- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.21.139-1.21.141
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者はアウグストゥスからコモドゥス帝に至るローマ帝政期の年代や諸史家の異説を列挙したのち、聖書に基づくアダムから諸帝国・ローマ時代に至る年代区分と、デメトリオスやエウポレモスらによる年代計算を詳述する。
ἐντεῦθεν ἐπὶ τὴν Αὐγούστου νίκην, ὅτε Ἀντώνιος ἀπέσφαξεν ἑαυτὸν ἐν Ἀλεξανδρείᾳ, ἔτη διακόσια ἐνενήκοντα τέσσαρα, ὅτε ὑπάτευεν Αὔγουστος τὸ τέταρτον.1 ἀφ’ οὗ χρόνου ἐπὶ τὸν ἀγῶνα, ὅν ἔθηκε Δομετιανὸς ἐν Ῥώμῃ, ἔτη ἑκατὸν δεκατέσσαρα, ἀπὸ δὲ τοῦ πρώτου ἀγῶνος ἐπὶ τὴν Κομόδου τελευτὴν ἔτη ἑκατὸν ἕνδεκα. Εἰσὶ δὲ οἵ ἀπὸ Κέκροπος μὲν ἐπὶ Ἀλέξανδρον τὸν Μακεδόνα συνάγουσιν ἔτη χίλια † ὀκτακόσια εἴκοσι ὀκτώ, ἀπὸ δὲ Δημοφῶντος χίλια διακόσια πεντήκοντα, καὶ ἀπὸ Τροίας ἁλώσεως ἐπὶ τὴν Ἡρακλειδῶν κάθοδον ἔτη ἑκατὸν εἴκοσι ἢ ἑκατὸν ὀγδοήκοντα. ἀπὸ τούτου ἐπὶ Εὐαίνετον ἄρχοντα,2 ἐφ’ οὗ φασιν Ἀλέξανδρον εἰς τὴν Ἀσίαν διαβῆναι, ὡς μὲν Φανίας ἔτη ἑπτακόσια δεκαπέντε, ὡς δὲ Ἔφορος ἑπτακόσια τριάκοντα πέντε, ὡς δὲ Τίμαιος καὶ Κλείταρχος ὀκτακόσια εἴκοσι, ὡς δὲ Ἐρατοσθένης ἑπτακόσια ἑβδομήκοντα, ὡς δὲ Δοῦρις ἀπὸ Τροίας ἁλώσεως ἐπὶ τὴν Ἀλεξάνδρου εἰς Ἀσίαν διάβασιν ἔτη χίλια. ἐντεῦθεν ἐπὶ † Εὐαίνετον τὸν Ἀθήνησιν ἄρχοντα, ἐφ’ οὗ θνῄσκει Ἀλέξανδρος, ἔτη ια΄. ἐντεῦθεν ἐπὶ τὴν ἡγεμονίαν Γερμανικοῦ Κλαυδίου Καίσαρος ἔτη τριακόσια ἑξήκοντα πέντε, ἀφ’ οὗ χρόνου δῆλα γίνεται καὶ τὰ ἐπὶ τὴν Κομόδου τελευτὴν ἔτη ὅσα γε συνάγεται.
