- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:7.3.1-7.3.11
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ティルス攻略に難渋しペルシア王の接近を恐れたエジプト王が撤退を諮るが、カイレアスは猛反対して志願兵とともに戦う意志を示す。許可を得たカイレアスは陣中からギリシア人三百名を選抜して鼓舞し、推戴されてその指揮官となる。
Πάντων οὖν τῶν πέριξ ἑαλωκότων μόνοι Τύριοι τῶν Αἰγυπτίων κατεφρόνουν, τὴν εὔνοιαν καὶ πίστιν τῷ Πέρσῃ φυλάττοντες. Ἐπὶ τούτῳ δυσχεραίνων ὁ Αἰγύπτιος συνήγαγε βουλήν. Τότε πρῶτον Χαιρέαν παρεκάλεσεν εἰς τὸ συμβούλιον καὶ ἔλεξεν ὧδε “Ἄνδρες σύμμαχοι, δούλους γὰρ οὐκ ἂν εἴποιμι τοὺς φίλους, ὁρᾶτε τὴν ἀπορίαν ὅτι ὥσπερ ναῦς ἐπὶ πολὺ εὐπλοήσασα ἐναντίῳ ἀνέμῳ λαμβανόμεθα1 καὶ Τύρος ἡ παγχάλεπος κατέχει σπεύδοντας ἡμᾶς· ἐπείγεται δὲ καὶ βασιλεύς, ὡς πυνθανόμεθα. Τί οὖν χρὴ πράττειν; οὔτε γὰρ ἑλεῖν Τύρον ἔνεστιν, οὔτε ὑπερβῆναι, καθάπερ δὲ τεῖχος ἐν μέσῳ κειμένη τὴν Ἀσίαν ἡμῖν πᾶσαν ἀποκλείει. Δοκεῖ δέ μοι τὴν ταχίστην ἐντεῦθεν ἀπιέναι, πρὶν ἢ τὴν Περσῶν δύναμιν τοῖς Τυρίοις προσγενέσθαι.
周囲の全土が陥落した中で、ティルス人のみがエジプト人を軽蔑し、ペルシア王への好意と忠誠を守り続けていた。これに業を煮やしたエジプト王は軍議を招集した。そのとき初めてカイレアスを評議会に招き、次のように言った。「同盟の勇士たちよ――友を奴隷とは呼ばぬゆえに――諸君もこの窮状を見ている通り、我らは順風に乗って長く航行した船のごとく逆風に捕らえられており、甚だ厄介なティルスが、先を急ぐ我らを引き留めている。しかも我らの聞き及ぶところでは、ペルシア王も進軍を急いでいる。ではどうすべきか。ティルスを攻略することもできず、通り過ぎることもできない。中央に立ちはだかる城壁のごとく、アジア全土を我らから遮断しているからだ。私には、ペルシアの軍勢がティルス軍に合流する前に、一刻も早くここを立ち去るのが得策と思われる。
Κίνδυνος δὲ καταληφθεῖσιν ἡμῖν2 ἐν τῇ πολεμίᾳ. Τὸ δὲ Πηλούσιον ὀχυρόν, ἔνθα οὔτε Τυρίους οὔτε Μήδους οὔτε πάντας ἀνθρώπους ἐπιόντας δεδοίκαμεν· ψάμμος τε γὰρ ἀδιόδευτος καὶ εἴσοδος ὀλίγη καὶ θάλασσα ἡμετέρα καὶ Νεῖλος Αἰγυπτίους φιλῶν.” Ταῦτα εἰπόντος λίαν εὐλαβῶς σιωπὴ πάντων ἐγένετο καὶ κατήφεια· μόνος δὲ Χαιρέας ἐτόλμησεν εἰπεῖν “Ὦ βασιλεῦ, σὺ γὰρ ἀληθῶς βασιλεύς, οὐχ ὁ Πέρσης, ὁ κάκιστος ἀνθρώπων· λελύπηκάς με σκεπτόμενος περὶ φυγῆς ἐν ἐπινικίοις· νικῶμεν γάρ, ἂν θεοὶ θέλωσι, καὶ οὐ μόνον Τύρον ἕξομεν, ἀλλὰ καὶ Βαβυλῶνα. Πολλὰ δὲ ἐν πολέμῳ τὰ ἐμπόδια γίνεται, πρὸς ἃ δεῖ μὴ παντάπασιν ἀποκνεῖν, ἀλλ’ ἐγχειρεῖν προβαλλομένους ἀεὶ τὴν ἀγαθὴν ἐλπίδα.
