεῖς ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν, τὸ χαρτὸν ἡμῶν ἐξιδιοποιήσατο ὁ διὰ τῶν προφητῶν λαλήσας κύριος, καθάπερ ἐν τῷ εὐαγγελίῳ φιλανθρώπως λέγων· ἐπείνασα καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐδώκατέ μοι πιεῖν· ὃ γὰρ ἑνὶ τούτων τῶν ἐλαχίστων πεποιήκατε, ἐμοὶ πεποιήκατε. ὥσπερ οὖν τρέφεται μὴ τρεφόμενος διὰ τὸ τεθράφθαι ὅνπερ βούλεται,2 οὕτως ἐχάρη μὴ τραπεὶς διὰ τὸ ἐν χαρᾷ γεγονέναι τὸν μετανενοηκότα ὡς ἐβούλετο. ἐπεὶ δὲ πλουσίως ἐλεεῖ ἀγαθὸς ὤν ὁ θεὸς τάς τε ἐντολὰς διδοὺς διὰ νόμου, διὰ προφητῶν καὶ προσεχέστερον ἤδη διὰ τῆς τοῦ υἱοῦ παρουσίας σῴζων καὶ ἐλεῶν, ὡς εἴρηται, τοὺς ἠλεημένους, κυρίως τε ἐλεεῖ ὁ κρείττων τὸν ἐλάσσω, καὶ κρείττων μὲν ἄνθρωπος ἀνθρώπου οὐκ ἂν εἴη, καθὸ ἄνθρωπος πέφυκεν, κρείττων δὲ ὁ θεὸς τοῦ ἀνθρώπου κατὰ πάντα, εἰ τοίνυν ὁ κρείττων τὸν ἥσσω ἐλεεῖ, μόνος ἡμᾶς ὁ θεὸς ἐλεήσει. κοινωνικὸς μὲν γὰρ ἄνθρωπος ὑπὸ δικαιοσύνης γίνεται καὶ μεταδίδωσιν ὧν ἔλαβεν παρὰ τοῦ θεοῦ διά τε φυσικὴν εὔνοιαν καὶ σχέσιν διά τε τὰς ἐντολὰς αἷς πείθεται·
それゆえ、戒めに従う者や罪から悔い改める者が救われることが神の御旨であり、私たちが自らの救いを喜ぶ以上、預言者たちを通じてお語りになった主は、福音書の中で慈愛深く次のように語っておられるのと同じように、私たちの喜びうるものを御自身のものとなさったのである。 「わたしは飢えていたときに、あなたがたはわたしに食べさせ、渇いていたときに飲ませてくれた。というのも、あなたがたがこれら最も小さい者たちの一人にしたことは、わたしにしたからである。」 したがって、主が望まれる者が養われたことによって、主御自身は養われることなく養われるのと同様に、悔い改めた者が望み通りに喜びに浴するようになったことによって、主は自らは変転することなく喜ばれたのである。しかし、善なる神は律法を通じて、預言者を通じて、そして今やより身近には御子の来臨を通じて戒めを与え、憐れみを受けた者たちを、言われているように救い憐れみつつ豊かに憐れまれるのであり、また本来、より優れる者が劣る者を憐れむものであり、人間は人間として生まれついている限りでは人間が人間より優れていることはありえないが、神はあらゆる点で人間より優れておられるのであるから、優れる者が劣る者を憐れむとするなら、神だけが私たちを憐れまれるであろう。というのも、人間は正義によって協調的になり、自然な好意と関係性ゆえに、また自らが従う戒めゆえに神から受けたものを分け与えるからである。
ὁ θεὸς δὲ οὐδεμίαν ἔχει πρὸς ἡμᾶς φυσικὴν σχέσιν, ὡς οἱ τῶν αἱρέσεων κτίσται θέλουσιν, (οὔτ’ εἰ ἐκ μὴ ὄντων ποιοίη οὔτ’ εἰ ἐξ ὕλης δημιουργοίη, ἐπεὶ τὸ μὲν οὐδ’ ὅλως ὄν, ἥ δὲ κατὰ πάντα ἑτέρα τυγχάνει τοῦ θεοῦ) εἰ μή τις μέρος αὐτοῦ καὶ ὁμοουσίους ἡμᾶς τῷ τολμήσει λέγειν· καὶ οὐκ οἶδ’ ὅπως ἀνέξεταί τις ἐπαΐων τούτου θεὸν ἐγνωκώς, ἀπιδὼν εἰς τὸν βίον τὸν ἡμέτερον, ἐν ὅσοις φυρόμεθα κακοῖς. εἴη γὰρ ἂν οὕτως, ὃ μηδ’ εἰπεῖν θέμις, μερικῶς ἁμαρτάνων ὁ θεός, εἴ γε τὰ μέρη τοῦ ὅλου μέρη καὶ συμπληρωτικὰ τοῦ ὅλου, εἰ δὲ μὴ συμπληρωτικά, οὐδὲ μέρη εἴη ἄν. ἀλλὰ γὰρ φύσει πλούσιος ὤν ὁ θεὸς ἐν ἐλέῳ διὰ τὴν αὐτοῦ ἀγαθότητα κήδεται ἡμῶν μήτε μορίων ὄντων αὐτοῦ μήτε φύσει τέκνων.
