← アレクサンドリアのクレメンス

ストロマテイス

§2.15.62-2.15.67

自発的行為と過誤や不正の区分および罪の赦し

クレメンスは自発的行為と過誤・不運・不正の三者を定義・区別し、悲劇や喜劇の登場人物を例に情念への屈服を論じる。さらに詩篇やヨハネの手紙、モーセの食物規定の比喩解釈を引き合いに出し、罪の分類と神による赦しや恩恵を論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.15.62

Τὸ δ’ ἑκούσιον ἢ τὸ κατ’ ὄρεξίν ἐστιν ἢ τὸ κατὰ προαίρεσιν ἢ τὸ κατὰ διάνοιαν. αὐτίκα παράκειταί πως ταῦτα ἀλλήλοις, ἁμάρτημα, ἀτύχημα, ἀδίκημα. καὶ ἔστιν ἁμάρτημα μὲν φέρε εἰπεῖν τὸ τρυφητικῶς καὶ ἀσελγῶς βιοῦν, ἀτύχημα δὲ τὸ φίλον ὡς πολέμιον ὑπ’ ἀγνοίας βαλεῖν, ἀδίκημα δὲ ἡ τυμβωρυχία ἢ ἡ ἱεροσυλία. τὸ δὲ ἁμαρτάνειν ἐκ τοῦ ἀγνοεῖν κρίνειν ὅ τι χρὴ ποιεῖν συνίσταται,1 ἢ τοῦ ἀδυνατεῖν ποιεῖν, ὥσπερ ἀμέλει καὶ βόθρῳ περιπίπτει τις ἤτοι ἀγνοήσας ἢ ἀδυνατήσας ὑπερβῆναι δι’ ἀσθένειαν σώματος. ἀλλ’ ἐφ’ ἡμῖν γε ἥ τε πρὸς τὴν παιδείαν ἡμῶν παράστασις ἥ τε πρὸς τὰς ἐντολὰς ὑπακοή.

一方、自発的な行為とは、衝動によるものか、選択によるものか、あるいは思考によるもののいずれかである。直接的にこれらは互いに相並ぶものであり、過誤(あやまち)、不運(ふうん)、不正(ふせい)がそれである。そして過誤とは、言ってみれば、贅沢かつ放蕩に生きることであり、不運とは無知のゆえに友を敵とみなして撃つことであり、不正とは墓暴きや神殿略奪である。過誤を犯すことは、何をなすべきかを判断する知識の欠如、あるいはそれをなす能力の欠如から成り立っている。それはちょうど、ある人が落とし穴に気づかなかったか、あるいは肉体の衰弱のために飛び越えることができずに、まさにその穴に落ちてしまうようなものである。しかし、自らを教育へと向かわせることや、戒めに服従することは、まさしく我々の掌中にある。

§2.15.63

ὧν εἰ μὴ μετέχειν βουληθείημεν θυμῷ τε καὶ ἐπιθυμίᾳ ἐκδότους σφᾶς αὐτοὺς ἐπιδόντες, ἁμαρτησόμεθα, μᾶλλον δὲ ἀδικήσομεν2 τὴν ἑαυτῶν ψυχήν. ὁ μὲν γὰρ Λάιος ἐκεῖνος κατὰ τὴν τραγῳδίαν φησίν· λέληθεν δέ με οὐθὲν τῶνδε ὧν σὺ νουθετεῖς, "γνώμην δ’ ἔχοντά με ἡ φύσις βιάζεται·" τουτέστι τὸ ἔκδοτον γεγενῆσθαι τῷ πάθει. ἡ Μήδεια δὲ καὶ αὐτὴ ὁμοίως ἐπὶ τῆς σκηνῆς βοᾷ· "καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων." ἀλλ’ οὐδὲ Αἴας σιωπᾷ, μέλλων δὲ ἑαυτὸν ἀποσφάττειν κέκραγεν· οὐδὲν οὖν ἦν πῆμα ἐλευθέρου ψυχὴν δάκνον οὕτως ἀνδρὸς ὡς ἀτιμία· "οὕτως πέπονθα καί με † συμφοροῦσα βαθεῖα κηλὶς ἐκ βυθῶν ἀναστρέφει λύσσης πικροῖς κέντροισιν ἠρεθισμένον. "

