← アフロディシアスのカリトン

カイレアスとカッリロエ

§5.4.1-5.4.13

カリロエの出頭要求と開廷の延期

大王による裁判を前に世論が二分され、期日に法廷が開かれると、ミトリダテスはカリロエの出頭を要求する。ディオニュシオスは抗弁したものの受け入れられず、妻への説明不足から裁判を翌日へと延期させる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.4.1

Παρασκευὴ οὖν ἐντεῦθεν ἐγίνετο ἐπὶ τὴν δίκην παρ’ ἑκατέρων ὥσπερ ἐπὶ πόλεμον τὸν μέγιστον. Ἐσχίσθη δὲ τὸ πλῆθος τῶν βαρβάρων καὶ ὅσον μὲν ἦν σατραπικὸν Μιθριδάτῃ προσέθετο· καὶ γὰρ ἦν ἀνέκαθεν ἐκ Βάκτρων, εἰς Καρίαν δὲ ὕστερον μετῳκίσθη· Διονύσιος δὲ τὸ δημοτικὸν εἶχεν εὔνουν· ἐδόκει γὰρ ἀδικεῖσθαι παρὰ τοὺς νόμους εἰς γυναῖκα ἐπιβουλευθείς, καὶ ὃ μεῖζόν ἐστι, τοιαύτην.

こうして双方は、まるで最大の戦争に臨むかのように、この裁判の準備を始めた。異民族の民衆は二分され、サトラップ(太守)階級はすべてミトリダテスに味方した。彼はもともとバクトリアの出身であり、のちにカリアへ移住したからである。一方、ディオニュシオスは平民たちの好意を得ていた。法を無視して、自らの妻、それもよりによってあのような妻をめぐって計略を仕掛けられ、不当な被害を受けたと見なされたからである。

§5.4.2

Οὐ μὴν οὐδ’ ἡ γυναικωνῖτις ἡ Περσῶν ἀμέριμνος ἦν, ἀλλὰ κἀνταῦθα διῃρέθησαν αἱ σπουδαί· τὸ μὲν γὰρ αὐτῶν ἐπ’ εὐμορφίᾳ μέγα φρονοῦν ἐφθόνει τῇ Καλλιρρόῃ καὶ ἤθελεν αὐτὴν ἐκ τῆς δίκης ὑβρισθῆναι, τὸ δὲ πλῆθος ταῖς οἰκείαις φθονοῦσαι τὴν ξένην εὐδοκιμῆσαι συνηύχοντο.1

ペルシアの婦人部屋の女たちも決して無関心ではいられず、ここでも熱意は二つに分かれた。自らの美貌を誇る女たちはカリロエを妬み、裁判を通じて彼女が屈辱を味わうことを望んだが、大多数の女たちは身内の女たちに嫉妬して、あの異邦の女が称賛を浴びることを共に祈った。

§5.4.3

Τὴν νίκην δὲ ἑκάτερος αὐτῶν ἐν ταῖς χερσὶν ἔχειν ὑπελάμβανε· Διονύσιος μὲν θαρρῶν ταῖς ἐπιστολαῖς αἷς ἔγραψε Μιθριδάτης πρὸς Καλλιρρόην ὀνόματι Χαιρέου ʽζῆν γὰρ οὐδέποτε Χαιρέαν προσεδόκἀ, Μιθριδάτης δὲ Χαιρέαν ἔχων δεῖξαι ἐπέπειστο ἁλῶναι μὴ δύνασθαι. Προσεποιεῖτο δὲ δεδιέναι καὶ συνηγόρους παρεκάλει, ἵνα διὰ τὸ ἀπροσδόκητον λαμπροτέραν τὴν ἀπολογίαν ποιήσηται.

両者ともに勝利は手中にあると考えていた。ディオニュシオスは、ミトリダテスがカイレアスの名でカリロエに送った手紙を頼みにしていた(カイレアスが生きているとは夢にも思っていなかったからである)。一方、ミトリダテスはカイレアス本人を法廷で提示できるため、有罪判決を受けるはずがないと確信していた。彼は不意打ちによって自らの弁明をより華々しいものにしようと、怯えているふりをして弁護人たちを募った。

