- 底本
- Archimedes. Archimède, Volume 3. Mugler, Charles, editor. Paris: Les Belles Lettres, 1971.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0552.tlg011.humanitext-grc1:6-7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
6章では、与えられた半円から形成されるアルベロスに内接する円の直径の比を、分節の比(1.5倍)を基に求め、7章では正方形の外接円が内接円の2倍の面積を持つことを証明する。
ς΄. Εἴ κα ἐν ἁμικυκλίῳ σαμεῖόν τι ἐπὶ τᾶς διαμέτρου ᾖ, καὶ γραφέωντι ἀπὸ τῶν τμαμάτων τᾶς διαμέτρου δύο ἁμικύκλια ἐντός, τραφῇ δὲ ἐν τῷ ἀρβήλῳ κύκλος ἐπιψαύων τῶν τριῶν ἁμικυκλίων, τὸν λόγον τᾶς διαμέτρου τοῦ δοθέντος ἁμικυκλίου ποτὶ τὰν διάμετρον τοῦ ἐγγραφέντος κύκλου εὑρεῖν. ΑΒΓ, σαμεῖον δὲ τι ἐπὶ τᾶς διαμέτρου τὸ △ καὶ πεποιήσθω οὕτως, ὥστε τὸ μεῖζον τμᾶμα τὸ Α△ ἐλάσσονος τοῦ △Γ ἁμιόλιον εἶμεν, καὶ ἀπὸ τμαμάτων τῶν Α△, △Β1 ἀναγεγράφθων ἁμικύκλια, γεγράφθω δὲ ἐν τῷ ἀρβήλω κύκλος ὁ ΕΖ ἐπιψαύων τῶν τριῶν ἁμικυκλίων, καὶ ἄχθω διάμετρος αὐτοῦ παρὰ τὰν ΑΓ ἁ ΕΖ. Εὑρεῖν τὸν λόγον διαμέτρου τᾶς ΑΓ ποτὶ διάμετρον τὰν ΕΖ. Ἐπεζεύχθωσαν αἱ ΑΕ, ΕΒ εὐθεῖαι καὶ αἱ ΓΖ, ΖΒ· εὐθεῖαι δή ἐντι αἱ ΑΒ, ΓΒ,2 ὡς ἐν τοῖς πρότερον ἐδείχθη. Ἐπεζεύχθωσαν ἔτι αἱ ΖΗΑ, ΕΘΓ δείκνυνται δὴ αὗται εὐθεῖαι οὖσαι ἔτι δὲ ἐπεζεύχθωσαν αἱ △Ε, △Ζ, καὶ αἱ △Ι, △Λ, καὶ ἐπιζευχθεῖσαι αἱ ΕΜ, ΖΝ ἐκβεβλήσθωσαν ἐπὶ τὰ Ο, Ρ σαμεῖα. Ἐπεὶ οὖν ἐν τριγώνῳ τῷ ΑΕ△ ἁ ΑΗ τᾷ Ε△ ποτʼ ὀρθάς ἐστιν, καὶ ἁ △Ι τᾷ ΑΕ, τέμνοντι δὲ ἀλλάλας κατὰ τὸ Μ σαμεῖον, ἁ ΕΜΟ τᾷ ΑΓ ἐσσεῖται ποτʼ ὀρθάς, ὡς παῤ ἡμῶν ἐν τοῖς Περὶ τριγώνων ἐδείχθη καὶ τῷ πρότερον ὑπέκειτο· διὰ τὰ αὐτὰ δὴ καὶ ἁ ΖΝΡ τᾷ ΓΑ ἐσσεῖται ποτʼ ὀρθάς· ἔστι δὲ εὐθεῖα ἁ △Λ παρὰ τὰν ΑΒ καὶ ἁ △Ι παρὰ τὰν ΓΒ· ὥστε τὸν αὐτὸν λόγον ἔχει ἁ Α△ ποτὶ τὰν △Γ, ὃν ἔχει ἁ ΑΜ ποτὶ τὰν ΜΖ, τουτέστιν