- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:1.14.1-1.14.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
テロンはカリロエの美貌を際立たせる演出をしてレオナスに対面させ、レオナスは驚嘆して即座に一タラントンで買い取り、テロンは逃亡する。一人残されたカリロエは自らの苛酷な運命を激しく嘆き悲しむ。
Ὡς δὲ πλησίον ἐγένετο τῆς ἐπαύλεως ὁ Θήρων, ἐστρατήγησέ τι τοιοῦτον. Ἀποκαλύψας τὴν Καλλιρρόην καὶ λύσας αὐτῆς τὴν κόμην, διανοίξας τὴν θύραν, πρώτην ἐκέλευσεν εἰσελθεῖν. Ὁ δὲ Λεωνᾶς καὶ πάντες οἱ ἔνδον ἐπιστάσης αἰφνίδιον1 κατεπλάγησαν, δοκοῦντες θεὰν ἑωρακέναι· καὶ γὰρ ἦν τις λόγος ἐν τοῖς ἀγροῖς Ἀφροδίτην ἐπιφαίνεσθαι.
テロンは別荘の近くに来ると、次のような計略を巡らせた。カリロエの覆いを外して彼女の髪を解き、扉を開けると、彼女に最初に入るよう命じた。レオナスと中にいたすべての者たちは、彼女が突然現れ出たことに仰天し、女神を目にしたかと思った。田舎ではアフロディテが現れるという噂があったからである。
Καταπεπληγμένων δὲ αὐτῶν κατόπιν ὁ Θήρων ἑπόμενος προσῆλθε τῷ Λεωνᾷ καὶ “ἀνάστα” φησὶ “καὶ γενοῦ περὶ τὴν ὑποδοχὴν τῆς γυναικός· αὕτη γάρ ἐστιν ἣν θέλεις ἀγοράσαι.” Χαρὰ καὶ θαυμασμὸς ἐπηκολούθησε πάντων.
彼らが呆然としているところへ、テロンが後ろから続いてレオナスの元へ歩み寄り、「起き上がって、」と彼は言った、「女をもてなす準備にかかりなさい。そなたが買いたがっているのはこの女なのだから」。皆の喜びと感嘆がこれに続いた。
Τὴν μὲν οὖν Καλλιρρόην ἐν τῷ καλλίστῳ τῶν οἰκημάτων κατακλίναντες εἴασαν ἡσυχάζειν· καὶ γὰρ ἐδεῖτο πολλῆς ἀναπαύσεως ἐκ λύπης καὶ καμάτου καὶ φόβου· Θήρων δὲ τῆς δεξιᾶς λαβόμενος τοῦ Λεωνᾶ “τὰ μὲν παρ’ ἐμοῦ σοι” φησὶ “πιστῶς πεπλήρωται, σὺ δὲ ἔχε μὲν ἤδη τὴν γυναῖκα ʽφίλος γὰρ εἶ λοιπόν̓, ἧκε δὲ εἰς ἄστυ καὶ λάμβανε τὰς καταγραφὰς καὶ τότε μοι τιμήν, ἣν θέλεις, ἀποδώσεις.” Ἀμείψασθαι δὲ θέλων ὁ Λεωνᾶς “οὐ μὲν οὖν” φησὶν “ἀλλὰ κἀγώ σοι τὸ ἀργύριον ἤδη πιστεύω πρὸ τῆς καταγραφῆς,” ἅμα δὲ καὶ προκαταλαβεῖν ἤθελε, δεδιὼς μὴ ἄρα μετάθηται· πολλοὺς γὰρ ἐν τῇ πόλει γενέσθαι τοὺς ἐθέλοντας ὠνεῖσθαι.
