- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:1.10.1-1.10.8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
盗賊一味はカリロエの処遇をめぐって返還か殺害かで激しく対立するが、首領テロンは双方を退け、彼女を売却して利益を得ることを決定して出航する。
Ἐπεὶ δὲ ἐνέπλησαν τὸν κέλητα τῶν λαφύρων, ἐκέλευσεν ὁ Θήρων τὸν φύλακα μικρὸν ἀποστῆναι μετὰ τῆς γυναικός· εἶτα βουλὴν προύθηκε περὶ αὐτῆς. Ἐγένοντο δὲ αἱ γνῶμαι διάφοροι καὶ ἀλλήλαις ὑπεναντίαι.
彼らが小舟を略奪品で満たすと、テロンは見張りの者に命じてその女とともに少し離れた場所に下がらせ、それから彼女について評議に付した。だが意見は分かれ、互いに真っ向から対立した。
Πρῶτος γάρ τις εἶπεν “ἐφ’ ἕτερα μὲν ἤλθομεν, ὦ συστρατιῶται, βέλτιον δὲ τὸ παρὰ τῆς τύχης ἀποβέβηκε· χρησώμεθα αὐτῷ· δυνάμεθα γὰρ ἀκινδύνως εἰργάσθαι. Δοκεῖ δή μοι τὰ μὲν ἐντάφια κατὰ χώραν ἐᾶν, ἀποδοῦναι δὲ τὴν Καλλιρρόην ἀνδρὶ καὶ πατρί, φήσαντας1 ὅτι προσωρμίσθημεν τῷ τόπῳ κατὰ συνήθειαν ἁλιευτικήν, ἀκούσαντες δὲ φωνὴν ἠνοίξαμεν κατὰ φιλανθρωπίαν, ἵνα σώσωμεν τὴν ἔνδον ἀποκεκλεισμένην.
なぜなら、ある者が真っ先にこう言ったからである。「戦友諸君、我らは別の目的でやって来たが、運命が授けてくれた成り行きの方が勝っている。これを利用しよう。我らは何ら危険を冒すことなく事を成し遂げることができるのだから。私には、副葬品はそのままその場に残しておき、カリロエを夫と父に送り返すのがよいと思われる。我らは漁の習いでこの場所に船を寄せたところ、声を聞きつけ、中に閉じ込められていた者を救うために人道心から墓を開けたのだ、と言明しながら。
Ὁρκίσωμεν δὲ τὴν γυναῖκα πάντα ἡμῖν μαρτυρεῖν. Ἡδέως δὲ ποιήσει. χάριν ὀφείλουσα τοῖς εὐεργέταις, δι’ ὧν ἐσώθη. Πόσης οἴεσθε χαρᾶς ἐμπλήσομεν τὴν ὅλην Σικελίαν; πόσας ληψόμεθα δωρεάς; ἅμα δὲ καὶ πρὸς ἀνθρώπους δίκαια καὶ πρὸς θεοὺς ὅσια ταῦτα ποιήσομεν.”
そしてその女に、我らのためにすべてを証言するよう誓わせよう。彼女は喜んでそうするだろう。自らを救ってくれた恩人たちに恩義があるのだから。諸君は、我らがシケリア全土をどれほどの歓喜で満たすことになると思うか。どれほどの報奨を受け取ることになるだろうか。そのうえ、人間に対して正しく、神々に対して敬虔なことにもなるのだ」。
Ἔτι δὲ αὐτοῦ λέγοντος ἕτερος ἀντεῖπεν “ἄκαιρε καὶ ἀνόητε, νῦν ἡμᾶς κελεύεις φιλοσοφεῖν; ἆρά γε τὸ τυμβωρυχεῖν ἡμᾶς ἐποίησε χρηστούς; ἐλεήσομεν ἣν οὐκ ἠλέησεν ἴδιος ἀνὴρ ἀλλ’ ἀπέκτεινεν; οὐδὲν γὰρ ἠδίκηκεν ἡμᾶς·2
彼がまだこう語っているうちに、別の者が反論した。「時機も心得ぬ愚か者め、今になって我らに哲学を説けというのか。墓荒らしをしたことが我らを善人にしたとでもいうのか。当の夫すら憐れまずに殺した女を、我らが憐れむというのか。彼女は我らに何の危害も加えていない、とでも言うつもりか。
ἀλλ’ ἀδικήσει τὰ μέγιστα. Πρῶτον μὲν γάρ, ἂν ἀποδῶμεν αὐτὴν τοῖς προσήκουσιν, ἄδηλον ἣν ἕξουσι γνώμην περὶ τοῦ γεγονότος, καὶ ἀδύνατον μὴ ὑποπτευθῆναι τὴν αἰτίαν,3 δι’ ἣν ἤλθομεν ἐπὶ τὸν τάφον. Ἐὰν δὲ καὶ χαρίσωνται τὴν τιμωρίαν ἡμῖν οἱ τῆς γυναικὸς συγγενεῖς, ἀλλ’ οἱ ἄρχοντες καὶ ὁ δῆμος αὐτὸς οὐκ ἀφήσει τυμβωρύχους ἄγοντας καθ’ αὑτῶν τὸ φορτίον.
