- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:3.3.11-3.3.18
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
漂流する盗賊船の中で仲間が渇死する中、水を盗み飲みして生き延びた首領テロンを、捜索中のカイレアスの船が発見する。船内の副葬品を見つけたカイレアスはカリロエの名を呼んで慟哭し、救護されたテロンは身元を偽って嘘の証言をする。
μακρὸν αὐτοῖς ποιῶν τὸ ναυάγιον. Γῆ μὲν οὖν τοὺς ἀνοσίους οὐκ ἐδέχετο, θαλαττεύοντες δὲ πολὺν χρόνον ἐν ἀπορίᾳ κατέστησαν τῶν ἀναγκαίων, μάλιστα δὲ τοῦ ποτοῦ, καὶ οὐδὲν αὐτοὺς ὠφέλει πλοῦτος ἄδικος, ἀλλὰ διψῶντες ἀπέθνησκον ἐν χρυσῷ. Βραδέως μὲν οὖν μετενόουν ἐφ’ οἷς ἐτόλμησαν, ὅτε οὐδὲν ὄφελος ἐγκαλοῦντες ἀλλήλοις.
彼らに難破の苦しみを長引かせたのであった。大地はこの不届き者たちを受け入れようとせず、長く海上を漂ううちに彼らは生活必需品、とりわけ飲み水の欠乏に陥った。不正な富は何の役にも立たず、彼らは黄金に囲まれながら渇きのために死んでいった。彼らは己の犯した大胆な所業をようやく悔いたが、それは互いに責め苛んでも何の意味もない時であった。
Οἱ μὲν οὖν ἄλλοι πάντες ἔθνησκον ὑπὸ δίψους, Θήρων δὲ καὶ ἐν ἐκείνῳ τῷ καιρῷ πανοῦργος ἦν· ὑποκλέπτων γὰρ τοῦ ποτοῦ1 καὶ τοὺς συλλῃστὰς ἐλῄστευεν. ᾬετο μὲν οὖν τεχνικόν τι πεποιηκέναι, τὸ δὲ ἄρα τῆς προνοίας ἔργον ἦν βασάνοις καὶ σταυρῷ τὸν ἄνδρα τηρούσης.
他の者たちは皆渇きのために息絶えていったが、テロンはそのような時にあっても悪賢かった。飲み水をくすねて、泥棒仲間からも盗みを働いていたからである。彼は自分では巧みなことをしたと思っていたが、それは拷問と十字架刑のためにこの男を留め置こうとする摂理の仕業であったのだ。
Ἡ γὰρ τριήρης ἡ Χαιρέαν κομίζουσα πλανωμένῳ τῷ κέλητι περιπίπτει καὶ τὸ μὲν πρῶτον ὡς πειρατικὸν ἐξένευσεν. Ἐπεὶ δ’ ἀκυβέρνητος ἐφάνη, πρὸς τὰς τῶν κυμάτων ἐμβολὰς εἰκῆ φερόμενος, ἐκ τῆς τριήρους τις ἀνέκραγεν “οὐκ ἔχει τοὺς ἐμπλέοντας, μὴ φοβηθῶμεν, ἀλλὰ πλησιάσαντες ἱστορήσωμεν τὸ παράδοξον.”
というのも、カイレアスを乗せた三段櫂船が、漂流していたこの小舟に行き当たったからである。最初、船はそれを海賊船と見て進路を変えた。しかしそれが舵手もおらず、波の打ち寄せるままに漂っているのが見えたため、三段櫂船の中からある者が大声で叫んだ。「乗り組んでいる者はいないようだ。恐れることはない。近づいてこの異様なありさまを調べようではないか」。
Ἤρεσε τῷ κυβερνήτῃ· Χαιρέας γὰρ ἐν κοίλῃ νηὶ ἐγκεκαλυμμένος ἔκλαεν. Ἐπεὶ δὲ ἐπλησίασαν, τὸ μὲν πρῶτον τοὺς ἔνδον ἐκάλουν· ὡς δὲ ὑπήκουεν οὐδείς, ἀνέβη τις ἀπὸ τῆς τριήρους, εἶδε δὲ οὐδὲν ἕτερον ἢ χρυσὸν καὶ νεκρούς. Ἐμήνυσε τοῖς ναύταις· ἔχαιρον, εὐτυχεῖς ἐνόμιζον ἑαυτούς, ὡς ἐν θαλάσσῃ θησαυρὸν εὑρόντες.
