- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.13.57-1.13.58
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
真理は一つであるが諸学派がその断片を奪い合って全体と主張していると述べ、分割された知を統合して全体像を把握する者こそが真の知者(グノーシス的知識者)であると論じて聖書の証言を挙げる。
Μιᾶς τοίνυν οὔσης τῆς ἀληθείας (τὸ γὰρ ψεῦδος μυρίας ἐκτροπὰς ἔχει), καθάπερ αἱ βάκχαι τὰ τοῦ Πενθέως διαφορήσασαι μέλη αἱ τῆς φιλοσοφίας τῆς τε βαρβάρου τῆς τε Ἑλληνικῆς αἱρέσεις, ἑκάστη ὅπερ ἔλαχεν ὡς πᾶσαν αὐχεῖ τὴν ἀλήθειαν·1 φωτὸς δ’, οἶμαι, ἀνατολῇ πάντα φωτίζεται. ξύμπαντες οὖν Ἕλληνές τε καὶ βάρβαροι, ὅσοι τἀληθοῦς ὠρέχθησαν, οἳ μὲν οὐκ ὀλίγα, οἳ δὲ μέρος τι, εἴπερ ἄρα, τοῦ τῆς ἀληθείας λόγου ἔχοντες ἂν δειχθεῖεν.2 ὁ γοῦν αἰὼν τοῦ χρόνου τὸ μέλλον καὶ τὸ ἐνεστός, ἀτὰρ δὴ καὶ τὸ παρῳχηκὸς ἀκαριαίως συνίστησι, πολὺ δὲ πλέον δυνατωτέρα τοῦ αἰῶνος ἡ ἀλήθεια συναγαγεῖν τὰ οἰκεῖα σπέρματα, κἂν εἰς τὴν ἀλλοδαπὴν ἐκπέσῃ γῆν. πάμπολλα γὰρ τῶν παρὰ ταῖς αἱρέσεσι δοξαζομένων εὕροιμεν ἄν (ὅσαι μὴ τέλεον ἐκκεκώφηνται μηδὲ ἐξετμήθησαν τὴν φυσικὴν ἀκολουθίαν, καθάπερ τὸν ἄνδρα αἱ γυναικωνίτιδες ἀποκοψάμεναι τὸν λόγον),3 εἰ καὶ ἀλλήλοις ἀνόμοια εἶναι δοκεῖ, τῷ γένει γε καὶ ὅλῃ τῇ ἀληθείᾳ ὁμολογοῦντα· ἢ γὰρ ὡς μέλος ἢ ὡς μέρος ἢ ὡς εἶδος ἢ ὡς γένος εἰς ἕν συνάπτεται. ἤδη δὲ καὶ ἡ ὑπάτη ἐναντία τῇ νεάτῃ οὖσα. ἀλλ’ ἄμφω γε ἁρμονία μία, ἔν τε ἀριθμοῖς ὁ ἄρτιος τῷ περιττῷ διαφέρεται, ὁμολογοῦσι δὲ ἄμφω τῇ ἀριθμητικῇ, ὡς τῷ σχήματι ὁ κύκλος καὶ τὸ τρίγωνον καὶ τὸ τετράγωνον καὶ ὅσα τῶν σχημάτων ἀλλήλων διενήνοχεν. ἀτὰρ καὶ ἐν τῷ κόσμῳ παντὶ τὰ μέρη σύμπαντα, κἂν διαφέρηται πρὸς ἄλληλα, τὴν πρὸς τὸ ὅλον οἰκειότητα διαφυλάττει. οὕτως οὖν ἥ τε βάρβαρος ἥ τε Ἑλληνικὴ φιλοσοφία τὴν ἀίδιον ἀλήθειαν σπαραγμόν τινα, οὐ τῆς Διονύσου μυθολογίας, τῆς δὲ τοῦ λόγου τοῦ ὄντος ἀεὶ θεολογίας πεποίηται.4 ὁ δὲ τὰ διῃρημένα συνθεὶς αὖθις καὶ ἑνοποιήσας τέλειον τὸν λόγον ἀκινδύνως εὖ ἴσθ’ ὅτι κατόψεται τὴν ἀλήθειαν.
