- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:3.9.1-3.9.12
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
女司祭からカイレアスらしき若者の来訪を聞いたカリロエは、ディオニュシオスの嫉妬心を煽って調査させ、真相を白状させられたポカスはシケリア船の襲撃とカイレアスの不確かな安否を主君に告げる。
Μικρὸν οὖν διαλιποῦσα καλεῖ τὴν ἱέρειαν· ἡ δὲ πρεσβῦτις ὑπακούσασα “τί κλάεις” εἶπεν, “ὦ παιδίον, ἐν ἀγαθοῖς τηλικούτοις; ἤδη γὰρ καί σε ὡς θεὰν οἱ ξένοι προσκυνοῦσι. Πρῴην ἦλθον ἐνθάδε δύο νεανίσκοι καλοὶ παραπλέοντες· ὁ δὲ ἕτερος αὐτῶν θεασάμενός σου τὴν εἰκόνα, μικροῦ δεῖν1 ἐξέπνευσεν. Οὕτως ἐπιφανῆ σε ἡ Ἀφροδίτη πεποίηκεν.”
そこで彼女は少し間を置いて女司祭を呼んだ。老女はそれに応じて言った。「これほど恵まれていながら、なぜお泣きになるのです、お嬢さん。今や見知らぬ異邦人たちでさえ、あなたを女神のように崇めているというのに。先日も航行の途中で二人の美しい若者がここへ立ち寄りましたが、その一方はあなたの肖像を見るや、危うく息絶えそうになったほどです。アフロディテ様はそれほどまでにあなたを輝かしいお方にされたのです」。
Ἔπληξε τὴν καρδίαν τῆς Καλλιρρόης τοῦτο καὶ ὥσπερ ἐμμανὴς γενομένη, στήσασα τοὺς ὀφθαλμοὺς ἀνέκραγε “τίνες ἦσαν οἱ ξένοι; πόθεν ἔπλεον; τί σοι διηγοῦντο;” Δείσασα δὲ ἡ πρεσβῦτις τὸ μὲν πρῶτον ἄφωνος εἱστήκει, μόλις δὲ ἐφθέγξατο “μόνον εἶδον αὐτούς, οὐδὲν ἤκουσα.” “Ποταποὺς εἶδες;
この言葉はカリロエの心を激しく打ち、彼女はまるで狂気にとらわれたかのようになって、目を据えて叫んだ。「その見知らぬ人たちとは何者だったのです。どこから航海してきたのです。あなたに何を話したのですか」。老女は恐れをなして最初は口をつぐんで立ち尽くしていたが、ようやく口を開いて言った。「ただその方たちをお見かけしただけで、何も聞いてはおりません」。「どんな姿形をしていましたか。
ἀναμνήσθητι τὸν χαρακτῆρα αὐτῶν.” Ἔφρασεν ἡ γραῦς οὐκ ἀκριβῶς μέν, ὑπώπτευσε δ’ ὅμως ἐκείνη τὴν ἀλήθειαν· ὃ γὰρ βούλεται τοῦθ’ ἕκαστος καὶ οἴεται. Βλέψασα δὲ πρὸς Πλαγγόνα “δύναται” φησὶν “ὁ δυστυχὴς Χαιρέας πλανώμενος ἐνθάδε παρεῖναι. Τί οὖν ἐγένετο; ζητήσωμεν αὐτόν, ἀλλὰ σιγῶσαι.”
その風貌を思い出してください」。老女の説明は正確なものではなかったが、それでもカリロエは真実を悟った。人はみな己の欲するものを信じ込むものだからである。彼女はプランゴンの方を見て言った。「あの不運なカイレアスが、流浪の末にここに現れたのかもしれない。いったい何が起きたというのだろう。あの人を捜しましょう、ただし内密に」。
Ἀφικομένη τοίνυν πρὸς Διονύσιον τοῦτο μόνον εἶπεν, ὅπερ ἤκουσε παρὰ τῆς ἱερείας· ἠπίστατο γὰρ ὅτι φύσει περίεργόν ἐστιν ἔρως κἀκεῖνος δι’ ἑαυτὸν πολυπραγμονήσει περὶ τῶν γεγονότων. Ὅπερ οὖν καὶ συνέβη. Πυθόμενος γὰρ ὁ Διονύσιος εὐθὺς ἐνεπλήσθη ζηλοτυπίας καὶ πόρρω μὲν ἦν τοῦ Χαιρέαν ὑποπτεύειν, ἔδεισε δὲ ἄρα μή τις λανθάνῃ κατὰ τοὺς ἀγροὺς ἐπιβουλὴ μοιχική· πάντα γὰρ ὑποπτεύειν αὐτὸν καὶ δεδιέναι τὸ κάλλος ἀνέπειθε τῆς γυναικός.
