← アフロディシアスのカリトン

カイレアスとカッリロエ

§3.4.10-3.4.18

テロンの自白と処刑および使節団の決定

テロンの虚偽の弁明は一人の漁師の証言によって暴かれ、拷問を受けた彼はカリロエの生存とミレトスへの売却を自白して十字架刑に処される。シラクサの民会は、カイレアスを含む使節団を彼女の救出のために派遣することを決議する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.4.10

Ταῦτα λέγοντος1 οἰκτρῶς ἔλεος εἰσῆλθε τὰ πλήθη, καὶ τάχ’ ἂν ἔπεισεν, ὥστε κἂν ἐφοδίων τυχεῖν, εἰ μὴ δαίμων τις τιμωρὸς Καλλιρρόης ἐνεμέσησεν αὐτῷ τῆς ἀδίκου πειθοῦς·2 ἔμελλε γὰρ τὸ σχετλιώτατον ἔσεσθαι πάντων πραγμάτων, πεισθῆναι Συρακουσίους ὅτι μόνος ἐσώθη διὰ εὐσέβειαν ὁ μόνος σωθεὶς δι᾽ ἀσέβειαν, ἵνα ἐπὶ πλέον κολασθῇ.

彼がこのように哀れっぽく語ると、群衆に憐憫の情が差し込み、旅費さえ手に入れるほどあやうく人々を納得させるところであった。もしカリロエの復讐の神が、その不当な説得に怒りを覚えなかったならば。より重く罰せられるために不敬ゆえにただ一人生き残った男が、信心深さゆえにただ一人救われたのだとシラクサ人たちが信じ込まされるのは、万事の中で最も忌まわしい事態となるところであったからである。

§3.4.11

Καθεζόμενος οὖν ἐν τῷ πλήθει τις ἁλιεὺς ἐγνώρισεν αὐτὸν καὶ ἡσυχῆ πρὸς τοὺς καθεζομένους εἶπε “τοῦτον ἐγὼ καὶ πρότερον εἶδον περὶ τὸν λιμένα τὸν ἡμέτερον στρεφόμενον.” Ταχέως οὖν ὁ λόγος εἰς πλείονας διεδόθη, καί τις ἐξεβόησε “ψεύδεται.” Πᾶς οὖν ὁ δῆμος ἐπεστράφη, καὶ προσέταξαν οἱ ἄρχοντες καταβῆναι τὸν πρῶτον εἰπόντα· ἀρνουμένου δὲ Θήρωνος ὁ ἁλιεὺς μᾶλλον ἐπιστεύθη. Βασανιστὰς εὐθὺς ἐκάλουν καὶ μάστιγες προσεφέροντο τῷ δυσσεβεῖ· καόμενος δὲ καὶ τεμνόμενος ἀντεῖχεν ἐπὶ πλέον καὶ μικροῦ δεῖν3 ἐνίκησε τὰς βασάνους.

群衆の中に座っていたある漁師が彼に見覚えがあり、傍らに座る者たちに小声で言った。「この男を、私は前にも我らの港のあたりをうろついているのを見かけたぞ」。その言葉はたちまち大勢へと広まり、ある者が「嘘をついている!」と叫んだ。民衆はこぞって振り返り、政務官たちは最初にそう言った者に降りてくるよう命じた。テロンは否定したものの、漁師のほうがより信じられた。直ちに拷問役たちが呼ばれ、不信心な男に鞭が加えられた。焼かれ、切り裂かれながらも彼はなお耐え忍び、拷問に打ち勝つ一歩手前までいった。

§3.4.13

Ἀλλὰ μέγα τὸ συνειδὸς ἑκάστῳ καὶ παγκρατὴς ἡ ἀλήθεια· μόλις μὲν γὰρ καὶ βραδέως ἀλλ̓ ὡμολόγησεν ὁ Θήρων. Ἤρξατο οὖν διηγεῖσθαι “πλοῦτον θαπτόμενον ἰδὼν συνήγαγον λῃστάς.

しかし良心の呵責は誰にとっても大きく、真実は全能である。テロンはかろうじて、時間をかけてではあったが自白した。そこで彼は語り始めた。「富が埋葬されるのを見て、盗賊どもを集めました。

§3.4.14

Ἠνοίξαμεν τὸν τάφον· εὕρομεν ζῶσαν τὴν νεκράν· πάντα συλήσαντες ἐνεθήκαμεν τῷ κέλητι· πλεύσαντες εἰς Μίλητον μόνην ἐπωλήσαμεν τὴν γυναῖκα, τὰ δὲ λοιπὰ διεκομίζομεν εἰς Κρήτην· ἐξωσθέντες δὲ εἰς τὸν Ἰόνιον ὑπὸ ἀνέμων ἃ πεπόνθαμεν καὶ ὑμεῖς ἑωράκατε.” Πάντα εἰπὼν μόνον τοὔνομα οὐκ ἐμνημόνευσε τοῦ πριαμένου.