したがって、真理は一つであるのに対して(偽りは無数の逸脱をもっているからである)、あたかもバッカイたちがペンテウスの肢体を八つ裂きにしたように、異民族の哲学およびギリシアの哲学の諸分派は、おのおのが手に入れたものを全体の真理であると誇っている。しかし、光が昇ることによって万物が照らされると私は考える。それゆえ、真理を熱望したギリシア人および異民族のすべての者は、ある者は少なからぬ部分を、またある者は真理のロゴスのほんの一部を、もしそうであるとしても、持っていることが示されうるであろう。実際、永遠は時間の未来と現在、さらに過去をも一瞬のうちに成立させるが、真理は自らに固有の種子を、〔それが〕異国の地に落ちたとしても集めることにおいて、永遠よりもはるかに強力である。というのも、諸分派の間で信奉されている事柄のきわめて多くは(完全に耳が聞こえなくなったり、女部屋の女たちが男を去勢するようにロゴスを断ち切って自然な連関を絶ち切られたりしていない分派について言えば)、互いに似ていないように思われるとしても、類において、また全体の真理と一致しているのを私たちが見出しうるからである。なぜなら、肢体としてであれ、部分としてであれ、種(エイドス)としてであれ、類(ゲノス)としてであれ、一つのものへと結合されるからである。現に最低音(ヒュパテー)は最高音(ネアテー)に対して反対であるが、両者は一つの調和であり、数において偶数は奇数と異なるが、両者は算術と一致しており、それは図形において円や三角形や四角形、および互いに異なっているあらゆる幾何学的図形がそうであるのと同様である。さらに全宇宙においてもあらゆる部分は、互いに異なっていたとしても、全体に対する親和性を保っている。このようにして、異民族の哲学もギリシアの哲学も、ディオニュソスの神話の八つ裂きではなく、永遠に存在するロゴスの神学の八つ裂きを、永遠の真理に対して行ってきたのである。しかし、分割されたものを再び統合し、ロゴスを完全な一つのものとした者は、安全に真理を見通すであろうことをよく知るがよい。
γέγραπται γοῦν ἐν τῷ Ἐκκλησιαστῇ· καὶ προσέθηκα σοφίαν ἐπὶ πᾶσιν, οἳ δὴ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ· καὶ ἡ καρδία μου εἶδεν πολλά, σοφίαν καὶ γνῶσιν, παραβολὰς καὶ ἐπιστήμην ἔγνων. ὅτι καί γε τοῦτό ἐστι προαίρεσις πνεύματος, ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως. ὁ δὲ τῆς παντοδαπῆς σοφίας ἔμπειρος, οὗτος κυρίως ἂν εἴη γνωστικός. αὐτίκα γέγραπται· περισσεία γνώσεως τῆς σοφίας ζωοποιήσει τὸν παρ’ αὐτῆς. πάλιν τε αὖ βεβαιοῖ σαφέστερον τὰ εἰρημένα ἥδε ἡ ῥῆσις· πάντα ἐνώπια τοῖς νοοῦσι (τὰ δὲ πάντα Ἑλληνικά ἐστι καὶ βαρβαρικά, θάτερα δὲ οὐκέτι πάντα), ὀρθὰ δὲ τοῖς βουλομένοις ἀπενέγκασθαι αἴσθησιν. ἀνθαιρεῖσθε παιδείαν καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον, ἀνθαιρεῖσθε δὲ καὶ αἴσθησιν χρυσίου καθαροῦ· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς.