ἁ ΑΟ ποτὶ τὰν3 καὶ ἁ Γ△ ποτὶ τὰν △Α τὸν αὐτὸν λόγον ἔχει, ὃν ἔχει ἁ ΓΝ ποτὶ τὰν ΝΕ, τουτέστιν ἁ ΓΡ ποτὶ τὰν ΡΟ· ἦν δὲ ἁ Α△ ἁμιόλιος τᾶς △Γ· καὶ ἁ ΑΟ ἄρα τᾶς ΟΡ ἐστὶν ἁμιόλιος, καὶ ἁ ΟΡ τᾶς ΓΡ· εὐθεῖαι ἄρα αἱ ΑΟ, ΟΡ, ΡΓ ἑξῆς ἀνάλόγον ἐντι, ἇν ἁ μὲν ΡΓ ἴσα γίνεται τέσσαρα, ἁ δὲ ΟΡ ἕξ, ἁ δὲ ΑΟ ἐννέα, ἁ δὲ ΓΑ ἐννεακαίδεκα. Ἔστι δὲ ἁ ΡΟ τᾷ ΕΖ ἴσα ὥστε τὸν αὐτὸν λόγον ἔχει ἁ ΑΓ ποτὶ τὰν ΕΖ, ὃν ἔχει τὰ ἐννεακαίδεκα ποτὶ τὰ ἕξ· καί ἐστιν ἁ ΑΓ διάμετρος ἁμικυκλίου τοῦ ΑΒΓ, ἁ δὲ ΕΖ κύκλου τοῦ ΕΒΖ· εὑρέθη ἄρα ὁ αἰτούμενος λόγος. Ὁμοίως δὴ δειχθήσεται εἴ κα ὁ λόγος τᾶς διαμέτρου τοῦ δοθέντος ἁμικυκλίου ποτὶ τὰν διάμετρον τοῦ ἐγγραφέντος κύκλου ἐπιμόριος ᾖ.
ς΄. もし半円において、直径上に任意の点があり、直径の分節から内側に2つの半円が描かれ、アルベロスの中に3つの半円に接する円が描かれるならば、与えられた半円の直径の、内接された円の直径に対する比を求めること。 ΑΒΓ[があり]、直径上の任意の点を Δ とする。そして、より大きい分節 ΑΔ が、より小さい分節 ΔΓ の1.5倍であるように作られているとし、分節 ΑΔ, ΔΒ から半円が内側に描かれているとし、アルベロスの中に3つの半円に接する円 ΕΖ が描かれているとし、その直径 ΕΖ が ΑΓ に平行に引かれているとする。直径 ΑΓ の、直径 ΕΖ に対する比を求めること。 直線 ΑΕ, ΕΒ および ΓΖ, ΖΒ が結ばれたとせよ。直線 ΑΒ, ΓΒ は、先に示されたように[一直線をなす]直線である。さらに ΖΗΑ, ΕΘΓ が結ばれたとせよ。これらは直線であることが示される。さらに ΔΕ, ΔΖ および ΔΙ, ΔΛ が結ばれたとせよ。そして、結ばれた ΕΜ, ΖΝ は点 Ο, Ρ まで延長されよ。 さて、三角形 ΑΕΔ において、ΑΗ は ΕΔ に垂直であり、ΔΙ は ΑΕ に垂直であって、これらは互いに点 Μ において交わっているから、ΕΜΟ は ΑΓ に垂直になるであろう。これは我々によって『三角形について』において示され、また先に仮定された通りである。同じ理由により、ΖΝΡ も ΓΑ に垂直になるであろう。また、直線 ΔΛ は ΑΒ に平行であり、ΔΙ は ΓΒ に平行である。したがって、ΑΔ の ΔΓ に対する比は、ΑΜ の ΜΖ に対する比、すなわち ΑΟ の[ΟΡ]に対する比と同じであり、また ΓΔ の ΔΑ に対する比は、ΓΝ の ΝΕ に対する比、すなわち ΓΡ の ΡΟ に対する比と同じである。そして ΑΔ は ΔΓ の1.5倍であった。したがって、ΑΟ も ΟΡ の1.5倍であり、ΟΡ も ΓΡ の[1.5倍である]。したがって、直線 ΑΟ, ΟΡ, ΡΓ は相続く比例をなし、それらのうち、ΡΓ は4に等しく、ΟΡ は6に、ΑΟ は9に、ΓΑ は19に等しくなる。そして、ΡΟ は ΕΖ に等しい。したがって、ΑΓ の ΕΖ に対する比は、19の6に対する比と同じである。そして ΑΓ は半円 ΑΒΓ の直径であり、ΕΖ は円 ΕΒΖ の直径である。したがって、求められていた比が見出された。同様に、もし与えられた半円の直径の、内接された円の直径に対する比が、エピモリオス(n+1: n の比)であっても、示されるであろう。
