- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:2.6.1-2.6.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
神殿での対面後、絶望したディオニュシオスは力ずくでカリロエーを奪うことを拒絶し、プランゴーンを派遣して手厚い待遇と言葉巧みな説得によって彼女の心を捉えようと図る。
Καὶ ἡ μὲν ἀπῄει πεπεισμένη μηδὲν ἄκουσα δύνασθαι παθεῖν, ὁ δὲ Διονύσιος λυπούμενος ἧκεν εἰς οἶκον τὸν ἴδιον καὶ μόνον καλέσας Λεωνᾶν “κατὰ πάντα” φησὶν “ἐγὼ δυστυχής εἰμι καὶ μισούμενος ὑπὸ τοῦ Ἔρωτος. Τὴν μὲν γαμετὴν ἔθαψα, φεύγει δὲ ἡ νεώνητος, ἣν ἤλπιζον ἐξ Ἀφροδίτης εἶναί μοι δῶρον, καὶ ἀνέπλαττον ἐμαυτῷ βίον μακάριον ὑπὲρ Μενέλεων τὸν τῆς Λακεδαιμονίας γυναικός· οὐδὲ γὰρ τὴν Ἑλένην εὔμορφον οὕτως ὑπολαμβάνω γεγονέναι.
そしてカリロエーは意に反していかなる害も被ることはないだろうと確信して立ち去り、一方のディオニュシオスは悲嘆に暮れて自らの邸宅へと戻った。そしてレオナースだけを呼び出し、こう語った。「私はあらゆることにおいて不運であり、エロースに憎まれている。妻は葬り、新たに買い求めた女は去っていく。彼女こそはアフロディーテーから私への贈り物であると期待し、かのスパルタの女を妻としたメネラーオス以上に幸福な生を心に描いていたのだ。あのヘレネーとて、これほどまでに美しかったとは私には思えないからだ。
Πρόσεστι δὲ αὐτῇ καὶ ἡ τῶν λόγων πειθώ. Βεβίωταί μοι.1 Τῆς αὐτῆς ἡμέρας ἀπαλλαγήσεται Καλλιρρόη μὲν ἐντεῦθεν, ἐγὼ δὲ τοῦ ζῆν.” Πρὸς τοῦτο ἀνέκραγεν ὁ Λεωνᾶς “μὴ σύ γε, ὦ δέσποτα, μὴ καταράσῃ σεαυτῷ· κύριος γὰρ εἶ καὶ ἐξουσίαν ἔχεις αὐτῆς, ὥστε καὶ ἑκοῦσα καὶ ἄκουσα ποιήσει τὸ σοὶ δοκοῦν·
しかも彼女には言論の説得力までもが備わっている。私の命は尽きた。まさに同じ日に、カリロエーはここから去り、私は生から去るのだ」。これに対してレオナースは叫んだ。「ご主人様、決してそのようなことをなさいますな、御自身に呪いをかけられますな。あなた様こそは主人であり、彼女に対する権能をお持ちなのですから、彼女は好むと好まざるとにかかわらず、あなた様の思し召しどおりに行うことでしょう。
ταλάντου γὰρ αὐτὴν ἐπριάμην.” “Ἐπρίω σύ, τρισάθλιε, τὴν εὐγενῆ; οὐκ ἀκούεις Ἑρμοκράτην τὸν στρατηγὸν τῆς ὅλης Σικελίας ἐγκεχαραγμένον μεγάλως,2 ὃν βασιλεὺς ὁ Περσῶν θαυμάζει καὶ φιλεῖ, πέμπει δὲ αὐτῷ κατ’ ἔτος δωρεάς, ὅτι Ἀθηναίους κατεναυμάχησε τοὺς Περσῶν πολεμίους; ἐγὼ τυραννήσω σώματος ἐλευθέρου, καὶ Διονύσιος ὁ ἐπὶ σωφροσύνῃ περιβόητος ἄκουσαν ὑβριῶ, ἣν οὐκ ἂν ὕβρισεν οὐδὲ Θήρων ὁ λῃστής;”
何しろ私は彼女を1タラントンで買い取ったのですから」。「貴様、この大馬鹿者め、高貴な生まれの女性を買い取ったというのか。シケリア全土の将軍としてその名を轟かせ、ペルシア王も感嘆して愛顧し、ペルシアの敵であったアテナイ勢を海戦で撃破したという理由で毎年贈り物を送っている、あのヘルモクラテースの名を聞いたことがないのか。自由の身である者を私が無理やり意のままにし、節制において名高いこのディオニュシオスが、盗賊テローンでさえ侮辱しなかった女を、意に反して辱めようというのか」。
Ταῦτα μὲν οὖν εἶπε πρὸς τὸν Λεωνᾶν, οὐ μὴν οὐδ’ ἀπεγίνωσκε πείσειν ʽφύσει γὰρ εὔελπίς ἐστιν ὁ ἔρωσ̓, ἐθάρρει δὲ τῇ θεραπείᾳ κατεργάσασθαι τὴν ἐπιθυμίαν. Καλέσας οὖν τὴν Πλαγγόνα “δέδωκάς μοι” φησὶν “ἤδη πεῖραν ἱκανὴν τῆς ἐπιμελείας. Ἐγχειρίζω δέ σοι τὸ μέγιστον καὶ τιμιώτατόν μου τῶν κτημάτων, τὴν ξένην. Βούλομαι δὲ αὐτὴν μηδενὸς σπανίζειν, ἀλλὰ προϊέναι μέχρι τρυφῆς.