§5.4.4

Ταῖς δὲ τριάκοντα ἡμέραις Πέρσαι καὶ Περσίδες οὐδὲν ἕτερον διελάλουν ἢ τὴν δίκην ταύτην, ὥστε, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὅλη ἡ Βαβυλὼν δικαστήριον ἦν. Ἐδόκει δὲ πᾶσιν ἡ προθεσμία μακρὰ καὶ οὐ τοῖς ἄλλοις μόνον ἀλλὰ καὶ αὐτῷ βασιλεῖ. Ποῖος ἀγὼν Ὀλυμπικὸς ἢ νύκτες Ἐλευσίνιαι προσδοκίαν τοσαύτην ἔσχον σπουδῆς;

この三十日の間、ペルシアの男も女もこの裁判のことばかり話し合い、実を言えば、バビロン全体が一つの法廷の様相を呈していた。この期日は誰にとっても長く感じられ、他の人々のみならず、大王自身にとっても同様であった。いかなるオリンピア祭の競技やエレウシスの夜が、これほど熱烈な期待を集めただろうか。

§5.4.5

Ἐπεὶ δὲ ἧκεν ἡ κυρία τῶν ἡμερῶν, ἐκαθέσθη βασιλεύς. Ἔστι δὲ οἶκος ἐν τοῖς βασιλείοις ἐξαιρέτως ἀποδεδειγμένος εἰς δικαστήριον, μεγέθει καὶ κάλλει διαφέρων· ἔνθα μέσος μὲν ὁ θρόνος κεῖται βασιλεῖ, παρ’ ἑκάτερα δὲ τοῖς φίλοις καὶ τοῖς ἀξιώμασι καὶ ταῖς ἀρεταῖς ὑπάρχουσιν ἡγεμόνες ἡγεμόνων.2

やがて定められた期日が訪れると、大王が着座した。王宮の中には、特別に法廷として定められた広間があり、その大きさと美しさで際立っていた。そこでは中央に大王のための玉座が置かれ、その両側には、廷臣たち、すなわち地位と徳目において諸首領の指導者たる重臣たちの席が配されていた。

§5.4.6

Περιεστᾶσι δὲ κύκλῳ τὸν θρόνον λοχαγοὶ καὶ ταξίαρχοι καὶ τῶν βασιλέως ἐξελευθέρων τὸ ἐντιμότατον, ὥστε ἐπ’ ἐκείνου τοῦ συνεδρίου καλῶς ἂν εἴποι τις οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο. Παράγονται δὲ οἱ καθεζόμενοι μετὰ σιγῆς καὶ δέους.

玉座の周囲を取り囲むのは中隊長や連隊長、そして王の解放奴隷の中で最も高貴な者たちであり、その集会を見て「神々はゼウスの傍らに座して評議していた」と人はまさに言えたであろう。着席する者たちは静寂と畏敬のうちに導き入れられた。

§5.4.7

Τότε οὖν ἕωθεν μὲν πρῶτος ἧκε Μιθριδάτης, δορυφορούμενος ὑπὸ φίλων καὶ συγγενῶν, οὐ πάνυ τι λαμπρὸς οὐδὲ φαιδρός, ἀλλ̓, ὡς ὑπεύθυνος, ἐλεεινός· ἐπηκολούθει δὲ καὶ Διονύσιος Ἑλληνικῷ σχήματι Μιλησίαν στολὴν ἀμπεχόμενος, τὰς ἐπιστολὰς τῇ χειρὶ κατέχων.

その時、夜明けとともにまずミトリダテスが、友人や親族に護衛されて現れた。決して華々しくも晴れやかでもなく、被告らしく憐れみを誘う姿であった。ディオニュシオスもまたギリシア風の身なりでミレトスの衣をまとい、手紙を手にして後に続いた。

§5.4.8

Ἐπεὶ δὲ εἰσήχθησαν, προσεκύνησαν. Ἔπειτα βασιλεὺς ἐκέλευε τὸν γραμματέα τὰς ἐπιστολὰς ἀναγνῶναι, τήν τε Φαρνάκου καὶ ἣν ἀντέγραψεν αὐτός, ἵνα μάθωσιν οἱ συνδικάζοντες πῶς εἰσῆκται τὸ πρᾶγμα. Ἀναγνωσθεισῶν δὲ τῶν ἐπιστολῶν ἔπαινος ἐξερράγη πολὺς τὴν σωφροσύνην καὶ δικαιοσύνην θαυμαζόντων τὴν βασιλέως.