この提案は舵手を納得させた。カイレアスは船底で顔を覆って泣き濡れていたからである。彼らが近づいた時、最初は中の者たちに呼びかけた。だが誰も応じなかったので、三段櫂船から一人が乗り移ったが、黄金と死体以外には何も目に入らなかった。彼は水手たちに知らせた。水手たちは海の中で宝を見つけたかのように喜び、自分たちは幸運だと思った。
Θορύβου δὲ γενομένου Χαιρέας ἤρετο τίς ἡ αἰτία. Μαθὼν οὖν καὶ αὐτὸς ἐβουλήθη τὸ καινὸν θεάσασθαι. γνωρίσας δὲ τὰ ἐντάφια περιερρήξατο καὶ μέγα καὶ διωλύγιον ἀνεβόησεν “οἴμοι, Καλλιρρόη· ταῦτά ἐστι τὰ σά. Στέφανος οὗτος, ὃν ἐγώ σοι περιέθηκα· τοῦτο ὁ πατήρ σοι δέδωκε, τοῦτο ἡ μήτηρ· αὕτη στολὴ νυμφική. Τάφος σοι γέγονεν ἡ ναῦς.
騒ぎが起きたので、カイレアスは何事かと尋ねた。事情を知ると彼自身もその奇妙な光景を見たいと望んだ。そして副葬品を見て取るや、自らの衣服を引き裂き、悲痛な声で叫び声を上げた。「ああ、カリロエ。これらはあなたの物だ。これは私があなたに身につけさせた花冠、これは父上があなたに与えられたもの、これは母上が。これは婚礼の衣だ。この船があなたの墓となってしまったのか。
Ἀλλὰ τὰ μὲν σὰ βλέπω, σὺ δὲ ποῦ; μόνη τοῖς ἐνταφίοις ἡ νεκρὰ λείπει.” Τούτων ἀκούσας ὁ Θήρων ἔκειτο ὅμοιος τοῖς νεκροῖς, καὶ γὰρ ἦν ἡμιθνής. Πολλὰ μὲν οὖν ἐβουλεύσατο μηδ’ ὅλως φωνὴν ἀφιέναι μηδὲ κινεῖσθαι· τὸ γὰρ μέλλον οὐκ ἦν ἀπροόρατον αὐτῷ· φύσει δὲ φιλόζωόν ἐστιν ἄνθρωπος καὶ οὐδὲ ἐν ταῖς ἐσχάταις συμφοραῖς ἀπελπίζει τὴν πρὸς τὸ βέλτιον μεταβολήν, τοῦ δημιουργήσαντος θεοῦ τὸ σόφισμα τοῦτο πᾶσιν ἐγκατασπείραντος, ἵνα μὴ φύγωσι βίον ταλαίπωρον.