こうして彼女はディオニュシオスの元へ行くと、女司祭から聞いたことだけを告げた。愛とは本性上詮索好きなものであり、彼が自発的に真相を詳しく探り出すだろうと承知していたからである。そしてまさにその通りのことが起こった。ディオニュシオスはこれを聞くや直ちに激しい嫉妬に駆られ、カイレアスを疑うまでには至らなかったものの、荘園に何らかの不義の企みが潜んでいるのではないかと恐れた。妻の美しさが、彼にあらゆることを疑い恐れさせていたからである。
Ἐφοβεῖτο δὲ οὐ μόνον τὰς παρὰ ἀνθρώπων ἐπιβουλάς, ἀλλὰ προσεδόκα τάχα αὐτῷ καταβήσεσθαι καὶ θεὸν ἐξ οὐρανοῦ ἀντεραστήν. Καλέσας τοίνυν Φωκᾶν διηρεύνα “τίνες εἰσὶν οἱ νεανίσκοι καὶ πόθεν; ἆρά γε πλούσιοι καὶ καλοί; διὰ τί δὲ τὴν ἐμὴν Ἀφροδίτην προσεκύνουν; τίς ἐμήνυσεν αὐτοῖς;
彼は人間からの奸策を恐れただけでなく、ひょっとすると天から神が恋敵として自らの元へ降りてくるのではないかとさえ案じていた。そこで彼はポカスを呼び寄せて問い詰めた。「その若者たちとは何者で、どこから来たのだ。金持ちで美しい者たちなのか。なぜ私のアフロディテを拝んでいたのだ。誰が彼らに教えたのか。
τίς ἐπέτρεψεν;” Ὁ δὲ Φωκᾶς ἀπέκρυπτε τὴν ἀλήθειαν, οὐ Διονύσιον δεδοικώς, γινώσκων δὲ ὅτι Καλλιρρόη καὶ αὐτὸν ἀπολεῖ καὶ τὸ γένος αὐτοῦ, πυθομένη περὶ τῶν γεγονότων. Ἐπεὶ οὖν ἔξαρνος ἦν ἐπιδεδημηκέναι τινάς, οὐκ εἰδὼς ὁ Διονύσιος τὴν αἰτίαν ὑπώπτευσε βαρυτέραν ἐπιβουλὴν καθ’ ἑαυτοῦ συνίστασθαι.
誰が入るのを許したのか」。だがポカスは真実を隠した。ディオニュシオスを恐れたからではなく、事の顛末を知ればカリロエが自分と自分の血族を滅ぼすに違いないと知っていたからである。彼が誰かが滞在したことを断固として否定したため、その理由を知らないディオニュシオスは、自分に対してより重大な陰謀が企てられているのではないかと疑った。
Διοργισθεὶς οὖν μάστιγας ᾔτει καὶ τροχὸν ἐπὶ Φωκᾶν, καὶ οὐ μόνον ἐκεῖνον ἀλλὰ καὶ τοὺς ἐν τοῖς ἀγροῖς ἅπαντας συνεκάλει μοιχείαν πεπεισμένος ζητεῖν. Αἰσθόμενος δὲ Φωκᾶς οἷ καθέστηκε δεινοῦ καὶ λέγων καὶ σιωπῶν “σοὶ” φησί, “δέσποτα, ἐρῶ μόνῳ τὴν ἀλήθειαν.” Ὁ δὲ Διονύσιος πάντας ἀποπέμψας “ἰδοὺ” φησὶ “μόνοι γεγόναμεν. Μηδὲν ἔτι ψεύσῃ, λέγε τἀληθὲς κἂν φαῦλον ᾖ.” “Φαῦλον μὲν” εἶπεν “οὐδέν ἐστιν, ὦ δέσποτα, μεγάλων γὰρ ἀγαθῶν φέρω σοι διηγήματα· εἰ δὲ σκυθρωπότερά ἐστιν αὐτῶν τὰ πρῶτα, διὰ τοῦτο μηδὲν ἀγωνιάσῃς μηδὲ λυπηθῇς, ἀλλὰ περίμεινον, ἕως οὗ πάντα ἀκούσῃς·