彼はレオナースに対してはこう言ったものの、彼女を説得することを完全に諦めていたわけでは決してなかった(エロースとは生まれつき希望を抱きやすいものだからである)。そして手厚くもてなすことによって望みを遂げられると期待していた。そこでプランゴーンを呼び出し、言った。「そなたはすでに心遣いの十分な証拠を私に示してくれた。そこで私の財産の中で最大かつ最も貴重なもの、かの異邦の女をそなたに託す。彼女に何一つ不自由をさせず、贅沢の極みに至らしめてほしいのだ。
Κυρίαν ὑπολάμβανε, θεράπευε καὶ κόσμει καὶ ποίει φίλην ἡμῖν· ἐπαίνει με παρ’ αὐτῇ πολλάκις καὶ οἷον ἐπίστασαι διηγοῦ. Βλέπε μὴ δεσπότην εἴπῃς.”3 Συνῆκεν ἡ Πλαγγὼν τῆς ἐντολῆς, φύσει γὰρ ἦν ἐντρεχής· αἴφνης δὲ βαλοῦσα πρὸς τὸ πρᾶγμα τὴν διάνοιαν, ᾤχετο πρὸς τοῦτο. Παραγενομένη τοίνυν πρὸς τὴν Καλλιρρόην, ὅτι μὲν κεκέλευσται θεραπεύειν αὐτὴν οὐκ ἐμήνυσεν, ἰδίαν δὲ εὔνοιαν ἐπεδείκνυτο· καὶ τὸ ἀξιόπιστον ὡς σύμβουλον ἤθελεν ἔχειν.
彼女を女主人とみなし、仕え、飾り立て、私たちに親愛の情を抱くようにせよ。彼女の前で幾度も私を褒め称え、そなたが心得ているとおりに私の人となりを語り聞かせるのだ。くれぐれも私を主人と呼んではならぬぞ」。プランゴーンは命じられた意図を理解した。生まれつき機転が利いたからである。彼女は直ちにこの事柄へ心を向け、その遂行へと赴いた。そしてカリロエーのもとへ赴くと、自分が彼女に仕えるよう命じられたことには触れず、自発的な好意を示し、相談役としての信頼を得ようと努めたのであった。
- 2.6.2Βεβίωταί μοι
完了受動三人称単数 βεβίωται に動作主の与格 μοι が結合した非人称的構文。「私によって生きることは完了した」、すなわち「私の命は終わった(尽きた)」を意味する。ラテン語の vixi(我は生き終えた=我は死んだ)と同様、生の終焉を遠回しに告げる慣用的表現。
- 2.6.3Ἑρμοκράτην τὸν στρατηγὸν τῆς ὅλης Σικελίας ἐγκεχαραγμένον μεγάλως
動詞 ἐγχαράσσω(刻み込む・銘記する)の完了受動分詞 ἐγκεχαραγμένον が Ἑρμοκράτην を修飾している。副詞 μεγάλως と共に「偉大に刻み込まれている」、すなわち名声や功績が人々の記憶・歴史に「深く刻まれている、高名である」ことを表す。続く関係節(ὃν βασιλεὺς ὁ Περσῶν θαυμάζει...)がその名声の具体的内容を展開している。
- 2.6.5Βλέπε μὴ δεσπότην εἴπῃς
命令法 βλέπε に μὴ + 接続法(εἴπῃς: aor. act. subj.)が続く警戒・禁止の構文。「〜しないよう用心せよ、決して〜と言うな」を意味する。ここではプランゴーンに対し、カリロエーに対して自分(ディオニュシオス)を「主人」と呼んで恐怖や隷属意識を植え付けないよう厳重に戒めている。