そこで彼らはカリロエを部屋の中で最も美しい部屋に横たえ、休ませておいた。悲しみと疲労と恐怖のため、彼女は多大の休息を必要としていたからである。一方テロンはレオナスの右手を取り、「私からの分は忠実に果たされました。あなたは今や女を手元に置きなさい(これから私たちは友人なのですから)。そして町へ来て正式な権利証書を受け取り、そのときに望む代価を私に支払ってください」と言った。しかしレオナスはそれに応えようとして、「いや、とんでもない。私もまた権利証書を受け取る前に、今すぐ銀貨をあなたにお預けしましょう」と言った。同時に、テロンが心変わりするのではないかと恐れて、先手を打って確保しておきたかったのである。町には買い取りたがる者が大勢いると思われたからである。
Τάλαντον οὖν ἀργυρίου προκομίσας ἠνάγκαζε λαβεῖν, ὁ δὲ Θήρων ἀκκισάμενος λαμβάνει. Κατέχοντος δὲ ἐπὶ δεῖπνον αὐτὸν τοῦ Λεωνᾶ ʽκαὶ γὰρ ἦν ὀψὲ τῆς ὥρασ̓ “βούλομαι” φησὶν “ἀφ’ ἑσπέρας εἰς τὴν πόλιν πλεῦσαι, τῇ δ᾽ ὑστεραίᾳ ἐπὶ τῷ λιμένι συμβαλοῦμεν.”
そこで一タラントン分の銀を取り出して、受け取るよう迫り、テロンはもったいぶりながらそれを受け取った。しかしレオナスが彼を夕食に引き留めようとすると(時刻はすでに遅かったので)、「夕暮れから町へ向けて船を出したいのです。翌日、港でお会いしましょう」とテロンは言った。
Ἐπὶ τούτοις ἀπηλλάγησαν. Ἐλθὼν δ’ ἐπὶ τὴν ναῦν ὁ Θήρων ἐκέλευσεν ἀραμένους τὰς ἀγκύρας ἀνάγεσθαι τὴν ταχίστην, πρὶν ἐκπύστους γενέσθαι. Καὶ οἱ μὲν ἀπεδίδρασκον ἔνθα τὸ πνεῦμα ἔφερε, μόνη δὲ Καλλιρρόη γενομένη ἤδη μετ’ ἐξουσίας τὴν ἰδίαν ἀπωδύρετο τύχην. “Ἰδοὺ” φησὶν “ἄλλος τάφος, ἐν ᾧ Θήρων με κατέκλεισεν, ἐρημότερος ἐκείνου μᾶλλον·2
これらの条件で彼らは別れた。船へ戻ったテロンは、露見する前に一刻も早く錨を上げて出港するよう命じた。そして彼らは風の吹くままに逃走したが、一人になったカリロエは今や気兼ねなく自らの運命を嘆き悲しんだ。「ごらんなさい、」と彼女は言った、「テロンが私を閉じ込めたもう一つの墓、あの墓よりもさらに人里離れた墓を。
πατὴρ γάρ μοι ἂν ἐκεῖ προσῆλθε καὶ μήτηρ, καὶ Χαιρέας ἐπέσπεισε δακρύων· ᾐσθόμην ἂν καὶ τεθνεῶσα. Τίνα δὲ ἐνταῦθα καλέσω; Γινώσκεις. Τύχη βάσκανε, διὰ γῆς καὶ θαλάσσης τῶν ἐμῶν κακῶν οὐκ ἐπληρώθης, ἀλλὰ πρῶτον μὲν τὸν ἐραστήν μου σὺ φονέα ἐποίησας ʽΧαιρέας, ὁ μηδὲ δοῦλον μηδέποτε πλήξας, ἐλάκτισε καιρίως ἐμὲ τὴν φιλοῦσαν̓·
あそこであれば父も母も私の元へ訪れてくれたでしょうし、カイレアスは涙の注ぎ物をしてくれたでしょう。死んでいたとしても私は気づいたことでしょう。ここでは誰を呼べばよいというのか。そなたはご存じのはずだ。邪悪な運命の女神よ、陸と海を通じて私の災厄に飽き足らず、まず第一に、私の恋人を殺人者に仕立て上げた(奴隷さえ一度も殴ったことのなかったカイレアスが、〔彼を〕愛する私を急所に蹴りつけたのだ)。
εἶτά με τυμβωρύχων χερσὶ παρέδωκας καὶ ἐκ τάφου προήγαγες εἰς θάλασσαν καὶ τῶν κυμάτων τοὺς πειρατὰς φοβερωτέρους ἐπέστησας. Τὸ δὲ περιβόητον κάλλος εἰς τοῦτο ἐκτησάμην, ἵν’ ὑπὲρ ἐμοῦ Θήρων ὁ λῃστὴς μεγάλην λάβῃ τιμήν.