激怒した彼はポカスに対して鞭と車輪の拷問具を要求し、不義密通を取り調べているのだと確信して、ポカスだけでなく農園の者全員を呼び集めた。ポカスは話しても黙っていても自分が破滅の危機に瀕していることを悟り、言った。「旦那様、 あなた様お一人にだけ真実を申し上げます」。ディオニュシオスは全員を下がらせると言った。「さあ、二人きりになったぞ。もはや嘘をつくな。たとえ不都合なことであっても真実を申せ」。「旦那様、不都合なことなど何もございません」と彼は言った。「むしろ大いなる幸運の知らせをお伝えするのです。初めのうちこそ陰鬱に聞こえるかもしれませんが、そのために不安がったり取り乱したりなさらず、すべてをお聞きになるまでお待ちください。
χρηστὸν γὰρ ἔχει τὸ τέλος.” Μετέωρος οὖν ὁ Διονύσιος πρὸς τὴν ἐπαγγελίαν γενόμενος καὶ ἀναρτήσας ἑαυτὸν τῆς ἀκροάσεως2 “μὴ βράδυνε” φησὶν “ἀλλ’ ἤδη διηγοῦ.” Τότ’ οὖν ἤρξατο λέγειν “τριήρης ἐνθάδε κατέπλευσεν ἐκ Σικελίας καὶ πρέσβεις Συρακουσίων παρὰ σοῦ Καλλιρρόην ἀπαιτούντων.”3
結末は素晴らしいものですから」。ディオニュシオスはこの前置きに心を宙吊りにされ、聞くことに全神経を集中させて言った。「ぐずぐずするな、早く話せ」。そこで彼は語り始めた。「ここへシケリアから三段櫂船が着岸し、あなた様からカリロエ様を取り戻そうと要求するシュラクサイの使節がやって来たのです」。
Ἐξέθανεν ὁ Διονύσιος ἀκούσας καὶ νὺξ αὐτοῦ τῶν ὀφθαλμῶν κατεχύθη· φαντασίαν γὰρ ἔλαβεν ὡς ἐφεστηκότος αὐτῷ Χαιρέου καὶ Καλλιρρόην ἀποσπῶντος. Ὁ μὲν οὖν ἔκειτο καὶ σχῆμα καὶ χρῶμα νεκροῦ παριστάς, Φωκᾶς δὲ ἐν ἀπορίᾳ καθειστήκει, καλέσαι μὲν οὐδένα θέλων, ἵνα μή τις αὐτῷ μάρτυς γένηται τῶν ἀπορρήτων· μόλις δὲ καὶ κατ’ ὀλίγον αὐτὸς τὸν δεσπότην ἀνεκτήσατο “θάρρει” λέγων, “Χαιρέας τέθνηκεν· ἀπόλωλεν ἡ ναῦς· οὐδεὶς ἔτι φόβος.” Ταῦτα τὰ ῥήματα ψυχὴν ἐνέθηκε Διονυσίῳ, καὶ κατ’ ὀλίγον πάλιν ἐν ἑαυτῷ γενόμενος ἀκριβῶς ἐπυνθάνετο πάντα, καὶ Φωκᾶς διηγεῖτο τὸν ναύτην, τὸν μηνύσαντα, πόθεν ἡ τριήρης καὶ διὰ τίνα πλέουσι καὶ τίνες οἱ παρόντες, τὸ στρατήγημα τὸ ἴδιον ἐπὶ τοὺς βαρβάρους, τὴν νύκτα, τὸ πῦρ, τὸ ναυάγιον, τὸν φόνον, τὰ δεσμά. Καθάπερ οὖν νέφος ἢ σκότος ἀπεκάλυψε τῆς ψυχῆς Διονύσιον,4 καὶ περιπτυξάμενος Φωκᾶν “σὺ” φησὶν “εὐεργέτης ἐμός, σὺ κηδεμὼν ἀληθὴς καὶ πιστότατος ἐν τοῖς ἀπορρήτοις.