だが、神は私たちに対して、諸異端の創始者たちが望むような本性的な関係性を何らもっておられない(神が無から造りなさる場合でも質料から形成なさる場合でもなく、というのも前者はまったく存在しないものであり、後者は神とはあらゆる点で異なるものであるから)。誰かが大胆にも、私たちが神の一部であり神と同質であると言い張るのでない限りは。しかし、私たちがどれほどの悪に塗れているかという私たちの生に目を向けるなら、神を知った者がそのようなことを聞いてどのように耐えられるか私にはわからない。というのもそのように言えば、口にすることさえ許されないことだが、もし全体の部分が真に部分であり全体を補完するものであるなら、神は部分的に罪を犯していることになってしまうからである(もし補完しないなら、部分でもありえないだろう)。そうではなく、本性において憐れみにおいて富んでおられる神は、ご自身の善性ゆえに、私たちが神の構成部分でもなく本性上の子でもないのに配慮してくださるのである。
καὶ δὴ ἡ μεγίστη τῆς τοῦ θεοῦ ἀγαθότητος ἔνδειξις αὕτη τυγχάνει, ὅτι οὕτως ἐχόντων ἡμῶν πρὸς αὐτὸν καὶ φύσει ἀπηλλοτριωμένων παντελῶς ὅμως κήδεται. φυσικὴ μὲν γὰρ ἡ πρὸς τὰ τέκνα φιλοστοργία τοῖς ζῴοις ἥ τε ἐκ συνηθείας τοῖς ὁμογνώμοσι φιλία, θεοῦ δὲ ὁ ἔλεος εἰς ἡμᾶς πλούσιος τοὺς κατὰ μηδὲν αὐτῷ προσήκοντας, τῇ οὐσίᾳ ἡμῶν λέγω ἢ φύσει ἢ δυνάμει τῇ οἰκείᾳ τῆς οὐσίας ἡμῶν, μόνῳ δὲ τῷ ἔργον εἶναι τοῦ θελήματος αὐτοῦ·3 καὶ δὴ τὸν ἑκόντα μετὰ ἀσκήσεως καὶ διδασκαλίας τὴν γνῶσιν τῆς ἀληθείας ἐπανῃρημένον εἰς υἱοθεσίαν καλεῖ, τὴν μεγίστην πασῶν προκοπήν. παρανομίαι δὲ ἄνδρα ἀγρεύουσι, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται, καὶ ἔστιν ὁ θεὸς ἀναίτιος· καὶ τῷ ὄντι μακάριος ἀνὴρ ὃς καταπτήσσει πάντα δι’ εὐλάβειαν.
そしてまさに、神の善性の最大の証しはこれである。すなわち、私たちが神に対してそのような状態にあり、本性上完全に疎遠であるにもかかわらず、それでもなお配慮してくださるということである。というのも、子に対する慈愛は生きものにとって自然なものであり、同じ考えを持つ者たちの友情は交わりから生じるが、神の憐れみは、神に何ら属さない私たちに対して豊かだからである。ここで言うのは、私たちの実体や本性、あるいは実体に固有の力において属さないということであり、ただ私たちが神の意志の業であるということによってのみ属しているのである。そして実に神は、修練と教育とともに自発的に真理の認識を引き受けた者を養子縁組へと召し出されるのであり、これこそがあらゆる進歩の中で最大のものである。 「不法が人を捕らえ、各人は自らの罪の綱で縛られる」、そして神には責任がない。そして実に、「畏敬のゆえにすべてを恐れ慎む人は幸いである」。
- 2.16.72συμπεριφερομένου σωτηρίως τῇ τῶν ἀνθρώπων ἀσθενείᾳ τοῦ κυρίου
属格絶対構文。主語は τοῦ κυρίου、分詞は συμπεριφερομένου であり、主節の動詞 ἐλάλησαν に対する付帯状況または理由(「主が人間の弱さに合わせて身をかがめ給う中で/救いをもたらすよう適応してくださったので」)を表す。
- 2.16.73διὰ τὸ τεθράφθαι ὅνπερ βούλεται
前置詞 διά +中性単数対格冠詞 τὸ +完了受動相不定詞 τεθράφθαι からなる原因句(「〜が養われたことによって」)。関係代名詞 ὅνπερ は関係節内部の動詞 βούλεται の目的格であると同時に、不定詞の意味上の主語(対格主語)を兼ねる(先取りおよび先行詞の融合吸収)。
- 2.16.75μόνῳ δὲ τῷ ἔργον εἶναι τοῦ θελήματος αὐτοῦ
観点・理由を表す与格の冠詞付き不定詞句。直前の τῇ οὐσίᾳ... ἢ φύσει ἢ δυνάμει(実体において、あるいは本性や力において)と並列・対比され、人間が神に「属する(προσήκειν)」根拠が内的な同質性ではなく、専ら「神の意志の所産であること」にのみ存することを示している。