私たちは墓を開け、死人だと思っていた者が生きているのを見つけました。すべてを略奪して小舟に積み込み、ミレトスへ航行して女だけを売り払い、残りの品はクレタへ運ぼうとしておりました。しかし風によってイオニア海へと押し流され、私たちがどのような目に遭ったかは、皆様もご覧になった通りです」。すべてを語ったが、買い手の名だけは言及しなかった。

§3.4.15

Ῥηθέντων δὲ τούτων χαρὰ καὶ λύπη πάντας εἰσῆλθε· χαρὰ μὲν ὅτι ζῇ Καλλιρρόη, λύπη δὲ ὅτι πέπραται. Θήρωνι μὲν οὖν θανάτου ψῆφος ἠνέχθη, Χαιρέας δὲ ἱκέτευε μηδέπω θνήσκειν τὸν ἄνθρωπον, “ἵνα μοι” φησὶν “ἐλθὼν μηνύσῃ τοὺς ἀγοράσαντας. Λογίσασθέ μου τὴν ἀνάγκην· συνηγορῶ τῷ πωλήσαντί μου τὴν γυναῖκα.” Τοῦτο Ἑρμοκράτης ἐκώλυσε γενέσθαι “βέλτιον” εἰπὼν “ποιήσασθαι τὴν ζήτησιν ἐπιπονωτέραν ἢ λυθῆναι τοὺς νόμους. Δέομαι δὲ ὑμῶν, ἄνδρες Συρακούσιοι, μνησθέντας στρατηγίας τῆς ἐμῆς καὶ τροπαίων ἀποδοῦναί μοι τὴν χάριν εἰς τὴν θυγατέρα. Πέμψατε πρεσβείαν ὑπὲρ αὐτῆς·

これらが語られると、喜びと悲しみが皆の心に差し込んだ。カリロエが生きていることには喜びが、売られてしまったことには悲しみが。テロンには死刑の票が投じられたが、カイレアスはその男をまだ死なせないでくれと懇願した。「行って、買った者たちを私に指し示してくれるようにするためです」と彼は言った。「私の切迫した事情をお察しください。私は妻を売った男のために弁護しているのです」。これをヘルモクラテスは制止し、こう言った。「探索がより困難なものになるほうが、国法が破られるよりはましだ。シラクサの男たちよ、私の将軍としての功績と戦勝を心に留め、私の娘のためにその恩を返してくださるよう懇願する。彼女のために使節を派遣してほしい。

§3.4.17

τὴν ἐλευθέραν ἀπολάβωμεν.” Ἔτι λέγοντος ὁ δῆμος ἀνεβόησε “πάντες πλεύσωμεν,” ἐκ δὲ τῆς βουλῆς ὑπέστησαν ἐθελονταὶ τὸ πλεῖστον μέρος· ὁ δὲ Ἑρμοκράτης “τῆς μὲν τιμῆς” ἔφη “χάριν ἐπίσταμαι πᾶσιν, ἀρκοῦσι δὲ πρεσβευταὶ δύο μὲν ἀπὸ τοῦ δήμου, δύο δὲ ἀπὸ τῆς βουλῆς· πλεύσεται δὲ Χαιρέας πέμπτος αὐτός.”4

自由の身である彼女を取り戻そうではないか」。彼がなお語っているうちに民衆は「全員で船出しよう」と叫び、評議会からも大半の者が志願者として名乗り出た。しかしヘルモクラテスは言った。「その好意には皆に感謝するが、使節は民衆から二人、評議会から二人で十分である。そしてカイレアス自身が五人目として航海に加わるのだ」。

§3.4.18

Ἔδοξε ταῦτα καὶ ἐκυρώθη, διέλυσέ τε ἐπὶ τούτοις τὴν ἐκκλησίαν. Ἀπαγομένῳ δὲ Θήρωνι μέγα μέρος τοῦ πλήθους ἐπηκολούθησεν. Ἀνεσκολοπίσθη δὲ πρὸ τοῦ Καλλιρρόης τάφου καὶ ἔβλεπεν ἀπὸ τοῦ σταυροῦ τὴν θάλασσαν ἐκείνην, δι’ ἧς αἰχμάλωτον ἔφερε τὴν Ἑρμοκράτους θυγατέρα, ἣν οὐκ ἔλαβον οὐδὲ Ἀθηναῖοι.

これらのことが可決・承認され、その上で民会は解散された。連行されるテロンのあとに群衆の大部分が従った。彼はカリロエの墓の前で十字架刑に処され、アテナイ人すら捕らえることのできなかったヘルモクラテスの娘を、自らが捕虜として連れ去ったかの海を、十字架の上から見下ろしていた。

構文注4 件
  1. 3.4.10Ταῦτα λέγοντος

    属格絶対構文であるが、意味上の主語(Θήρωνος または αὐτοῦ)が明示されず省略されている。直前の文脈で長々と自己弁護を述べていたテロンを指す。

  2. 3.4.10ἐνεμέσησεν αὐτῷ τῆς ἀδίκου πειθοῦς

    動詞 νεμεσάω(義憤を覚える)は、憤りの対象となる人を「与格」(αὐτῷ)、その原因・理由となる事柄を「原因の属格」(τῆς ἀδίκου πειθοῦς)で取る構文。

  3. 3.4.12μικροῦ δεῖν

    「もう少しで〜するところだった、危うく」を意味する慣用的絶対不定詞句。直説法過去(ἐνίκησε)を伴って反実仮想的なニュアンスを表す。

  4. 3.4.17πέμπτος αὐτός

    代名詞 αὐτός と序数詞が結びついたギリシア語の慣用表現。「本人を入れて五人」「自ら五人目として」を意味し、カイレアスが他の4人の使節に自身を加えた5人構成の一員となることを表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:3.4.10-3.4.18