← アフロディシアスのカリトン

カイレアスとカッリロエ

§3.2.9-3.2.17

盛大な婚礼の準備とカリロエの祈願

ディオニュシオスは公認の夫としての立場を固めるため町で盛大な婚礼を準備させ、カリロエは身ごもった子を守るべくアフロディテに欺瞞の成功を祈願したのち、町中の熱狂的な賛美に包まれて婚礼に臨む。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.2.9

Πείσω δὲ ταύτῃ μᾶλλον καὶ τὸν πενθερὸν ὡς οὐκ ἀνάξιός εἰμι τῶν γάμων. Καρτέρησον, ψυχή, προθεσμίαν σύντομον, ἵνα τὸν πλείω χρόνον ἀπολαύσῃς ἀσφαλοῦς ἡδονῆς. Ἰσχυρότερος γενήσομαι πρὸς τὴν κρίσιν, ἀνδρός, οὐ δεσπότου νόμῳ χρώμενος.”

「そしてこうすることで、義父に対しても私がこの婚姻にふさわしくない者ではないと、より一層納得させられるだろう。心よ、短い猶予を耐え忍ぶのだ、より長きにわたって安全な歓びを享受するために。夫としての法を用い、主人としての法を用いないことで、私は裁判に対してもより強固な立場となるだろう」。

§3.2.10

Ἔδοξεν οὕτως καὶ καλέσας Λεωνᾶν “ἄπιθι” φησὶν “εἰς τὴν πόλιν καὶ μεγαλοπρεπῶς ἑτοίμασον τὰ πρὸς τὸν γάμον. Ἐλαυνέσθωσαν ἀγέλαι· σῖτος καὶ οἶνος διὰ γῆς καὶ θαλάσσης κομιζέσθω· δημοσίᾳ τὴν πόλιν εὐωχῆσαι προῄρημαι.” Πάντα διατάξας ἐπιμελῶς τῆς ὑστεραίας αὐτὸς μὲν ἐπὶ ὀχήματος ἐποιεῖτο τὴν πορείαν, τὴν δὲ Καλλιρρόην (οὐδέπω γὰρ ἐβούλετο δεικνύναι πολλοῖς) ἐκέλευσε περὶ τὴν ἑσπέραν διὰ πορθμείου κομισθῆναι μέχρι τῆς οἰκίας, ἥτις ἦν ἐπ’ αὐτοῦ τοῦ λιμένος τοῦ Δοκίμου λεγομένου· Πλαγγόνι δὲ τὴν ἐπιμέλειαν αὐτῆς ἐνεχείρισε.

このように決意すると、レオナスを呼んで言った。「町へ赴き、婚礼の用意を壮麗に整えよ。家畜の群れを追い立てさせよ。穀物と酒を陸路と海路で運ばせよ。私は公に町全体をもてなすつもりである」。万事を丹念に手配したのち、翌日彼自身は馬車で出発したが、カリロエについては――まだ多くの人目には触れさせたくなかったので――夕刻の頃に渡し船で、ドキモスと呼ばれる港のまさにその地にある屋敷まで運ばれるよう命じ、プランゴンに彼女の世話を委ねた。

§3.2.12

Μέλλουσα τοίνυν ἀπαλλάσσεσθαι τῶν ἀγρῶν ἡ Καλλιρρόη τῇ Ἀφροδίτῃ πρῶτον ἐπεύξατο καὶ εἰσελθοῦσα εἰς τὸν νεὼν πάντας ἐκβαλοῦσα ταῦτα εἶπε πρὸς τὴν θεὸν “δέσποινα Ἀφροδίτη, μέμψωμαί σοι δικαίως ἢ χάριν γνῶ;1 σύ με οὖσαν παρθένον ἔζευξας Χαιρέᾳ καὶ νῦν μετ’ ἐκεῖνον ἄλλῳ με νυμφαγωγεῖς.

