← アフロディシアスのカリトン

カイレアスとカッリロエ

§1.6.1-1.6.5

カリロエの盛大な葬送と海辺の埋葬

無罪となったカイレアスは自殺を望むが、親友の説得を受けてカリロエの盛大な葬儀を執り行い、海辺の壮麗な墓に莫大な副葬品とともに葬る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.6.1

Οἱ μὲν οὖν δικασταὶ τὴν ἀπολύουσαν ψῆφον ἔθεσαν, Χαιρέας δὲ οὐκ ἀπέλυεν ἑαυτόν, ἀλλ’ ἐπεθύμει θανάτου καὶ πάσας ὁδοὺς ἐμηχανᾶτο τῆς τελευτῆς. Πολύχαρμος δὲ ὁρῶν ἄλλως ἀδύνατον ἑαυτῷ τὴν σωτηρίαν1 “προδότα” φησὶ “τῆς νεκρᾶς, οὐδὲ θάψαι Καλλιρρόην ὑπομενεῖς; ἀλλοτρίαις χερσὶ τὸ σῶμα πιστεύεις; Καιρός ἐστί σοι νῦν ἐνταφίων ἐπιμελεῖσθαι πολυτελείας καὶ τὴν ἐκκομιδὴν κατασκευάσαι βασιλικήν.” Ἔπεισεν οὗτος ὁ λόγος·

裁判員たちは無罪の票を投じたが、カイレアスは自分自身を許さず、死を望んで自らの生命を絶つあらゆる手立てを巡らせていた。しかしポリュカルモスは、ほかの方法では彼を救うことが不可能であると見て、「死んだ妻への裏切り者め」と言った。「カリロエを埋葬することすら辛抱強く待てないのか。見知らぬ他人の手にその遺体を委ねるというのか。今こそお前にとって、贅を尽くした副葬品に気を配り、王侯にふさわしい葬列を整える時だ」。この言葉が彼を納得させた。

§1.6.2

ἐνέβαλε γὰρ φιλοτιμίαν καὶ φροντίδα. Τίς ἂν οὖν ἀπαγγεῖλαι δύναιτο κατ’ ἀξίαν τὴν ἐκκομιδὴν ἐκείνην; Κατέκειτο μὲν Καλλιρρόη νυμφικὴν ἐσθῆτα περικειμένη καὶ ἐπὶ χρυσηλάτου κλίνης μείζων τε καὶ κρείττων, ὥστε πάντες εἴκαζον αὐτὴν Ἀριάδνῃ καθευδούσῃ.

野心と気遣いを吹き込んだからである。では、あの葬列を誰が相応に語り尽くせようか。カリロエは花嫁の衣を身にまとい、黄金で鍛えられた寝台の上に、生前よりもいっそう大きく美しく横たわっていたので、誰もが彼女を眠れるアリアドネに喩えたほどであった。

§1.6.3

Προῄεσαν δὲ τῆς κλίνης πρῶτοι μὲν οἱ Συρακουσίων ἱππεῖς αὐτοῖς ἵπποις2 κεκοσμημένοι, μετὰ τούτους ὁπλῖται φέροντες σημεῖα τῶν Ἑρμοκράτους τροπαίων, εἶτα ἡ βουλή, καὶ ἐν μέσῳ τῷ δήμῳ πάντες Ἑρμοκράτ δορυφοροῦντες· ἐφέρετο δὲ καὶ Ἀρίστων, ἔτι νοσῶν, θυγατέρα καὶ κυρίαν Καλλιρρόην ἀποκαλῶν. Ἐπὶ τούτοις αἱ γυναῖκες τῶν πολιτῶν μελανείμονες, εἶτα πλοῦτος ἐνταφίων βασιλικός· πρῶτος μὲν ὁ τῆς φερνῆς χρυσός τε καὶ ἄργυρος ἐσθήτων κάλλος καὶ κόσμος ʽσυνέπεμψε δὲ Ἑρμοκράτης πολλὰ ἐκ τῶν λαφύρων’ συγγενῶν τε δωρεαὶ καὶ φίλων, τελευταῖος δὲ ὁ Χαιρέου πλοῦτος· ἐπεθύμει γάρ, εἰ δυνατὸν ἦν, πᾶσαν τὴν οὐσίαν συγκαταφλέξαι τῇ γυναικί.

