← アッピアノス

内乱記

§428-4211

三頭による公敵名簿の布告文と報奨規定

三頭が発布した公敵名簿の布告文が引用され、カエサル暗殺と反乱軍への報復の正当性、および首級や通報に対する具体的な報奨規定が明かされる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§428

καὶ εἶχεν οὕτως ἡ προγραφή· “Μᾶρκος Λέπιδος, Μᾶρκος Ἀντώνιος, Ὀκτάουιος Καῖσαρ, οἱ χειροτονηθέντες ἁρμόσαι καὶ διορθῶσαι τὰ κοινά, οὕτως λέγουσιν· εἰ μὴ διʼ ἀπιστίαν οἱ πονηροὶ δεόμενοι μὲν ἦσαν ἐλεεινοί, τυχόντες δὲ ἐγίγνοντο τῶν εὐεργετῶν ἐχθροί, εἶτα ἐπίβουλοι, οὔτʼ ἂν Γάιον Καίσαρα ἀνῃρήκεσαν, οὓς ἐκεῖνος δορὶ λαβὼν ἔσωσεν ἐλέῳ καὶ φίλους θέμενος ἐπὶ ἀρχὰς καὶ τιμὰς καὶ δωρεὰς προήγαγεν ἀθρόως, οὔτʼ ἂν ἡμεῖς τοῖς ἐνυβρίσασι καὶ πολεμίους ἀναγράψασιν ἡμᾶς ὧδε ἀθρόως ἠναγκαζόμεθα χρῆσθαι. νῦν δέ, ἐξ ὧν ἐπιβεβουλεύμεθα καὶ ἐξ ὧν Γάιος Καῖσαρ ἔπαθεν, ἀτιθάσευτον ὁρῶντες τὴν κακίαν ὑπὸ φιλανθρωπίας, προλαβεῖν τοὺς ἐχθροὺς ἢ παθεῖν αἱρούμεθα. μὴ δή τις τὸ ἔργον ἄδικον ἢ ὠμὸν ἢ ἄμετρον ἡγείσθω, ἔς τε Γάιον καὶ ἐς ἡμᾶς οἷα πεπόνθαμεν ὁρῶν. Γάιον μὲν δὴ καὶ αὐτοκράτορα ὄντα καὶ ἄρχοντα ἱερῶν, καὶ τὰ φοβερώτατα Ῥωμαίοις καθελόντα τε ἔθνη καὶ κτησάμενον, καὶ πρῶτον ἀνδρῶν ὑπὲρ τοὺς Ἡρακλείους ὅρους ἀπλώτου θαλάσσης ἀποπειράσαντα, καὶ Ῥωμαίοις γῆν ἄγνωστον εὑρόντα, ἐν μέσῳ τῷ ἱερῷ λεγομένῳ βουλευτηρίῳ, ὑπὸ ὄψεσι θεῶν, κατέκανον εἴκοσι καὶ τρισὶ σφαγαῖς ἐνυβρίσαντες, οἱ πολέμῳ ληφθέντες ὑπʼ ἐκείνου καὶ περισωθέντες κληρονόμοι τέ τινες αὐτοῦ τῆς οὐσίας ἐγγραφέντες εἶναι· οἱ λοιποὶ δὲ ἐπὶ τῷ μύσει τῷδε τοὺς ἐναγεῖς ἀντὶ κολάσεων ἐπὶ ἀρχὰς καὶ ἡγεμονίας ἐξέπεμψαν, αἷς ἐκεῖνοι χρώμενοι τά τε κοινὰ τῶν χρημάτων ἥρπασαν, καὶ στρατὸν ἐξ αὐτῶν ἀγείρουσι καθʼ ἡμῶν καὶ ἕτερον αἰτοῦσι παρὰ βαρβάρων ἀεὶ τῆς ἀρχῆς πολεμίων, τάς τε ὑπὸ Ῥωμαίοις πόλεις τὰς μὲν οὐ πείθοντες ἐνέπρησαν ἢ κατέσκαψαν ἢ κατήρειψαν, τὰς δὲ καταπλήξαντες ἐπάγουσι τῇ πατρίδι καθʼ ἡμῶν.