敵地で追いつかれれば我らは危険に晒される。だがペルーシオンは堅固であり、そこにおいてなら我らはティルス人もメディア人も、襲い来るいかなる人間をも恐れることはない。踏破不能な砂漠、狭い進入路、我らの海、そしてエジプト人に味方するナイル川があるからだ」。彼がこのように極めて慎重に語ると、全員が沈黙し、意気消沈した。だがカイレアスただ一人があえて言った。「王よ、 あなたこそが真の王であり、人間の中で最も卑劣なかのペルシア人ではありません――勝利を祝うべき時に逃走を思案されるとは、私を悲しませるものです。神々が望み給うならば、我らは勝利を収め、ティルスのみならずバビロンをも手中に入れるでしょう。戦争において障害は多く生じるものですが、それに対して完全に退縮してはならず、常に善き希望を掲げて立ち向かうべきです。
Τούτους δὲ ἐγώ σοι τοὺς Τυρίους, τοὺς νῦν καταγελῶντας, γυμνοὺς ἐν πέδαις παραστήσω. Εἰ δὲ ἀπιστεῖς, ἐμὲ προθυσάμενος ἀπέρχου· ζῶν γὰρ οὐ κοινωνήσω φυγῆς. Ἂν δὲ καὶ πάντως θέλῃς, ὀλίγους ἐμοὶ κατάλιπε τοὺς ἑκουσίως μενοῦντας· νῶϊ δ’ ἐγὼ Πολύχαρμός τε μαχησόμεθα· σὺν γὰρ θεῷ εἰλήλουθμεν.”
今は嘲笑っているこれらのティルス人を、私はあなたの御前に、裸にし足枷をはめて引き出してみせましょう。もし信じられないなら、私を生贄として捧げてから立ち去りなさい。生きている限り、私は逃走に荷担しません。それでもどうしても行かれるというなら、自ら進んで残るわずかな者たちを私に残してください。私とポリュカルモスの二人で戦いましょう。神の加護とともに我らはやって来たのですから」。
ᾘδέσθησαν πάντες μὴ συγκαταθέσθαι3 τῇ Χαιρέου γνώμῃ· βασιλεὺς δὲ θαυμάσας αὐτοῦ τὸ φρόνημα συνεχώρησεν ὁπόσον βούλεται τῆς στρατιᾶς ἐπίλεκτον λαβεῖν. Ὁ δὲ οὐκ εὐθὺς εἵλετο, ἀλλὰ καταμίξας ἑαυτὸν εἰς τὸ στρατόπεδον καὶ Πολύχαρμον κελεύσας τὸ αὐτὸ πρῶτον ἀνηρεύνα εἴ τινες εἶεν Ἕλληνες ἐν τῷ στρατοπέδῳ.
全員がカイレアスの提案に同意しないことを恥じた。王は彼の気概に感嘆し、軍の中から望むだけの精鋭兵を取ることを許した。しかし彼は直ちには選ばず、自ら兵営の中に混じり、ポリュカルモスにも同様にするよう命じて、まず軍営内にギリシア人がいるかどうかを探し求めた。
Πλείονες μὲν οὖν ηὑρέθησαν οἱ μισθοφοροῦντες, ἐξελέξατο δὲ Λακεδαιμονίους καὶ Κορινθίους καὶ τοὺς ἄλλους Πελοποννησίους· εὗρε δὲ καὶ ὡς εἴκοσι Σικελιώτας. Ποιήσας οὖν τριακοσίους τὸν ἀριθμὸν ἔλεξεν ὧδε “Ἄνδρες Ἕλληνες, ἐμοὶ βασιλέως ἐξουσίαν παρασχόντος ἐπιλέξασθαι τῆς στρατιᾶς τοὺς ἀρίστους, εἱλόμην ὑμἇ??ʼ καὶ γὰρ αὐτὸς Ἕλλην εἰμί, Συρακούσιος, γένος Δωριεύς. Δεῖ δὲ ὑμᾶς μὴ μόνον εὐγενείᾳ τῶν ἄλλων%5 ἀλλὰ καὶ ἀρετῇ διαφέρειν.
傭兵として仕えている者は多数見つかったが、彼はスパルタ人、コリントス人、その他のペロポネソス人を選り抜いた。またシケリア・ギリシア人も二十人ほど見つけ出した。こうして総勢三百人にした上で、次のように語りかけた。「ギリシアの勇士たちよ、 王が私に軍勢の中から最精鋭を選抜する権限を与えてくださった時、私は諸君を選んだ。私自身もギリシア人であり、シラクサ出身のドーリス系だからだ。諸君は他の者たちより、名門の出であることのみならず、卓越した勇気においても秀でていなければならない。
Μηδεὶς οὖν καταπλαγῇ τὴν πρᾶξιν, ἐφ’ ἣν ὑμᾶς παρακαλῶ, καὶ γὰρ δυνατὴν εὑρήσομεν καὶ ῥᾳδίαν, δόξῃ μᾶλλον ἢ πείρᾳ δύσκολον. Ἕλληνες ἐν Θερμοπύλαις τοσοῦτοι Ξέρξην ὑπέστησαν. Τύριοι δὲ οὐκ εἰσὶ πεντακόσιαι μυριάδες, ἀλλὰ ὀλίγοι καὶ καταφρονήσει μετ̓ ἀλαζονείας, οὐ φρονήματι μετ’ εὐβουλίας χρώμενοι.