そこから、アントニウスがアレクサンドレイアで自害したアウグストゥスの勝利までは二百九十四年であり、そのときアウグストゥスは四度目の執政官を務めていた。その時からドミティアヌスがローマで創始した競技会までは百十四年であり、第一回競技会からコモドゥスの死までは百十一年である。 また、ケクロプスからマケドニアのアレクサンドロスまでを合計千八百二十八年とし、デモポオンからは千二百五十年、トロイア陥落からヘラクレイダイの帰還までは百二十年あるいは百八十年とする者たちもいる。この帰還から、アレクサンドロスがアジアへ渡海したとされる執政名祖アルコンたるエウアイネトスまでは、パニアスによれば七百十五年、エポロスによれば七百三十五年、ティマイオスとクレイタルコスによれば八百二十年、エラトステネスによれば七百七十年であり、ドゥリスによればトロイア陥落からアレクサンドロスのアジア渡海までが千年である。そこから、アレクサンドロスが没したアテナイのアルコンたるエウアイネトスまでは十一年である。そこからゲルマニクス・クラウディウス・カエサルの治世までは三百六十五年であり、この時からコモドゥスの死までの年数も、合算される限りにおいて明らかとなる。
Μετὰ δὲ τὰ Ἑλληνικὰ καὶ ἀπὸ τῶν κατὰ τοὺς βαρβάρους χρόνων ἀποδοτέον3 κατὰ τὰ μέγιστα διαστήματα. ἀπὸ μὲν Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ συνάγεται ἔτη δισχίλια ἑκατὸν τεσσαράκοντα ὀκτὼ ἡμέραι τέσσαρες, ἀπὸ δὲ Σὴμ ἕως Ἀβραὰμ ἔτη χίλια διακόσια ν΄, ἀπὸ δὲ Ἰσαὰκ ἕως τῆς κληροδοσίας ἔτη ἑξακόσια δέκα ἕξ. ἔπειτα ἀπὸ κριτῶν ἕως Σαμουὴλ ἔτη τετρακόσια ἑξήκοντα τρία μῆνες ἑπτά. καὶ μετὰ τοὺς κριτὰς βασιλειῶν ἔτη πεντακόσια ἑβδομήκοντα δύο μῆνες ἕξ ἡμέραι δέκα. μεθ’ οὕς χρόνους Περσικῆς βασιλείας ἔτη διακόσια τριάκοντα πέντε, ἔπειτα τῆς Μακεδονικῆς ἕως Ἀντωνίου ἀναιρέσεως ἔτη τριακόσια δώδεκα ἡμέραι δεκαοκτώ. μεθ’ ὃν χρόνον ἡ Ῥωμαίων βασιλεία ἕως τῆς Κομόδου τελευτῆς ἔτη διακόσια εἴκοσι δύο. πάλιν τε αὖ ἀπὸ τῆς ἑβδομηκονταετοῦς αἰχμαλωσίας καὶ τῆς τοῦ λαοῦ εἰς πατρῴαν γῆν ἀποκαταστάσεως εἰς τὴν αἰχμαλωσίαν τὴν ἐπὶ Οὐεσπεσιανοῦ ἔτη συνάγεται τετρακόσια δέκα, τελευταῖα δὲ ἀπὸ Οὐεσπεσιανοῦ ἕως τῆς Κομόδου τελευτῆς εὑρίσκεται ἔτη ἑκατὸν εἴκοσι ἕν μῆνες ἕξ ἡμέραι εἴκοσι τέσσαρες.
ギリシアの事柄に次いで、異民族の年代からも主要な期間に従って提示しなければならない。アダムから洪水までは合計二千百四十八年と四日、セムからアブラハムまでは千二百五十年、イサクから嗣業の分配までは六百十六年である。次いで士師たちからサムエルまでは四百六十三年と七か月である。そして士師たちののち、諸王の統治は五百七十二年と六か月十日である。この時代に続いてペルシア王国の統治が二百三十五年、次いでマケドニア王国の統治がアントニウスの殺害まで三百十二年と十八日である。この時代に続いてローマ人の支配がコモドゥスの死まで二百二十二年である。またさらに、七十年の捕囚と民の父祖の地への復帰からウェスパシアヌスの時代の捕囚までは、合計四百十年となり、最後にウェスパシアヌスからコモドゥスの死までは、百二十一年と六か月二十四日と知られる。