ζ΄. Ὁ τετραγώνῳ περιγεγραμμένος κύκλος διπλασίων τοῦ ἐγγεγραμμένου ἐστίν. Ἔστω γὰρ κύκλος ὁ ΑΒ περὶ τετράγωνον τὸ ΑΒ καὶ ἐν αὐτῷ ἐγγεγραμμένος κύκλος ὁ Γ△, διάμετρος δὲ τοῦ περιγεγραμμένου κύκλου4 καὶ τοῦ τετραγώνου ἄχθω δὲ διάμετρος τοῦ ἐγγεγραμμένου κύκλου ἁ Γ△ παρὰ τὰν ΑΕ· φαμὶ δή, ὁ περιγεγραμμένος κύκλος τοῦ ἐγγεγραμμένου ἐστὶ διπλασίων. Ἐπεὶ οὖν τὸ ἀπὸ τᾶς ΑΒ διπλάσιον τοῦ ἀπὸ τᾶς ΑΕ, τουτέστι τοῦ ἀπὸ τᾶς Γ△, οἱ κύκλοι δὲ ἐντι ὡς τὰ ἀπὸ τᾶν διαμέτρων αὐτῶν τετράγωνα, ἐσσεῖται ἄρα καὶ ὁ περιγεγραμμένος κύκλος τοῦ ἐγγεγραμμένου διπλασίων· δέδεικται οὖν τὸ προτεθέν.
ζ΄. 正方形に外接する円は、内接する円の2倍である。 正方形 ΑΒ の外側に円 ΑΒ があり、その中に内接する円 ΓΔ があるとせよ。そして、外接円および正方形の直径(対角線)を[ΑΒ とし]、内接円の直径 ΓΔ が ΑΕ に平行に引かれているとせよ。このとき、外接円は内接円の2倍であると私は主張する。 さて、ΑΒ の上の正方形は ΑΕ の上の正方形、すなわち ΓΔ の上の正方形の2倍であるから、また円はそれらの直径の上の正方形の比にあるから、したがって外接円も内接円の2倍になるであろう。したがって、提示されたことは示された。
- 6Α△, △Β
「ΑΔ, ΔΒ」という写本の表記は幾何学的に不整合である。点 Δ は線分 ΑΓ 上の点であるため、直径の分節は ΑΔ と ΔΓ でなければならず、写本の「ΔΒ」は「ΔΓ」の誤りであると解される。
- 6εὐθεῖαι δή ἐντι αἱ ΑΒ, ΓΒ
ここで言及される「直線 ΑΒ, ΓΒ」は、文字 Ε と Ζ を交点として含む直線 ΑΕΒ と ΓΖΒ が、それぞれ一直線をなすという前述の証明に基づいた事実を指す。写本の「ΑΒ, ΓΒ」は文字の脱落か、または直線の端点による簡略的な指示である。
- 6ἁ ΑΟ ποτὶ τὰν
写本の「ποτὶ τὰν」の直後に、関係する線分名「ΟΡ」が脱落している。比の対応関係(ΑΔ : ΔΓ = ΑΟ : ΟΡ)から判断して、「ἁ ΑΟ ποτὶ τὰν ΟΡ」(ΑΟのΟΡに対する比)と補うことで、文法および幾何学的な意味が成立する。
- 7διάμετρος δὲ τοῦ περιγεγραμμένου κύκλου
この名詞句に続く述語(動詞と、主語となる線分名)が省略されている。前後の文脈から、「ἔστω ἁ ΑΒ」(ΑΒを[直径]とせよ)といった命令形動詞と主語 ΑΒ の脱落を補って構文を完成させる。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-22)
- 2026-09-22 AI校閲 — 原文 1 件
