← アレクサンドリアのクレメンス

ストロマテイス

§1.21.122-1.21.125

バビロン捕囚から神殿再建までの年代とダニエルの預言

バビロン捕囚から神殿再建に至る預言者や指導者たちの歴史的系譜を概観し、モーセおよびダビデ以来の年代計算を示した上で、ダニエル書の「七十週」の預言が成就したことを詳述している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.21.122

Ἐν δὲ τῷ δωδεκάτῳ ἔτει τῆς Σεδεκίου βασιλείας Ναβουχοδονόσορ πρὸ τῆς Περσῶν ἡγεμονίας ἔτεσιν ἑβδομήκοντα1 ἐπὶ Φοίνικας καὶ Ἰουδαίους ἐστράτευσεν, ὥς φησι Βήρωσσος ἐν ταῖς Χαλδαϊκαῖς ἱστορίαις. Ἰόβας δὲ περὶ Ἀσσυρίων γράφων ὁμολογεῖ τὴν ἱστορίαν παρὰ Βηρώσσου εἰληφέναι, μαρτυρῶν τὴν ἀλήθειαν τἀνδρί. ὁ τοίνυν Ναβουχοδονόσορ τυφλώσας τὸν Σεδεκίαν εἰς Βαβυλῶνα ἀπάγει καὶ τὸν λαὸν πάντα μετοικίζει (καὶ γίνεται ἡ αἰχμαλωσία ἐπὶ ἔτη ἑβδομήκοντα) πλὴν ὀλίγων, οἳ εἰς Αἴγυπτον κατέφυγον. προφητεύουσι δὲ καὶ ἐπὶ Σεδεκίου ἔτι Ἱερεμίας καὶ Ἀμβακούμ, ἐν δὲ τῷ πέμπτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐν Βαβυλῶνι προφητεύει Ἰεζεκιήλ, μεθ’ ὃν Ναοὺμ ὁ προφήτης, ἔπειτα Δανιήλ, πάλιν αὖ μετὰ τοῦτον προφητεύουσιν Ἀγγαῖος καὶ Ζαχαρίας ἐπὶ Δαρείου τοῦ πρώτου ἔτη δύο, μεθ’ ὃν ὁ ἐν τοῖς δώδεκα Ἄγγελος.2

ゼデキヤの王治第十二年に、ネブカドネザルはペルシア人の支配の七十年前、フェニキア人およびユダヤ人に対して遠征した。これはベロッソスが『カルデア史』で述べている通りである。ユバもまた『アッシリア史』を記すにあたって、その男の真実性を証言しつつ、ベロッソスから歴史を受け継いだと告白している。それゆえ、そのネブカドネザルはゼデキヤを盲目にしてバビロンへと連れ去り、エジプトへと逃亡した少数の者たちを除き、すべての民を移住させた(そして七十年にわたる捕囚が生じる)。またゼデキヤの時代にもなおエレミヤとハバククが預言し、彼の王治第五年にはバビロンにおいてエゼキエルが預言し、彼の後には預言者ナホム、次いでダニエルが、さらにこの後に再びハガイとゼカリヤがダレイオス一世の時代に二年間預言し、その後には十二小預言書中の「使者」(マラキ)が預言する。

§1.21.123

μετὰ δὲ Ἀγγαῖον καὶ Ζαχαρίαν Νεεμίας ὁ ἀρχιοινοχόος Ἀρταξέρξου, υἱὸς δὲ Ἀχηλὶ τοῦ Ἰσραηλίτου, οἰκοδομεῖ τὴν πόλιν Ἱερουσαλὴμ καὶ τὸν νεὼν ἐπισκευάζει. ἐν τῇ αἰχμαλωσίᾳ ταύτῃ γίνεται Ἐσθὴρ καὶ Μαρδοχαῖος, οὗ φέρεται βιβλίον ὡς καὶ τὸ τῶν Μακκαβαϊκῶν. κατὰ τὴν αἰχμαλωσίαν ταύτην τῇ εἰκόνι λατρεῦσαι μὴ θελήσαντες Μισαὴλ Ἀνανίας τε καὶ Ἀζαρίας εἰς κάμινον ἐμβληθέντες πυρὸς δἰ ἐπιφανείας ἀγγέλου σῴζονται. τότε διὰ δράκοντα Δανιὴλ εἰς λάκκον λεόντων βληθεὶς ὑπὸ Ἀμβακοὺμ προνοίᾳ θεοῦ τραφεὶς ἑβδομαῖος ἀνασῴζεται. ἐνταῦθα καὶ τὸ σημεῖον ἐγένετο Ἰωνᾶ, καὶ Τωβίας διὰ Ῥαφαὴλ τοῦ ἀγγέλου Σάρραν ἄγεται γυναῖκα, τοῦ δαίμονος αὐτῆς ἑπτὰ τοὺς πρώτους μνηστῆρας ἀνελόντος, καὶ μετὰ τὸν γάμον Τωβίου ὁ πατὴρ αὐτοῦ Τωβὶτ ἀναβλέπει.