入廷すると、彼らは平伏拝礼した。次いで大王は書記に、ファルナケスの手紙と自らが返書した手紙を朗読するよう命じた。陪席の判事たちに事件の経緯を知らせるためである。手紙が読み上げられると、大王の思慮分別と正義を称賛する大きな喝采が沸き起こった。

§5.4.9

Σιωπῆς δὲ γενομένης ἔδει μὲν ἄρξασθαι τοῦ λόγου Διονύσιον τὸν κατήγορον, καὶ πάντες εἰς ἐκεῖνον ἀπέβλεψαν· ἔφη δὲ Μιθριδάτης “οὐ προλαμβάνω” φησί, “δέσποτα, τὴν ἀπολογίαν, ἀλλ’ οἶδα τὴν τάξιν· δεῖ δὲ πρὸ τῶν λόγων ἅπαντας παρεῖναι τοὺς ἀναγκαίους ἐν τῇ δίκῃ· ποῦ τοίνυν ἡ γυνή, περὶ ἧς ἡ κρίσις; ἔδοξας δ’ αὐτὴν ἀναγκαίαν διὰ τῆς ἐπιστολῆς καὶ ἔγραψας παρεῖναι, καὶ πάρεστι.

静粛が戻ると、告発人であるディオニュシオスが弁論を始める手はずであり、皆が彼を見つめた。しかしミトリダテスが口を開いた。「大王よ、私は弁明を先取りするつもりはありません。順序は心得ております。しかし弁論に先立ち、この裁判に不可欠な関係者全員が出廷していなければなりません。では、裁判の対象となっているあの女はどこにいるのですか。あなたは手紙によって彼女が必要であると判断され、出頭を命じられましたし、現に彼女は来ております。

§5.4.10

Μὴ οὖν Διονύσιος ἀποκρυπτέτω τὸ κεφάλαιον καὶ τὴν αἰτίαν ὅλου τοῦ πράγματος.” Πρὸς ταῦτα ἀπεκρίνατο Διονύσιος “καὶ τοῦτο μοιχοῦ παράγειν εἰς ὄχλον ἀλλοτρίαν γυναῖκα οὐ θέλοντος ἀνδρός,3 οὔτε ἐγκαλοῦσαν οὔτε ἐγκαλουμένην αὐτήν.

それゆえディオニュシオスに、事件全体の眼目であり原因である者を隠させないでいただきたい」。これに対してディオニュシオスは答えた。「夫の意に反して、人妻を群衆の前に引きずり出すこともまた、姦通者のすることです。彼女自身は告発しているわけでも、告発されているわけでもありません。

§5.4.11

Εἰ μὲν οὖν διεφθάρη, ὡς ὑπεύθυνον ἔδει παρεῖναι· νῦν δὲ σὺ ἐπεβούλευσας ἀγνοούσῃ, καὶ οὔτε μάρτυρι χρῶμαι τῇ γυναικὶ οὔτε συνηγόρῳ. Τί οὖν ἀναγκαῖον παρεῖναι τὴν κατ’ οὐδὲν μετέχουσαν τῆς δίκης;” Ταῦτα δικανικῶς μὲν εἶπεν ὁ Διονύσιος, πλὴν οὐδένα ἔπειθεν·

もし彼女が誘惑されて堕落していたなら、被告として出廷すべきでした。しかし実際には、あなたは何も知らない彼女に罠を仕掛けたのであり、私は妻を証人としても擁護者としても用いるつもりはありません。ならば、この裁判に何ら関与していない彼女が出廷する必要がどこにありましょうか」。ディオニュシオスは法廷弁論として巧みに述べたが、誰一人納得させられなかった。

§5.4.12

ἐπεθύμουν γὰρ πάντες Καλλιρρόην ἰδεῖν. Αἰδουμένου δὲ κελεῦσαι βασιλέως πρόφασιν ἔσχον οἱ φίλοι τὴν ἐπιστολήν· ἐκλήθη γὰρ ὡς ἀναγκαία. “Πῶς οὖν οὐκ ἄτοπον” ἔφη τις “ἐξ Ἰωνίας μὲν ἐλθεῖν, ἐν Βαβυλῶνι δὲ οὖσαν ὑστερεῖν;” Ἐπεὶ τοίνυν ὡρίσθη καὶ Καλλιρρόην παρεῖναι, οὐδὲν αὐτῇ προειρηκὼς ὁ Διονύσιος, ἀλλὰ μέχρι παντὸς ἀποκρυψάμενος τὴν αἰτίαν τῆς εἰς Βαβυλῶνα ὁδοῦ, φοβηθεὶς αἰφνίδιον εἰσαγαγεῖν εἰς δικαστήριον οὐδὲν εἰδυῖαν ʽεἰκὸς γὰρ ἦν καὶ ἀγανακτῆσαι τὴν γυναῖκα ὡς ἐξηπατημένην’ εἰς τὴν ὑστεραίαν ὑπερέθετο τὴν δίκην.4