それゆえ、私が諸君に求める作戦に誰も恐れをなしてはならない。我々はその任務が実行可能であり、容易であることを知るだろう。それは実際の経験においてよりも、評判において難しく思えるにすぎないのだ。テルモピュライでは、同数のギリシア人がクセルクセスに立ち向かった。だがティルス人は五百万の軍勢などではなく、少数であり、思慮を伴う気概ではなく、尊大さを伴う傲慢を用いているにすぎない。
Γνώτωσαν οὖν πόσον Ἕλληνες Φοινίκων διαφέρουσιν. Ἐγὼ δὲ οὐκ ἐπιθυμῶ στρατηγίας, ἀλλ’ ἕτοιμος ἀκολουθεῖν ὅστις ἂν ὑμῶν ἄρχειν θέλῃ· πειθόμενον γὰρ εὑρήσει, ἐπεὶ καὶ δόξης οὐκ ἐμῆς ἀλλὰ κοινῆς ὀρέγομαι.” Πάντες ἐπεβόησαν “σὺ στρατήγει βουλομένων.”4 Ἔφη “Στρατηγῶ καὶ τὴν ἀρχήν μοι ὑμεῖς δεδώκατε·
それゆえ、ギリシア人がフェニキア人にどれほど勝っているかを彼らに思い知らせてやろう。私は指揮権を欲しているのではなく、諸君のうち誰であれ指揮を執りたい者に喜んで従う用意がある。その者は私を従順な部下として見出すだろう。私が求めているのは私個人の名誉ではなく、我々全員の栄誉なのだから」。全員が叫んだ。「我らの望むところ、あなたが指揮を執ってくれ」。カイレアスは言った。「では指揮を執ろう。この指揮権は諸君が私に与えてくれたものだ。
διὰ τοῦτο πειράσομαι πάντα πράττειν, ὥστε ὑμᾶς μὴ μετανοεῖν τὴν πρὸς ἐμὲ εὔνοιάν τε καὶ πίστιν ᾑρημένους. Ἀλλ’ ἔν τε τῷ παρόντι σὺν θεοῖς ἔνδοξοι καὶ περίβλεπτοι γενήσεσθε καὶ πλουσιώτατοι τῶν συμμάχων, εἴς τε τὸ μέλλον ὄνομα καταλείψετε τῆς ἀρετῆς ἀθάνατον καὶ πάντες ὡς τοὺς μετὰ Ὀθρυάδου τριακοσίους ἢ τοὺς μετὰ Λεωνίδου, οὕτως καὶ τοὺς μετὰ Χαιρέου ἀνευφημήσουσιν.” Ἔτι λέγοντος πάντες ἀνέκραγον “ἡγοῦ,” καὶ πάντες ὥρμησαν ἐπὶ τὰ ὅπλα.
それゆえ私はあらゆる手を尽くし、私に対する好意と信頼を選んだことを諸君が決して後悔しないように努めよう。今この時においては神々の助けにより、名声を博し羨望を集め、同盟軍の中で最も裕福な者となるであろうし、未来に向けては勇気の不朽の名を残し、オトリュアデスに従った三百人やレオニダスに従った者たちと同様に、誰もがカイレアスに従った者たちを称賛するようになるだろう」。彼がまだ語り終えぬうちに、全員が「先導せよ」と叫び、皆が武器へと駆け出した。
- 7.3.2ὥσπερ ναῦς ἐπὶ πολὺ εὐπλοήσασα ἐναντίῳ ἀνέμῳ λαμβανόμεθα
直喩の導入部 ὥσπερ ναῦς... は主格単数女性であるが、続く述語動詞は船に対応する三人称単数(λαμβάνεται など)ではなく、比喩の本体である「我ら」に合わせて一人称複数 λαμβανόμεθα となっている。構文の破格(破格構文/意味による一致)であり、直喩の主語と主節の主語が融合した表現。
- 7.3.3Κίνδυνος δὲ καταληφθεῖσιν ἡμῖν
主述の連結詞 ἐστί が省略された名詞述語文(κίνδυνός [ἐστι])。与格 ἡμῖν は利害の与格であり、それに一致する分詞 καταληφθεῖσιν は「もし〜なら」という条件・状況を表す副詞的分詞として機能している。
- 7.3.6ᾘδέσθησαν πάντες μὴ συγκαταθέσθαι
恥・畏敬を表す動詞 αἰδέομαι(アオリスト受動形だが中動相の意味)が、否定辞 μή を伴う不定詞をとっている。「同意しないことを恥じた」(すなわち名誉心から同意せざるを得なかった)の意。忌避・妨害・畏れを表す動詞に接続する μή+不定詞の慣用法。
- 7.3.10σὺ στρατήγει βουλομένων
βουλομένων は、代名詞の主語(ἡμῶν)が文脈から自明として省略された属格独立構文。「我らが望んでいるのだから」「我らの承諾のもとで」という状況・条件を表す古典期の軍事・政治の慣用表現。