ディオニュシオスはそれを聞くや息絶えたかのようになり、その眼前に夜の闇が広がった。カイレアスが目の前に立ち塞がり、カリロエをもぎ取っていくような幻影を抱いたからである。彼が死人のような姿と顔色になって倒れ伏す一方、ポカスは誰にも秘密の目撃者になられたくないため人を呼ぶこともできず、途方に暮れていた。ようやく彼は少しずつ自らの手で主人を介抱し、「気をしっかり持ってください」と言った。「カイレアスは死にました。船も滅びました。恐れるものはもう何もありません」。この言葉がディオニュシオスに息を吹き返させた。そして少しずつ正気を取り戻した彼は、事の次第をこと細かに尋ねただした。ポカスは、密告した水夫のこと、三段櫂船がどこから誰のために航行してきたのか、乗り組んでいた者たちは何者か、異民族を利用した自らの謀略、夜の闇、火災、難破、殺戮、そして足枷の虜囚たちのことを順を追って語った。するとまるで雲か闇が晴れるかのように、ディオニュシオスの心は晴れ渡った。彼はポカスを抱きしめて言った。「お前こそ私の恩人であり、秘密を委ねるに値する真の最も忠実な庇護者だ。
Διὰ σὲ Καλλιρρόην ἔχω καὶ τὸν υἱόν. Ἐγὼ μὲν οὐκ ἄν σοι προσέταξα Χαιρέαν ἀποκτεῖναι, σοῦ δὲ ποιήσαντος οὐ μέμφομαι· τὸ γὰρ ἀδίκημα φιλοδέσποτον. Τοῦτο μόνον ἀμελῶς ἐποίησας οὐκ ἐπολυπραγμόνησας πότερον ἐν τοῖς τεθνηκόσι Χαιρέας ἐστὶν ἢ ἐν τοῖς δεδεμένοις. Καὶ ἔδει ζητῆσαι τὸν νεκρόν· καὶ γὰρ ἐκεῖνος ἂν ἔτυχε τάφου κἀγὼ βεβαιότερον ἔσχον τὸ θαρρεῖν. Οὐ δύναμαι δὲ νῦν ἀμερίμνως εὐτυχεῖν διὰ τοὺς δεδεμένους· οὐδὲ γὰρ τοῦτο ἴσμεν, ὅποι τις αὐτῶν ἐπράθη.”
お前のおかげで私はカリロエと息子をつなぎ止めていられる。私自身ならお前にカイレアスを殺すよう命じはしなかっただろうが、お前が成し遂げた以上、責めはしない。その過ちは主人を愛するがゆえのものだからだ。ただ一つ手落ちだったのは、カイレアスが死者の中にいるのか、それとも縛られた虜囚の中にいるのかを確かめなかったことだ。死体を捜すべきだったのだ。そうすれば彼も墓を得られただろうし、私自身もいっそう確かな安心を得られたものを。今や縛られた者たちのせいで、心安らかに幸福を喜ぶことができなくなった。彼らのうちの誰がどこへ売り払われたのか、それすら我々にはわからないのだから」。
- 3.9.1μικροῦ δεῖν
副詞的に「危うく/ほとんど」を意味する慣用句。属格 μικροῦ は「わずかな差で」を示す分離または程度の属格であり、不定詞 δεῖν は結果・補足を担う絶対不定詞として機能している。
- 3.9.9ἀναρτήσας ἑαυτὸν τῆς ἀκροάσεως
動詞 ἀναρτάω(吊るす・懸ける)の再帰的用法「自身を〜に懸ける、〜に全神経を集中させる」で、分離・依存を表す属格 τῆς ἀκροάσεως(聞くこと)を補語に取っている。語義通りの「聞くことに身を吊るす」から転じ、相手の次の言葉を固唾を呑んで待つ極度の集中状態を表す。
- 3.9.9πρέσβεις Συρακουσίων παρὰ σοῦ Καλλιρρόην ἀπαιτούντων
主格名詞 πρέσβεις(使節たち)に修飾語として属格名詞 Συρακουσίων(シュラクサイ人たちの)が係り、分詞 ἀπαιτούντων(要求する)は先行する名詞 πρέσβεις の格(主格)ではなく属格 Συρακουσίων に文法上一致している。「カリロエを要求するシュラクサイ人の使節たち」の意。
- 3.9.11καθάπερ οὖν νέφος ἢ σκότος ἀπεκάλυψε τῆς ψυχῆς Διονύσιον
動詞 ἀποκαλύπτω は本来「覆いを剥ぐ、覆いを取り去る」の意。ここでは非人称的または雲/暗闇自身が晴れ去る自動詞的用法に近く、分離の属格 τῆς ψυχῆς(魂から)と影響を受ける対象(対格 Διονύσιον)を伴い、「ディオニュシオスの魂から雲や闇が剥ぎ取られた/晴れたように」という心情の劇的な解放・安堵を表す倒置的構文。