これらに与かることを欲せず、激怒や情欲に自分自身を引き渡してしまうなら、我々は過誤を犯し、それどころか自らの魂を不正に傷つけることになるであろう。実際、かのライオスは悲劇の中で次のように語っている。「お前が諌めるこれらすべてのことを私は知らぬわけではないが、分別を持ちながらも本性が私を圧倒するのだ」。すなわち、情念に身を委ねてしまったということである。メディアもまた同様に舞台の上で叫ぶ。「そして私は自分がどんな悪事をなそうとしているのかを悟ってはいるが、激情が私の思慮に打ち勝ってしまう」。しかしアイアースも沈黙しておらず、自害しようとして叫んだ。「自由人たる者の魂を、屈辱ほど痛烈に噛む災厄は存在しなかった。私はこのように苦しみ、深い汚辱が狂気の鋭い針に苛まれた私を深みから揺さぶる」。

§2.15.64

τούτους μὲν οὖν ὁ θυμός, μυρίους δὲ ἄλλους ἡ ἐπιθυμία τραγῳδεῖ, τὴν Φαίδραν, τὴν Ἄνθειαν, τὴν Ἐριφύλην, "ἥ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα." τὸν γὰρ κωμικὸν ἐκεῖνον Θρασωνίδην ἄλλη σκηνὴ παιδισκάριόν με φησὶν εὐτελὲς καταδεδούλωκεν. Ἀτύχημα μὲν οὖν παράλογός ἐστιν ἁμαρτία, ἡ δὲ ἁμαρτία ἀκούσιος ἀδικία, ἀδικία δὲ ἑκούσιος κακία. ἔστιν οὖν ἡ μὲν ἁμαρτία ἐμὸν ἀκούσιον. διὸ δαί φησιν· ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν, τοῖς ἤδη πεπιστευκόσι λέγων, ὅτι τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. ἀτυχία δέ ἐστιν ἄλλου εἰς ἐμὲ πρᾶξις ἀκούσιος, ἡ δὲ ἀδικία μόνη εὑρίσκεται ἑκούσιος εἴτε ἐμὴ εἴτε ἄλλου.

これらを激怒が悲劇へと駆り立てたとするなら、情欲は無数の他の者たちを、すなわちパイドラを、アンテイアを、そして「愛する夫と引き換えに貴い黄金を受け取った」エリピューレーを悲劇へと仕立てたのである。かの喜劇のトラソーニデースについて、別の舞台は「取るに足らない小娘が私を奴隷にしてしまった」と語っている。 したがって、不運とは理に反した過誤であり、過誤とは非自発的な不正であり、不正とは自発的な悪徳である。それゆえ過誤とは、私自身の非自発的なものである。それゆえにまた、すでに信じた者たちに対して「罪はあなたがたを支配することはない。あなたがたは律法の下ではなく、恵みの下にあるからである」「その打ち傷によって我らは癒やされた」と言っているのである。 これに対して不運とは、他人が私に対してなす非自発的な行為であり、不正のみが、私自身のものであれ他人のものであれ、自発的であると見出される。

§2.15.65

Ταύτας δ’ αἰνίσσεται τῶν ἁμαρτιῶν τὰς διαφορὰς ὁ ψαλμῳδὸς μακαρίους λέγων ὧν ὁ θεὸς τὰς μὲν ἀπήλειψεν ἀνομίας, τὰς δὲ ἐπεκάλυψεν ἁμαρτίας, οὐκ ἐλογίσατό τε τὰς ἄλλας καὶ ἀφῆκε τὰς λοιπάς. γέγραπται γάρ· ›μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν, οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος·‹ οὗτος ὁ μακαρισμὸς ἐγένετο ἐπὶ τοὺς ἐκλελεγμένους ὑπὸ τοῦ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. καλύπτει μὲν γὰρ ἀγάπη πλῆθος ἁμαρτιῶν, ἀπαλείφει δὲ ὁ τὴν μετάνοιαν μᾶλλον τοῦ ἁμαρτωλοῦ ἢ τὸν θάνατον αἱρούμενος.