Δημήτριος δέ φησιν ἐν τῷ Περὶ τῶν ἐν τῇ Ἰουδαίᾳ βασιλέων τὴν Ἰούδα φυλὴν καὶ Βενιαμεὶν καὶ Λευὶ μὴ αἰχμαλωτισθῆναι ὑπὸ τοῦ Σεναχηρείμ, ἀλλ’ εἶναι4 ἀπὸ τῆς αἰχμαλωσίας ταύτης εἰς τὴν ἐσχάτην, ἥν ἐποιήσατο Ναβουχοδονόσορ ἐξ Ἱεροσολύμων, ἔτη ἑκατὸν εἴκοσι ὀκτὼ μῆνας ἕξ. ἀφ’ οὗ δὲ αἱ φυλαὶ αἱ δέκα ἐκ Σαμαρείας αἰχμάλωτοι γεγόνασιν ἕως Πτολεμαίου τετάρτου ἔτη πεντακόσια ἑβδομήκοντα τρία μῆνας ἐννέα, ἀφ’ οὗ δὲ ἐξ Ἱεροσολύμων ἔτη τριακόσια τριάκοντα ὀκτὼ μῆνας τρεῖς. Φίλων δὲ καὶ αὐτὸς ἀνέγραψε τοὺς βασιλεῖς τοὺς Ἰουδαίων διαφώνως τῷ Δημητρίῳ. ἔτι δὲ καὶ Εὐπόλεμος ἐν τῇ ὁμοίᾳ πραγματείᾳ τὰ πάντα ἔτη φησὶν ἀπὸ Ἀδὰμ ἄχρι τοῦ πέμπτου ἔτους Δημητρίου βασιλείας Πτολεμαίου τὸ δωδέκατον βασιλεύοντος Αἰγύπτου συνάγεσθαι ἔτη ερμθ΄. ἀφ’ οὗ δὲ χρόνου ἐξήγαγε Μωυσῆς τοὺς Ἰουδαίους ἐξ Αἰγύπτου ἐπὶ τὴν προειρημένην προθεσμίαν συνάγεσθαι ἔτη χίλια πεντακόσια ὀγδοήκοντα. ἀπὸ δὲ τοῦ χρόνου τούτου ἄχρι τῶν ἐν Ῥώμῃ ὑπάτων Γναίου Δομετίου καὶ Ἀσινίου συναθροίζεται ἔτη ἑκατὸν εἴκοσι.
他方、デメトリオスは『ユダヤの王たちについて』において、ユダ部族、ベニヤミン部族、レビ部族はセンナケレイムによって捕囚とされず、この捕囚からネブカドネザルがエルサレムから行った最後の捕囚までは百二十八年と六か月であると述べている。また、サマリアから十部族が捕囚となってからプトレマイオス四世までは五百七十三年と九か月であり、エルサレムから捕囚となってからは三百三十八年と三か月である。 ピロン自身もデメトリオスとは異なる計算でユダヤの諸王を記録した。さらにまたエウポレモスも同様の著作において、アダムからデメトリオスの統治第五年、すなわちプトレマイオスがエジプトを統治して第十二年に至るまでの全年間は五千百四十九年と合算されると述べている。そしてモーセがユダヤ人をエジプトから導き出した時から上記の期日までは千五百八十年と合算される。さらにこの時からローマの執政官グナエウス・ドミティウスとアシニウスに至るまでは百二十年と集計される。
- 1.21.139ὅτε ὑπάτευεν Αὔγουστος τὸ τέταρτον
τὸ τέταρτον は副詞的対格(adverbial accusative)で、「四度目に」「第四回目の(執政官として)」の意。アウグストゥスの通算執政官就任回数を表す。
- 1.21.139ἀπὸ τούτου ἐπὶ Εὐαίνετον ἄρχοντα
前文の「ヘラクレイダイの帰還」(ἐπὶ τὴν Ἡρακλειδῶν κάθοδον)を先行事象として受ける指示代名詞中性属格 τούτου からの期間を示し、以後の各史家の説(ὡς μὲν... ὡς δὲ...)において主動詞 συνάγεται や ἐστί が共通して省略されている構造。
- 1.21.140ἀποδοτέον
中性単数の動形容詞(verbal adjective)による非人称構文で、義務・必然(「〜しなければならない」)を表す。能動の δεῖ ἀποδιδόναι に相当し、ここでは論述を展開する著者の意向を示している。
- 1.21.141τὴν Ἰούδα φυλὴν καὶ Βενιαμεὶν καὶ Λευὶ μὴ αἰχμαλωτισθῆναι ὑπὸ τοῦ Σεναχηρείμ, ἀλλ’ εἶναι
φησίν に支配される間接話法・対格不定詞構文。伝達動詞 φημί の補文否定には通例 οὐ が用いられるが、ここでは強調または主観的判断の伝達により μή が用いられている。ἀλλ' εἶναι の主語は意味上後続の数値・期間(ἔτη...)である。