次いで私を盗掘者たちの手に引き渡し、墓から海へと連れ出して、波よりも恐ろしい海賊たちを差し向けた。あの名高い美貌を私が身につけたのも、盗賊テロンが私と引き換えに巨額の代価を手にするためだったというのか。
Ἐν ἐρημίᾳ πέπραμαι καὶ οὐδὲ εἰς πόλιν ἠνέχθην, ὡς ἄλλη τις τῶν ἀργυρωνήτων· ἐφοβήθης γάρ, ὦ Τύχη, μή τις ἰδὼν εὐγενῆ δόξῃ.3 Διὰ τοῦτο ὡς σκεῦος παρεδόθην οὐκ οἶδα τίσιν, Ἕλλησιν ἢ βαρβάροις ἢ πάλιν λῃσταῖς.” Κόπτουσα δὲ τῇ χειρὶ τὸ στῆθος εἶδεν ἐν τῷ δακτυλίῳ τὴν εἰκόνα τὴν Χαιρέου καὶ καταφιλοῦσα “ἀληθῶς ἀπόλωλα, ὦ Χαιρέα” φησί, “τοσούτῳ διαζευχθεῖσα πάθει. Καὶ σὺ μὲν πενθεῖς καὶ μετανοεῖς καὶ τάφῳ κενῷ παρακάθησαι, μετὰ θάνατόν μοι τὴν σωφροσύνην μαρτυρῶν, ἐγὼ δὲ ἡ Ἑρμοκράτους θυγάτηρ, ἡ σὴ γυνή, δεσπότῃ σήμερον ἐπράθην.” Τοιαῦτα ὀδυρομένῃ μόλις ὕπνος ἐπῆλθεν αὐτῇ.
人里離れた地で私は売られ、金で買われた他の女たちのように町へと運ばれることさえなかった。運命の女神よ、誰かが私を見て高貴の生まれであると気づくことを、そなたは恐れたのだ。そのため私は物品のように、ギリシア人なのか、異民族なのか、あるいはまた海賊なのかも知らぬ者たちへ引き渡されたのだ」。彼女は手で胸を打ち叩きながら、指輪の中にカイレアスの肖像を見て、それに口づけしながら言った。「カイレアスよ、これほどの災難によって引き裂かれ、私は本当に滅び去ってしまいました。あなたは喪に服し、悔やみ、空の墓の傍らに座して、私の死後に貞節を証言してくれているのに、ヘルモクラテスの娘であり、あなたの妻である私は、今日、ある主人に売り払われてしまったのです」。このように嘆き悲しむ彼女に、ようやく眠りが訪れた。
- 1.14.1ἐπιστάσης αἰφνίδιον
主語が明示されない独立属格構文。先行文で部屋へ最初に入ったカリロエ(αὐτῆς / Καλλιρρόης)を意味上の主語として補って解する。女性単数アオリスト分詞 ἐπιστάσης が「不意に目の前に現れた」ことを表し、主節の κατεπλάγησαν の契機を示す。
- 1.14.6ἐρημότερος ἐκείνου μᾶλλον
比較級形容詞 ἐρημότερος に比較副詞 μᾶλλον が重ねられた二重比較の強調表現。「あの墓よりもさらに人里離れた/荒涼とした」の意。古典ギリシア語散文でも感情の高まりを伴う発話などで見られる構文。
- 1.14.9μή τις ἰδὼν εὐγενῆ δόξῃ
接続詞 μή に導かれる懸念・恐れの節(ἐφοβήθης に係る)。分詞 ἰδών の目的語(カリロエ)が文脈から省略されている。述語 εὐγενῆ は「高貴である」という補語であり、δοκέω が「判断する・みなす」という能動的な意味合いを帯びて「誰かが[私を]見て、[私が]高貴な身分であると見なす/気づくこと」を恐れた、と解釈される。
