← アフロディシアスのカリトン

カイレアスとカッリロエ

§1.8.1-1.8.4

墓の中で目覚めたカリロエの絶望と嘆き

墓の中で仮死状態から目覚めたカリロエは、暗闇と副葬品の存在から自分が生きたまま埋葬された事実を悟り、助けを求めて叫んだ末に絶望してカイレアスの性急さを怨じる嘆きを漏らす。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.8.1

Οὗτοι μὲν δὴ ταῦτα ἔπραττον· τὰ δὲ περὶ Καλλιρρόην δευτέραν ἄλλην ἐλάμβανε παλιγγενεσίαν, καί τινος ἀνέσεως ταῖς ἀποληφθείσαις ἀναπνοαῖς ἐκ τῆς ἀσιτίας ἐγγενομένης μόλις καὶ κατ’ ὀλίγον ἀνέπνευσεν· ἔπειτα κινεῖν ἤρξατο κατὰ μέλη τὸ σῶμα, διανοίγουσα δὲ τοὺς ὀφθαλμοὺς αἴσθησιν ἐλάμβανεν ἐγειρομένης ἐξ ὕπνου1 καὶ ὡς συγκαθεύδοντα Χαιρέαν ἐκάλεσεν.

彼らはまさにこうしたことを企てていた。他方、カリロエの身の上にはもう一つの第二の再生が訪れつつあった。塞き止められていた呼吸に、絶食によっていくらかの弛緩が生じ、彼女はかろうじて、少しずつ息を吹き返した。それから体の節々を動かし始め、目を見開くと、眠りから覚めつつある者の感覚を取り戻し、隣に眠っていると思ってカイレアスを呼んだ。

§1.8.2

Ἐπεὶ δὲ οὔτε ὁ ἀνὴρ οὔτε αἱ θεραπαινίδες ἤκουον, πάντα δὲ ἦν ἐρημία καὶ σκότος, φρίκη καὶ τρόμος τὴν παῖδα κατελάμβανεν οὐ δυναμένην τῷ λογισμῷ συμβαλεῖν τὴν ἀλήθειαν, μόλις δὲ ἀνεγειρομένη στεφάνων προσήψατο καὶ ταινιῶν ψόφον ἐποίει χρυσοῦ τε καὶ ἀργύρου· πολλὴ δὲ ἦν ἀρωμάτων εὐωδία.

夫も侍女たちも返事をせず、あたり一面が静寂と暗闇であったので、思考によって真相を突き止めることのできない娘を恐怖と戦慄が襲った。辛うじて身を起こしながら花冠や帯に触れ、金や銀の音を立てた。そして芳香の強い香りが立ち込めていた。

§1.8.3

Τότ’ οὖν ἀνεμνήσθη τοῦ λακτίσματος καὶ τοῦ δι’ ἐκεῖνο πτώματος, μόλις τε τὸν ἐκ τῆς ἀγωνίας ἐνόησε τάφον.2 Ἔρρηξεν οὖν φωνήν, ὅσην ἐδύνατο “σώζετε, βοηθεῖτε.” Ἐπεὶ δὲ πολλάκις αὐτῆς κεκραγυίας οὐδὲν ἐγίνετο πλέον,3 ἀπήλπισεν ἤδη τὴν σωτηρίαν καὶ ἐνθεῖσα τοῖς γόνασι τὴν κεφαλὴν ἐθρήνει λέγουσα “οἴμοι τῶν κακῶν· ζῶσα κατορώρυγμαι μηδὲν ἀδικοῦσα καὶ ἀποθνήσκω θάνατον μακρόν.

そのとき彼女は蹴られたことと、それによる昏倒を思い出し、苦悶の果てにようやくそこが墓であることを悟った。そこで力の限り声を張り上げた。「助けて、誰か来て!」しかし何度叫んでも何の甲斐もなかったため、彼女はもはや救助の望みを絶ち、膝の間に頭をうずめて嘆き悲しんで言った。「ああ、何という災いだろう。何ら罪もないのに生きながら埋められ、長引く死を迎えている。

§1.8.4

Ὑγιαίνουσάν με πενθοῦσι. Τίνα τίς ἄγγελον πέμψει;4 Ἄδικε Χαιρέα, μέμφομαί σε οὐχ ὅτι με ἀπέκτεινας, ἀλλ’ ὅτι με ἔσπευσας ἐκβαλεῖν τῆς οἰκίας. Οὐκ ἔδει σε ταχέως θάψαι Καλλιρρόην οὐδ’ ἀληθῶς ἀποθανοῦσαν. Ἀλλ’ ἤδη τάχα τι βουλεύῃ περὶ γάμου.”

まだ生きている私を人々は悼んでいるのだ。誰が誰を伝令として送ってくれるだろうか。不実なカイレアスよ、私はあなたが私を殺したからではなく、私を家から追い立てるように急いだことを責めます。たとえ真に息絶えていたとしても、カリロエをこれほど急いで埋葬すべきではなかったのに。それなのに、あなたは早くも再婚のことを考えているのでしょう」。

構文注4 件
  1. 1.8.1αἴσθησιν ἐλάμβανεν ἐγειρομένης ἐξ ὕπνου

    分詞 ἐγειρομένης(女性単数属格)は、明示されていない ἑαυτῆς(彼女自身)に一致して αἴσθησιν(感覚)の内容を規定する属格、あるいは「眠りから目覚めつつある女性の感覚」という目的格的/同格的属格として解される。主文の主語と同一人物の状態を客観視した語り口となっている。

  2. 1.8.3τὸν ἐκ τῆς ἀγωνίας ἐνόησε τάφον

    前置詞句 ἐκ τῆς ἀγωνίας(苦悶の末に/激しい動揺から)が定冠詞 τὸν と名詞 τάφον の間に置かれ、修飾語句の包摂(限定用法)の形をとる。「苦闘・苦悶の末に墓(の存在)を悟った」という動詞修飾の副詞的意味が語順の倒置(hyperbaton)によって名詞句内に織り込まれている。

  3. 1.8.3οὐδὲν ἐγίνετο πλέον

    慣用句 πλέον γίγνεται(利益・進展が生じる)の否定表現で、「何の甲斐もなかった」「事態は何一つ好転しなかった」の意。中性の比較級 πλέον は結果・程度を表す。

  4. 1.8.4Τίνα τίς ἄγγελον πέμψει;

    二重疑問文(double interrogative)。主格の疑問代名詞 τίς(誰が)と対格の疑問形容詞兼名詞 τίνα ἄγγελον(いかなる使者を)が一つの文に圧縮置換された修辞的構文で、「誰もいかなる使者も送ってくれはしない」という完全な孤立無援を反語的に強調している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:1.8.1-1.8.4