寝台の前を進んだのは、まずは馬もろとも美しく飾られたシラクサの騎兵たちであり、その次にはヘルモクラテスの戦勝記念碑の旗印を掲げる重装歩兵たち、次いで評議会、そして民衆の真ん中では全員がヘルモクラテスを護衛していた。まだ病身のアリストンも輿に乗って運ばれ、カリロエを娘、そして女主と呼び続けていた。これらに続いて黒衣をまとった市民の妻たちが続き、次いで王侯にふさわしい贅沢な副葬品が続いた。最初は持参金の金銀や美しい衣類と装身具――ヘルモクラテスも戦利品から多くの品を添えて送った――、親族や友人たちからの贈り物が続き、最後はカイレアスの富であった。彼は可能であるなら、全財産を妻とともに焼き尽くしたいと願っていたからである。

§1.6.5

Ἔφερον δὲ τὴν κλίνην οἱ Συρακουσίων ἔφηβοι, καὶ ἐπηκολούθει τὸ πλῆθος. Πάντων δὲ θρηνούντων μάλιστα Χαιρέας ἠκούετο. Ἦν δὲ τάφος μεγαλοπρεπὴς Ἑρμοκράτους πλησίον τῆς θαλάσσης, ὥστε καὶ τοῖς πόρρωθεν πλέουσι περίβλεπτος εἶναι· τοῦτον ὥσπερ θησαυρὸν ἐπλήρωσεν ἡ τῶν ἐνταφίων πολυτέλεια. Τὸ δὲ δοκοῦν εἰς τιμὴν τῆς νεκρᾶς γεγονέναι3 μειζόνων πραγμάτων ἐκίνησεν ἀρχήν.

そしてシラクサの青年たちが寝台を担ぎ、群衆がそれに従った。皆が悲嘆に暮れる中で、とりわけカイレアスの泣き声が響き渡った。海辺にはヘルモクラテスの壮麗な墓があり、遠くから船で通る者たちにもよく見えるほどであった。この墓を、贅を尽くした副葬品があたかも宝物庫のように満たした。しかし、死者の栄誉のためになされたと思われたこのことが、より大きな事件の発端を引き起こすことになったのである。

構文注3 件
  1. 1.6.1ὁρῶν ἄλλως ἀδύνατον ἑαυτῷ τὴν σωτηρίαν

    再帰代名詞 ἑαυτῷ が τὴν σωτηρίαν の意味上の主語であるカイレアス(「彼にとっての救済」、後期ギリシア語では非再帰の αὐτῷ の意でも用いられる)を指すとする解釈と、主文の主語ポリュカルモス自身(「彼[ポリュカルモス]にとって[友を]救うこと」)を指すとする解釈が可能である。ここでは親友を救う手立てが他にないことを悟った文脈から、ポリュカルモスから見た「カイレアスを救うこと」の与格として機能している。

  2. 1.6.3αὐτοῖς ἵπποις

    随伴の与格(コミタティブ与格)の慣用表現で、αὐτός と名詞の与格複数によって「馬もろとも」「馬も一緒に」の意味を表す。

  3. 1.6.5Τὸ δὲ δοκοῦν εἰς τιμὴν τῆς νεκρᾶς γεγονέναι

    中性単数分詞 τὸ δοκοῦν が主語名詞句を形成し、不定詞 γεγονέναι を伴って「死者の栄誉のために生じたと見なされた事柄」を表す。文末の ἐκίνησεν ἀρχήν(発端を引き起こした)に対する主語として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:1.6.1-1.6.5