現に『コヘレトの言葉』にこう記されている。 「そして私は、エルサレムで私の前にいたすべての者にまさって知恵を増し加えた。そして私の心は多くのことを見、私は知恵と知識、譬えと学問を知った。これもまた霊の志向であり、多くの知恵のうちに多くの知識があるからである。」 また、あらゆる種類の知恵に通じた者こそが、本来の意味で知者(グノーシス的知識を持つ者)であろう。ただちにこう記されている。 「知恵の知識の豊かさは、彼女(知恵)のもとにいる者を生かすであろう。」 さらにまた、この言葉が述べられた事柄をより明白に確証している。 「理解する者たちにはすべてが明白であり」(そして「すべて」とはギリシアのものと異民族のものであり、一方だけではもはや「すべて」ではない)、「分別を獲得しようと望む者たちには正しい。あなたがたは銀ではなく教養を、精錬された金にまさって知識を選び取り、純金にまさって分別を選び取れ。知恵は高価な石にまさり、すべての尊いものもそれに値しないからである。」
- 1.13.57καθάπερ αἱ βάκχαι τὰ τοῦ Πενθέως διαφορήσασαι μέλη αἱ τῆς φιλοσοφίας τῆς τε βαρβάρου τῆς τε Ἑλληνικῆς αἱρέσεις, ἑκάστη ὅπερ ἔλαχεν ὡς πᾶσαν αὐχεῖ τὴν ἀλήθειαν
構文の骨格は、比喩節 καθάπερ... μέλη の後に主文の主語 αἱ... αἱρέσεις が置かれ、後続の ἑκάστη(単数主語)によって各個配分的に言い換えられた上で述語動詞 αὐχεῖ が導かれる倒置・配分同格(partitive apposition)の構造。αἱ... αἱρέσεις は複数主語であるが、述語動詞 αὐχεῖ は ἑκάστη に一致して三人称単数となっている。
- 1.13.57οἳ μὲν οὐκ ὀλίγα, οἳ δὲ μέρος τι, εἴπερ ἄρα, τοῦ τῆς ἀληθείας λόγου ἔχοντες ἂν δειχθεῖεν
δειχθεῖεν ἄν(希求法+ἄν、潜在的表現)に補充分詞 ἔχοντες が結合した受動構文。「〜を持っていることが示されうるだろう」。先行する ξύμπαντες... Ἕλληνές τε καὶ βάρβαροι を οἳ μὲν ... οἳ δὲ ... が部分同格として受けており、οὐκ ὀλίγα と μέρος τι が分詞 ἔχοντες の直接目的語、τοῦ τῆς ἀληθείας λόγου がその全体属格(partitive genitive)として機能している。
- 1.13.57καθάπερ τὸν ἄνδρα αἱ γυναικωνίτιδες ἀποκοψάμεναι τὸν λόγον
比喩部 καθάπερ τὸν ἄνδρα αἱ γυναικωνίτιδες と、学派の行為を示す分詞句 ἀποκοψάμεναι τὸν λόγον が交錯した結合。ἀποκόπτω は中間態で「自ら断ち切る・去勢する」を意味し、τὸν ἄνδρα(男を)と τὸν λόγον(言・理性・ロゴスを)が対応関係にある。ここでは多重対格的に、男をその男らしさから切り離すように「ロゴスを切り取ってしまった」という含意を持つ。
- 1.13.57τὴν ἀίδιον ἀληθειαν σπαραγμόν τινα, οὐ τῆς Διονύσου μυθολογίας, τῆς δὲ τοῦ λόγου τοῦ ὄντος ἀεὶ θεολογίας πεποίηται
動詞 πεποίηται は二重対格(対格+述語対格)を取り、τὴν ἀίδιον ἀλήθειαν が直接目的語、σπαραγμόν τινα が述語(「永遠の真理を一種の八つ裂きにしてしまった」)。後続の属格句(οὐ τῆς Διονύσου μυθολογίας, τῆς δὲ τοῦ λόγου... θεολογίας)は σπαραγμόν を修飾する性質・内容の属格。