だが彼女は最大の損害をもたらすのだ。第1に、もし我らが彼女を身内に引き渡せば、彼らがこの出来事についてどのような見解を抱くかは予測がつかず、我らが墓にやって来た真の動機が疑われないはずがないからだ。たとえ女の親族が我らへの処罰を免除してくれたとしても、役人たちや民衆そのものが、自ら有罪の証拠となる荷を運んできた墓荒らしたちを放免するはずがない。
Τάχα δέ τις ἐρεῖ λυσιτελέστερον εἶναι πωλῆσαι τὴν γυναῖκα· τιμὴν γὰρ εὑρήσειν διὰ τὸ κάλλος. Ἔχει δὲ καὶ τοῦτο κίνδυνον. Ὁ μὲν γὰρ χρυσὸς οὐκ ἔχει φωνήν, οὐδὲ ὁ ἄργυρος ἐρεῖ πόθεν αὐτὸν εἰλήφαμεν. Ἔξεστιν ἐπὶ τούτοις πλάσασθαι καὶ διήγημα.
おそらく誰かは、女を売り払う方が得策だと言うだろう。美しさゆえに高値がつくだろうから、と。しかしこれにも危険がある。金には声がなく、銀も我らがどこから手に入れたかを告げ口したりはしない。これらについては作り話をでっち上げることも可能だ。
Φορτίον δὲ ἔχον ὀφθαλμούς τε καὶ ὦτα καὶ γλῶσσαν τίς ἂν ἀποκρύψαι δύναιτο; καὶ γὰρ οὐδὲ ἀνθρώπινον τὸ κάλλος, ἵνα λάθωμεν. Ὅτε δούλην ἐροῦμεν τίς αὐτὴν ἰδὼν τούτῳ πιστεύσει; Φονεύσωμεν οὖν αὐτὴν ἐνθάδε, καὶ μὴ περιαγάγωμεν καθ’ αὑτῶν τὸν κατήγορον.”
だが、目も耳も舌も持つ積荷を、誰が隠しおおせることができようか。我らが隠し通すには、その美貌は人並み外れてさえいるのだ。我らが奴隷だと言い張ったところで、彼女を見て誰がそれを信じるだろうか。それゆえ、彼女をこの場で殺害し、我ら自身を告発する者を連れ回すような真似はやめようではないか」。
Πολλῶν δὲ τούτοις συντιθεμένων οὐδετέρᾳ γνώμῃ Θήρων ἐπεψήφισε.4 “Σὺ μὲν γὰρ” εἶπε “κίνδυνον ἐπάγεις, σὺ δὲ κέρδος ἀπολλύεις. Ἐγὼ δὲ ἀποδώσομαι τὴν γυναῖκα μᾶλλον ἢ ἀπολῶ· πωλουμένη μὲν γὰρ σιγήσει διὰ τὸν φόβον, πραθεῖσα δὲ κατηγορείτω τῶν μὴ παρόντων. Ἀλλ’ ἐμβαίνετε· πλέωμεν· ἤδη γάρ ἐστι πρὸς ἡμέραν.”
多くの者がこれに同調したが、テロンはそのどちらの意見にも賛同しなかった。「お前は」と彼は言った、「危険を引き込み、お前は利益を失わせている。私は女を殺すくらいなら売る方を選ぶ。売られる間は恐れから口をつぐむだろうし、売られた後は、その場にいない我らのことなど好きなだけ告発させればよい。さあ、乗り込め。出航だ。もう夜明けが近い」。
- 1.10.2φήσαντας
非人称構文 δοκεῖ δή μοι に続く不定詞 ἐᾶν および ἀποδοῦναι の意味上の主語(「我々」)に一致する男性対格複数分詞。与格 μοι に一致させる与格(φήσασι)ではなく、不定詞の意味上の主語を対格(ἡμᾶς)として補って一致させている。
- 1.10.4οὐδὲν γὰρ ἠδίκηκεν ἡμᾶς·
対論者の想定される弁明(「彼女は我々に何も害をなしていないではないか」)をあらかじめ引用して反駁する想定問答(occupatio)の手法。直後の ἀλλ’ ἀδικήσει τὰ μέγιστα(「だが最大の害をもたらすのだ」)で即座に否定されている。
- 1.10.5καὶ ἀδύνατον μὴ ὑποπτευθῆναι τὴν αἰτίαν
否定的な意味を持つ形容詞 ἀδύνατον に続く不定詞に否定詞 μή が添えられた構文。否定・不可能性を表す語句に伴う冗長な否定(sympathetic negative)であり、「原因が疑われないことは不可能である(=必ず疑われる)」という必然性を表す。
- 1.10.8οὐδετέρᾳ γνώμῃ Θήρων ἐπεψήφισε
民会等で議案を「採決に付す」という公的な政治術語 ἐπιψηφίζω が与格 οὐδετέρᾳ γνώμῃ とともに用いられ、盗賊団の首領テロンが双方の提案のいずれにも賛同・承認を与えなかったことを比喩的・戯作的に表している。