こうして田舎を去ることになったカリロエは、まずアフロディテに祈りを捧げ、神殿に入って人々をすべて外へ出させると、女神に向かってこう言った。「女主人アフロディテ様、私は正当にあなたを責めるべきでしょうか、それとも感謝すべきでしょうか。あなたは私が乙女であったときにカイレアスと結び合わせ、今また彼のあとに別の男へと嫁がせようとなさっています。

§3.2.13

Οὐκ ἂν ἐπείσθην σὲ ὀμόσαι καὶ τὸν σὸν υἱόν, εἰ μή με προύδωκε τοῦτο τὸ βρέφος,” δείξασα τὴν γαστέρα. “Ἱκετεύω δέ σε” φησὶν “οὐχ ὑπὲρ ἐμαυτῆς, ἀλλ̓ ὑπὲρ τούτου. Ποίησόν μου λαθεῖν τὴν τέχνην.2 Ἐπεὶ τὸν ἀληθῆ τοῦτο πατέρα οὐκ ἔχει, δοξάτω Διονυσίου παιδίον, τραφὲν γὰρ κἀκεῖνον εὑρήσει.” Βαδίζουσαν δὲ αὐτὴν ἀπὸ τοῦ τεμένους ἐπὶ τὴν θάλασσαν ἰδόντες οἱ ναῦται δείματι κατεσχέθησαν, ὡς τῆς Ἀφροδίτης αὐτῆς ἐρχομένης ἵνα ἐμβῇ, καὶ ὥρμησαν ἀθρόοι προσκυνῆσαι· προθυμίᾳ δὲ τῶν ἐρεσσόντων λόγου θᾶττον ἡ ναῦς κατέπλευσεν εἰς τὸν λιμένα. Ἅμα δὲ τῇ ἕῳ πᾶσα ἦν ἡ πόλις ἐστεφανωμένη.

もしこの胎児が私を裏切らなかったなら、私はあなたやあなたの息子にかけて誓うことには同意しなかったでしょう」と、自らの胎を指し示しながら言った。「しかし私は自らのためではなく、この子のためにあなたに懇願いたします。私の策略が露見しないようにしてください。この子には真の父がいないのですから、ディオニュシオスの子供と思われるようにしてください。育てば、あの方をも見出すことでしょう」。彼女が神域から海へと歩んでいく姿を見て、水夫たちはあたかもアフロディテ御自身が乗り込もうとやって来られたかのように畏怖に打たれ、皆が一斉に平伏しようとした。そして漕ぎ手たちの熱意によって、船は言葉よりも速く港へと入港した。夜明けとともに、町全体が花冠で飾られた。

§3.2.15

Ἔθυεν ἕκαστος πρὸ τῆς ἰδίας οἰκίας, οὐκ ἐν μόνοις τοῖς ἱεροῖς. Λογοποιίαι δὲ ἦσαν τίς ἡ νύμφη· τὸ δὲ δημωδέστερον πλῆθος ἀνεπείθετο διὰ τὸ κάλλος καὶ τὸ ἄγνωστον τῆς γυναικὸς ὅτι Νηρηὶς ἐκ θαλάσσης ἀναβέβηκεν ἢ ὅτι θεὰ πάρεστιν ἐκ τῶν Διονυσίου κτημάτων·

人々はただ神殿においてだけでなく、各自の家の前でも犠牲を捧げていた。花嫁は誰なのかと噂が飛び交ったが、一般の民衆は、その美しさと素性の知れなさから、ネレイスが海から上がってきたのだとか、ディオニュシオスの領地から女神がお出ましになったのだと信じ込まされていた。