皆がカリロエを見たいと熱望していたからである。大王が命じるのをためらっていると、側近の友人たちが手紙を口実とした。彼女は不可欠の人物として召喚されていたからである。「イオニアからやって来ておきながら、バビロンにいながら法廷に来ないなど、道理に合わないではないか」とある者が言った。こうしてカリロエも出頭すべしと決まると、ディオニュシオスは彼女に事前に何も告げておらず、バビロンへの旅の理由を最後まで隠していたため、何も知らぬ彼女を突然法廷に引き入れることを恐れ(騙されていたと知って妻が憤慨する恐れがあったからである)、裁判を翌日に延期させた。

構文注4 件
  1. 5.4.2τὸ δὲ πλῆθος ταῖς οἰκείαις φθονοῦσαι τὴν ξένην εὐδοκιμῆσαι συνηύχοντο

    文法上は中性単数名詞である τὸ πλῆθος(民衆・大衆)に対して、分詞 φθονοῦσαι が女性複数主格、動詞 συνηύχοντο が三人称複数となっている。これは文脈上「ペルシアの庶民女性たち」という複数・女性の意味内容に基づく構意一致(constructio ad sensum / synesis)である。

  2. 5.4.5παρ’ ἑκάτερα δὲ τοῖς φίλοις καὶ τοῖς ἀξιώμασι καὶ ταῖς ἀρεταῖς ὑπάρχουσιν ἡγεμόνες ἡγεμόνων

    前文の ἔνθα μέσος μὲν ὁ θρόνος κεῖται βασιλεῖ を受け、述語動詞(および主語となる座席)が省略されている。後続の καὶ 以下では、τοῖς ἀξιώμασι と ταῖς ἀρεταῖς が観点の与格(「地位においても徳目においても」)、ὑπάρχουσιν が三人称複数現在直説法(主語は前の τοῖς φίλοις から補われる廷臣たち)、ἡγεμόνες ἡγεμόνων が主格補語となって、「彼らは地位においても徳目においても諸指導者の指導者である」と述べている。

  3. 5.4.10καὶ τοῦτο μοιχοῦ παράγειν εἰς ὄχλον ἀλλοτρίαν γυναῖκα οὐ θέλοντος ἀνδρός

    καὶ τοῦτο μοιχοῦ [ἐστι] という動詞 ἐστί の省略構文。属格 μοιχοῦ は性質・所属の属格(characteristic genitive)で「〜の特徴である」「〜のすることである」を表す。不定詞句 παράγειν ... が述部に対する真主語であり、句末の οὐ θέλοντος ἀνδρός は譲歩または付帯状況の絶対属格(夫が望まないのに)として係っている。

  4. 5.4.13Ἐπεὶ τοίνυν ὡρίσθη καὶ Καλλιρρόην παρεῖναι, οὐδὲν αὐτῇ προειρηκὼς ὁ Διονύσιος, ἀλλὰ μέχρι παντὸς ἀποκρυψάμενος τὴν αἰτίαν τῆς εἰς Βαβυλῶνα ὁδοῦ, φοβηθεὶς αἰφνίδιον εἰσαγαγεῖν εἰς δικαστήριον οὐδὲν εἰδυῖαν ʽεἰκὸς γὰρ ἦν καὶ ἀγανακτῆσαι τὴν γυναῖκα ὡς ἐξηπατημένην’ εἰς τὴν ὑστεραίαν ὑπερέθετο τὴν δίκην.

    主節の骨格は ὁ Διονύσιος ... εἰς τὴν ὑστεραίαν ὑπερέθετο τὴν δίκην(ディオニュシオスは裁判を翌日に延期させた)である。主語 ὁ Διονύσιος の前後に分詞 προειρηκώς, ἀποκρυψάμενος, φοβηθείς の三つが重なり、さらに挿入節(εἰκὸς γὰρ ἦν...)が挟まれて主動詞 ὑπερέθετο と大きく離隔している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:5.4.1-5.4.13