詩篇作者は、神が不法を拭い去り、罪を覆い、他のものを数え上げず、残りを赦された人々のことを幸いであると語りつつ、これらの罪の相違を暗示している。 実際、「その不法が赦され、その罪が覆われた者たちは幸いである。主が罪を数え上げ給わず、その口に欺きのない人は幸いである」と記されている。この幸いの宣言は、我らの主イエス・キリストによって神に選ばれた者たちに対してなされたのである。 なぜなら「愛は多くの罪を覆い」、また「罪人の死よりもその回心を望む」方が罪を拭い去るからである。

§2.15.66

οὐ λογίζονται δὲ ὅσαι μὴ κατὰ προαίρεσιν συνίστανται· ὁ γὰρ ἐπιθυμήσας ἤδη μεμοίχευκε φησίν. ἀφίησί τε τὰς ἁμαρτίας ὁ φωτίζων λόγος· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, φησὶν ὁ κύριος, ζητήσουσιν τὴν ἀδικίαν Ἰσραήλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς ἁμαρτίας Ἰούδα, καὶ οὐ μὴ εὑρεθῶσιν, ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεται κατὰ πρόσωπόν μου; ὁρᾷς ἕνα θεὸν καταγγελλόμενον ἀγαθόν, τῶν κατ’ ἀξίαν ἀπονεμητικόν τε καὶ ἀφετικὸν ἁμαρτημάτων. φαίνεται δὲ καὶ Ἰωάννης ἐν τῇ μείζονι ἐπιστολῇ τὰς διαφορὰς τῶν ἁμαρτιῶν ἐκδιδάσκων ἐν τούτοις· ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσι μὴ πρὸς θάνατον εἶπεν· ἔστι γὰρ ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω, ἵνα ἐρωτήσῃ τις. πᾶσα ἀδικία ἁμαρτία ἐστί.

そして自発的選択によらずして生じたものは、罪として数え上げられない。なぜなら「情欲を抱いた者は、すでに姦淫を犯した」と〔主は〕言われるからである。そして光を放つロゴスは諸々の罪を赦す。「その時、イスラエルの不正が尋ね求められるが存在せず、ユダの諸々の罪も求められるが見出されない、と主は言われる。何ゆえなら、誰が私のごとくであり、誰が我が前に立ち向かい得ようか」。 このように、善にして、功績に応じて割り当て給い、過誤を赦し給う唯一の神が告げ知らされているのを見るであろう。またヨハネもその大書簡において、以下のように罪の差異を教えているように思われる。「もし誰かが自分の兄弟が死に至らない罪を犯しているのを見るならば、その者は願い求めるべきであり、神はその者に、死に至らない罪を犯す者たちに命を与えられるであろう」と彼は言った。「なぜなら、死に至る罪があるからである。その罪について願うようにとは私は言わない。すべての不正は罪である」。