§3.2.16

τοῦτο γὰρ οἱ ναῦται διελάλουν. Μία δὲ πάντων ἦν ἐπιθυμία Καλλιρρόην θεάσασθαι, καὶ περὶ τὸ ἱερὸν τῆς Ὁμονοίας ἠθροίσθη τὸ πλῆθος, ὅπου πάτριον ἦν τοῖς γαμοῦσι τὰς νύμφας παραλαμβάνειν. Τότε πρῶτον ἐκοσμήσατο μετὰ τὸν τάφον· κρίνασα γὰρ ἅπαξ γαμηθῆναι καὶ πατρίδα καὶ γένος τὸ κάλλος ἐνόμισεν.3 Ἐπεὶ δὲ ἔλαβε Μιλησίαν στολὴν καὶ στέφανον νυμφικόν, ἀπέβλεψεν εἰς τὸ πλῆθος. Πάντες οὖν ἀνεβόησαν “ἡ Ἀφροδίτη γαμεῖ.” Πορφυρίδας ὑπεστρώννυον καὶ ῥόδα καὶ ἴα, μύρον ἔρραινον βαδιζούσης, οὐκ ἀπελείφθη ἐν ταῖς οἰκίαις οὐ παιδίον, οὐ γέρων, ἀλλ’ οὐδ’ ἐν αὐτοῖς τοῖς λιμέσι· μέχρι κεράμων ἀνέβη τὸ πλῆθος στενοχωρούμενον. Ἀλλ’ ἐνεμέσησε καὶ ταύτῃ τῇ ἡμέρᾳ πάλιν ὁ βάσκανος δαίμων ἐκεῖνος· ὅπως δέ, μικρὸν ὕστερον ἐρῶ. Βούλομαι δὲ εἰπεῖν πρῶτον τὰ γενόμενα ἐν Συρακούσαις κατὰ τὸν αὐτὸν χρόνον.

水夫たちがそのように言いふらしていたからである。カリロエを一目見たいというのが皆の一致した望みであり、群衆はホモノイアの神殿の周りに集まった。そこは花婿たちが花嫁を迎え取るのが先祖伝来の習わしとなっている場所であった。この時彼女は、墓から出たのち初めて身を飾った。一度嫁ぐと決めたからには、自らの美しさこそが祖国であり家柄であると考えたからである。彼女はミレトス風の衣をまとい、婚礼の花冠を戴くと、群衆の方へ目を向けた。すると皆が一斉に「アフロディテが結婚される」と叫んだ。人々は紫の敷物を敷き、薔薇や菫を撒き、彼女の歩みに合わせて香油を注ぎかけた。家々には子供も老人も残っておらず、港そのものにさえ誰一人取り残されていなかった。身動きも取れぬほど押し寄せた群衆は屋根瓦の上にまで登った。しかしあの邪悪な神霊が、この日にもまた嫉妬の念を抱いたのである。それがどのようにであったかは少し後で語ることにしよう。私はまず、同じ頃にシラクサで起きていた出来事を語りたい。

構文注3 件
  1. 3.2.12μέμψωμαί σοι δικαίως ἢ χάριν γνῶ;

    アオリスト接続法 μέμψωμαι と γνῶ による審議疑問文(deliberative subjunctive)。「責めるべきか、それとも感謝すべきか」という発話者の内的葛藤・自問を表す。

  2. 3.2.13Ποίησόν μου λαθεῖν τὴν τέχνην

    使役を表す命令法 ποίησον に対格不定詞構文(または不定詞の主語)が続く形。μου は不定詞の意味上の主語ともとれるが、文脈上は名詞 τὴν τέχνην にかかる所有属格(「私の計略」)として λαθεῖν(知られずにいる、露見しない)の主語を τὴν τέχνην と解するのが自然である。

  3. 3.2.16κρίνασα γὰρ ἅπαξ γαμηθῆναι καὶ πατρίδα καὶ γένος τὸ κάλλος ἐνόμισεν

    動詞 ἐνόμισεν が二重対格(A を B とみなす)を取る構文。直接目的語は τὸ κάλλος(その美しさ)であり、述語対格として καὶ πατρίδα καὶ γένος(祖国でもあり家柄でもあるもの)が前に置かれている。分詞 κρίνασα は時・理由(「一度嫁ぐと決めたので」)を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:3.2.9-3.2.17