ハガイとゼカリヤの後には、アルタクセルクセスの献酌官長であり、イスラエル人アケリの息子であるネヘミヤが、エルサレムの町を建築し神殿を修復する。この捕囚の間にエステルとモルデカイが現れ、マカバイ記の書と同様にモルデカイの書も伝えられている。この捕囚の間に、像を拝することを望まなかったミサエル、アナニア、アザリアは火の炉に投げ込まれたが、御使いの現われによって救われる。そのときダニエルは竜のゆえに獅子の洞窟へ投げ込まれたが、神の配慮によってハバククにより養われ、七日目に救出される。この時期にヨナの徴も起こり、またトビアは御使いラファエルによってサラを妻に娶る。彼女の悪霊が最初の七人の求婚者を殺していたのである。そしてトビアの婚礼の後、その父トビトは視力を回復する。

§1.21.124

ἐνταῦθα Ζοροβάβελ σοφίᾳ νικήσας τοὺς ἀνταγωνιστὰς τυγχάνει παρὰ Δαρείου ὠνησάμενος3 ἀνανέωσιν Ἱερουσαλὴμ καὶ μετὰ Ἔσδρα εἰς τὴν πατρῴαν γῆν ἀναζεύγνυσι· δἰ ὃν γίνεται ἡ ἀπολύτρωσις τοῦ λαοῦ καὶ ὁ τῶν θεοπνεύστων ἀναγνωρισμὸς καὶ ἀνακαινισμὸς λογίων καὶ τὸ σωτήριον ἄγεται πάσχα καὶ λύσις ὀθνείας ἐπιγαμβρείας. προκεκηρύχει δὲ καὶ Κῦρος τὴν Ἑβραίων ἀποκατάστασιν, τελεσθείσης δὲ ἐπὶ Δαρείου τῆς ὑποσχέσεως ἡ τῶν ἐγκαινίων ἄγεται ἑορτή, καθὼς καὶ ἐπὶ τῆς σκηνῆς. καὶ γίνεται τὰ πάντα ἔτη σὺν τοῖς τῆς αἰχμαλωσίας μέχρι τῆς ἀποκαταστάσεως τοῦ λαοῦ ἀπὸ μὲν τῆς Μωυσέως γενέσεως ἔτη χίλια ἑκατὸν νε΄ μῆνες ἓξ ἡμέραι δέκα, ἀπὸ δὲ τῆς Δαβὶδ βασιλείας ἔτη, ὡς μέν τινες, πεντακόσια πεντήκοντα δύο, ὡς δὲ ἀκριβέστερον, πεντακόσια ἑβδομήκοντα δύο μῆνες ἓξ ἡμέραι δέκα.

ここでゼルバベルは知恵によって敵対者たちに打ち勝ち、ダレイオスからエルサレムの復興を勝ち取って、エズラとともに父祖の地へと帰還する。彼によって民の贖い、神感による神託の再認識と更新がなされ、救いの過越祭が祝われ、異邦の婚姻が解消される。キュロスもまたヘブライ人の復帰を前もって布告していたが、その約束がダレイオスの時代に果たされると、幕屋の時のように奉献の祭りが祝われる。そして捕囚の期間を含め、民の復帰に至るまでの全年月は、モーセの誕生から数えると千百五十五年六か月十日であり、ダビデの治世から数えると、ある人々によれば五百五十二年、より精確には五百七十二年六か月十日となる。