しかしあなたの物は見えるが、あなた自身はどこにいるのか。副葬品には、遺体だけが欠けているではないか」。これを聞いてテロンは死人のように横たわっていた。事実、半死半生であったのだ。彼は全く声も出さず身動きもすまいと何度も心に決めた。この先の成り行きが彼に予想できないわけではなかったからである。しかし人間は生来生きることを愛するものであり、極限の災難の中にあっても好転することを諦めないものなのだ。創造主なる神が、人間たちが辛い人生から逃げ出さぬよう、この知恵をすべての人に植えつけられたからである。
Κατεχόμενος οὖν τῷ δίψει ταύτην πρώτην ἀφῆκε φωνὴν “ποτόν”. Ἐπεὶ δὲ αὐτῷ προσηνέχθη καὶ πάσης ἔτυχεν ἐπιμελείας, παρακαθεσθεὶς αὐτῷ ὁ Χαιρέας ἤρετο “τίνες ἐστέ; καὶ ποῖ πλεῖτε; καὶ πόθεν ταῦτα; καὶ τί τὴν κυρίαν αὐτῶν πεποιήκατε;”2 Θήρων δὲ ἐμνημόνευεν ἑαυτοῦ πανοῦργος ἄνθρωπος καὶ “Κρὴς” εἶπεν “εἰμί, πλέω δὲ εἰς Ἰωνίαν·
そこで彼は渇きに苛まれ、まず最初に「水を」と声を絞り出した。水が運ばれ、あらゆる介抱を受けると、カイレアスは彼の傍らに座り、こう尋ねた。「お前たちは誰だ。どこへ航海しているのか。これらはどこから手に入れたのか。そして、これら〔の品〕の女主人をどうしたのか」。テロンは悪賢い人間であったので、我を失うことなくこう答えた。「私はクレータ人です。イオニアへ向かって航海しているところです。
ἀδελφὸν ἐμαυτοῦ ζητῶ στρατευόμενον. Κατελείφθην ὑπὸ τῶν ἐπὶ τῆς νεὼς ἐν Κεφαλληνίᾳ· ταχείας δὲ τῆς ἀναγωγῆς γενομένης ἐκεῖθεν ἐπέβην τοῦδε τοῦ κέλητος παραπλέοντος εὐκαίρως. Ἐξαισίοις δὲ πνεύμασιν ἐξεώσθημεν εἰς ταύτην τὴν θάλασσαν, εἶτα γαλήνης μακρᾶς γενομένης δίψει πάντες ἀνῃρέθησαν, ἐγὼ δὲ μόνος ἐσώθην ὑπὸ τῆς ἐμῆς εὐσεβείας.” Ἀκούσας οὖν ὁ Χαιρέας ἐκέλευσεν ἐξάψαι τὸν κέλητα τῆς τριήρους, ἕως εἰς τοὺς Συρακουσίων λιμένας καταπλεύσῃ.3
兵役に就いている自分の兄弟を探しているのです。私はケファレニアで船の者たちに取り残されてしまいました。出港が急であったため、そこから折よく通りかかったこの小舟に乗り込んだのです。しかし暴風によって私たちはこの海へと吹き流され、その後長い凪が続いたため、皆は渇きによって息絶えました。私だけが自らの信心深さによって命を取り留めたのです」。これを聞いたカイレアスは、シラクサの港へ入港するまで、この小舟を三段櫂船に結びつけておくよう命じた。
- 3.3.12ὑποκλέπτων γὰρ τοῦ ποτοῦ
属格 τοῦ ποτοῦ は部分の属格(partitive genitive)。動詞 ὑποκλέπτω(こっそり盗む)の直接目的語として、水全体ではなく「飲み水の一部を盗み取って」いたことを示す。
- 3.3.17τί τὴν κυρίαν αὐτῶν πεποιήκατε;
二重対格構文。ποιέω が人を表す対格(τὴν κυρίαν)と疑問代名詞の対格(τί)を伴い、「彼女に対して何を行ったのか」「彼女をどうしたのか」という事態・処置を問う慣用表現(ποιέω τινά τι)。
- 3.3.18ἕως εἰς τοὺς Συρακουσίων λιμένας καταπλεύσῃ
接続詞 ἕως に ἄν を伴わない接続法(καταπλεύσῃ)が続く構文。後代ギリシア語においてしばしば見られる用法で、未来の限界を示すと同時に主語(三段櫂船またはカイレアス)の意図・目的(「〜する時まで」)を含意している。