§2.15.67

καὶ ἔστιν ἁμαρτία μὴ πρὸς θάνατον. ἀλλὰ καὶ Δαβὶδ καὶ πρὸ Δαβὶδ ὁ Μωυσῆς τῶν τριῶν δογμάτων τὴν γνῶσιν ἐμφαίνουσιν διὰ τούτων· μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καθὼς οἱ ἰχθύες πορεύονται ἐν σκότει εἰς τὰ βάθη· οἱ γὰρ λεπίδα μὴ ἔχονται· ὧν ἀπαγορεύει Μωυσῆς ἐφάπτεσθαι, κάτω τῆς θαλάσσης νέμονται· οὐδὲ ἐν ὁδῷ ἁμαρτωλῶν ἔστη, καθὼς οἱ δοκοῦντες φοβεῖσθαι τὸν κύριον ἁμαρτάνουσιν ὡς ὁ χοῖρος· πεινῶν γὰρ κραυγάζει, πληρωθεὶς δὲ τὸν δεσπότην οὐ γνωρίζει· οὐδὲ ἐπὶ καθέδραν λοιμῶν ἐκάθισεν, καθὼς τὰ πτηνὰ εἰς ἁρπαγὴν ἕτοιμα. παρῄνεσε δὲ Μωυσῆς· οὐ φάγεσθε χοῖρον οὐδέ ἀετὸν οὐδὲ ὀξύπτερον οὐδὲ κόρακα οὐδὲ πάντ’ ἰχθὺν ὃς οὐκ ἔχει λεπίδα ἐν αὑτῷ. ταῦτα μὲν ὁ Βαρνάβας. ἀκήκοα δ’ ἔγωγε σοφοῦ τὰ τοιαῦτα ἀνδρὸς βουλὴν μὲν ἀσεβῶν τὰ ἔθνη λέγοντος,3 ὁδὸν δὲ ἁμαρτωλῶν τὴν Ἰουδαϊκὴν ὑπόληψιν καὶ καθέδραν λοιμῶν τὰς αἱρέσεις ἐκλαμβάνοντος.

そして「死に至らない罪もある」。 それだけでなく、ダビデも、そしてダビデ以前にモーセも、次の言葉を通じて三つの教えの知識を明示している。「悪しき者たちの謀に従って歩まなかった人は幸いである」。これは魚たちが闇の中で深みへと歩んでいくようなものである。というのも、鱗を持たずモーセが触れることを禁じているものは、海の下層に生息しているからである。「罪人たちの道に立たず」。これは主を恐れていると装いながら豚のように罪を犯す者たちのようである。豚は飢えているときは鳴き叫ぶが、満腹になると主人のことを認めない。「滅びをもたらす者たちの座に着かなかった」。これは掠奪を狙って待ち構える鳥たちのようである。モーセは次のように諭した。「あなたがたは豚、鷲、鷹、烏、そして自らに鱗を持たないいかなる魚も食べてはならない」。 以上はバルナバの説である。しかし私自身は、ある知者がこれらの事柄について、「悪しき者たちの謀」を異邦人とし、「罪人たちの道」をユダヤ人の見解とし、「滅びをもたらす者たちの座」を異端と解釈して語るのを聞いたことがある。

構文注3 件
  1. 2.15.62ἐκ τοῦ ἀγνοεῖν κρίνειν ὅ τι χρὴ ποιεῖν συνίσταται

    前置詞 ἐκ に導かれた動名詞的定冠詞 τοῦ に二つの不定詞 ἀγνοεῖν と κρίνειν が従属している構造。κρίνειν は ἀγνοεῖν の目的語(補文不定詞)として機能し、「何を行なうべきかを判断することを知らないこと(判断する知識を欠くこと)」を意味する。これに ἢ τοῦ ἀδυνατεῖν ποιεῖν(「あるいは行なうことができないこと」)が並列されている。

  2. 2.15.63ὧν εἰ μὴ μετέχειν βουληθείημεν ... ἁμαρτησόμεθα, μᾶλλον δὲ ἀδικήσομεν

    関係代名詞 ὧν の先行詞は直前の「教育への専念」と「戒めへの服従」。条件節(εἰ+希求法 βουληθείημεν)に主節(直説法未来 ἁμαρτησόμεθα / ἀδικήσομεν)が続く混合条件文。潜在的な仮定から生じる必然的・断定的な結果を未来形で強調している。

  3. 2.15.67ἀκήκοα δ’ ἔγωγε σοφοῦ τὰ τοιαῦτα ἀνδρὸς ... λέγοντος

    動詞 ἀκούω は知覚の対象・情報源として属格をとるため、人を示す σοφοῦ ... ἀνδρὸς およびその修飾分詞 λέγοντος が属格となっている。中性対格複数 τὰ τοιαῦτα は「そのような事柄について」を表す限定の対格。分詞 λέγοντος の補文は二重対格(名詞+述語)の構造をとり、βουλὴν μὲν ἀσεβῶν τὰ ἔθνη(「悪しき者の謀を異邦人と」)のように解釈内容を並列している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.15.62-2.15.67