§1.21.125

Πεπλήρωται τοίνυν ἐκ τῆς αἰχμαλωσίας τῆς ἐπὶ Ἱερεμίου τοῦ προφήτου εἰς Βαβυλῶνα γενομένης τὰ ὑπὸ Δανιὴλ τοῦ προφήτου εἰρημένα οὕτως ἔχοντα· ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρτίαν,4 καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ τοῦ ἀπαλεῖψαι τὰς ἀδικίας, καὶ τοῦ ἐξιλάσασθαι καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων. καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκρίνασθαι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο, καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεία καὶ τεῖχος, καὶ κενωθήσονται οἱ καιροί. καὶ μετὰ τὰς ἑξήκοντα δύο ἑβδομάδας ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν αὐτῷ. καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ· ἐκκοπήσονται ἐν κατακλυσμῷ· καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς. καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία· καὶ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδή· καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. καὶ ἥμισυ τῆς ἑβδομάδος καταπαύσει θυμίαμα θυσίας καὶ πτερυγίου ἀφανισμοῦ ἕως συντελείας καὶ σπουδῆς τάξιν ἀφανισμοῦ.

それゆえ、預言者エレミヤの時代にバビロンへ生じた捕囚から、預言者ダニエルによって語られた次のような事柄が成就したのである。 「あなたの民と聖なる都の上に、罪が完了し、過ちが封印され、不義が拭い去られ、贖いがなされ、永遠の義がもたらされ、幻と預言者が封印され、至聖所(いと聖なる者)に油が注がれるために、七十週が定められた。それゆえあなたは知り、かつ悟りなさい。エルサレムを答え(再建を命じ)かつ建築せよとの言葉の発出から、指導者なる受油者(メシア)に至るまで、七週と六十二週がある。そして広場と城壁は立ち返って築かれ、時代は空にされるであろう。そして六十二週ののち、油注ぎは断たれ、彼には何の咎(罪定め)もない。そして都と聖所を、来るべき指導者とともに彼は滅ぼすであろう。彼らは洪水のうちに、そして荒廃によって定められた戦争の終わりまで絶たれるであろう。そして一週の間、多くの者に対して契約を固めるであろう。そしてその週の半ばに私の犠牲と灌祭は除き去られ、神殿の上には荒廃をもたらす憎むべきものが立ち、時が満ちるまで、荒廃の上に終わりが下されるであろう。そしてその週の半ばに、彼は犠牲の薫香と荒廃の翼を休止させ、終末と熱望された荒廃の定めへと至らしめる」。

構文注4 件
  1. 1.21.122πρὸ τῆς Περσῶν ἡγεμονίας ἔτεσιν ἑβδομήκοντα

    与格の名詞句 ἔτεσιν ἑβδομήκοντα は、前置詞句 πρὸ τῆς Περσῶν ἡγεμονίας(ペルシア人の支配の前に)に伴う「差の程度を表す与格(dative of degree of difference)」である。「ペルシア支配の70年前に」の意。

  2. 1.21.122ὁ ἐν τοῖς δώδεκα Ἄγγελος

    Ἄγγελος は固有名詞的(ヘブライ語「マラキ」=使者 の逐語訳)に用いられており、ἐν τοῖς δώδεκα(十二小預言書において)が修飾している。「十二小預言書の中のマラキ(使者)」を指す。

  3. 1.21.124τυγχάνει παρὰ Δαρείου ὠνησάμενος

    動詞 τυγχάνω が完了分詞またはアオリスト分詞を伴う構文。「ダレイオスから…を(願いによって/知恵によって)買い取る・獲得することを得た/成功した」を意味する。

  4. 1.21.125τοῦ συντελεσθῆναι ἁμαρτίαν

    定冠詞属格 τοῦ + 不定詞 συντελεσθῆναι(受動アオリスト)の連続は、七十人訳聖書(ダニエル書9:24)の文体をそのまま踏襲した目的(または結果)を表す構文である。後続する τοῦ σφραγίσαι, τοῦ ἀπαλεῖψαι なども並列して七十週が定められた目的を示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.21.122-1.21.125