そして、その布告文の内容は次のようであった。 「国家の秩序を整え改革するために選出されたマルクス・レピドゥス、マルクス・アントニウス、オクタウィウス・カエサルは、次のように告げる。もしよこしまな者たちが不実のゆえに、懇願しているときには憐れみを誘いながら、寛典を得るや恩人の敵となり、ついには陰謀者となるのでなかったなら、あのガイウス・カエサルが槍で捕らえながらも慈悲によって命を救い、友と見なして官職や名誉や恩賞へと一斉に引き立てた者たちが、彼を殺害することはなかったであろうし、我々が不法を働き我らを公敵と宣言した者たちを、このように一括して処罰することを余儀なくされることもなかったであろう。しかし現今、我らに仕掛けられた陰謀と、ガイウス・カエサルが被った事柄から、悪意というものは寛容によって懐柔され得ないことを見て取り、我らは危害を被る前に先手を打って敵を討つ道を選ぶ。ガイウスに対して、また我らに対してなされた苦難を見れば、誰もこの措置を不当、残虐、あるいは過度なものと見なしてはならない。実にガイウスは、最高司令官にして最高神祇官であり、ローマ人にとって最も恐るべき諸民族を打ち倒して版図に加え、人類で初めてヘラクレスの境界を越えて航行不能な海に挑み、ローマ人にとって未知の土地を発見した者であったのに、あのいわゆる神聖な元老院議場のただ中で、神々の御前において、二十三の刺傷を加えられ侮辱されて殺害されたのである。彼の手で戦争において捕虜とされながら命を救われ、一部は彼の遺産の相続人として遺言書に記載されていた者たちによって。そして残りの者たちは、この冒涜的な凶行に際し、この呪われた者たちを処罰する代わりに官職や司令官職へと送り出した。彼らはこれを利用して公金強奪に及び、その資金によって我らに対抗する軍隊を招集し、ローマの支配に対して常に敵対してきた異民族たちに別の軍勢を請い求め、ローマ支配下の諸都市のうち、服従しないものは焼き払い、破壊し、倒壊させ、他のものは脅迫して祖国および我らに対して向かわせているのである。

§429

ἡμεῖς δὲ αὐτῶν τοὺς μὲν ἤδη τετιμωρήμεθα, τοὺς δὲ λοιποὺς θεοῦ συνεπιλαμβάνοντος αὐτίκα δίκην διδόντας ὄψεσθε. τῶν δὲ μεγίστων ἡμῖν ἠνυσμένων καὶ ὑπὸ χερσὶν ὄντων, Ἰβηρίας τε καὶ Κελτικῆς καὶ τῶνδε τῶν οἴκοι, ἕν ἐστι λοιπὸν ἔτι ἔργον, στρατεύειν ἐπὶ τοὺς πέραν θαλάσσης αὐτόχειρας Γαΐου. μέλλουσι δὴ πόλεμον ὑπὲρ ὑμῶν ἔκδημον ἀγωνιεῖσθαι οὐκ ἀσφαλὲς οὔτε ἐς τὰ ἡμέτερα οὔτε ἐς τὰ ὑμέτερα εἶναι δοκεῖ τοὺς ἄλλους ἐχθροὺς ὀπίσω καταλιπεῖν,1 ἐπιβησομένους ταῖς ἀπουσίαις ἡμῶν καὶ τὰ συμβαίνοντα τοῦ πολέμου καιροφυλακήσοντας, οὐδʼ αὖ βραδύνειν διὰ τούσδε ἐν ἐπείξει τοσῇδε μᾶλλον ἢ ἐκποδὼν αὐτοὺς ἀθρόως ποιήσασθαι, ἄρξαντάς γε τοῦ καθʼ ἡμῶν πολέμου, ὅτε πολεμίους ἡμᾶς τε καὶ τοὺς ὑφʼ ἡμῖν στρατοὺς ἐψηφίζοντο εἶναι.

我らはすでに彼らの一部を処罰したが、神の助力を得て、残りの者たちも直ちに裁きを受けるのを諸君は目にすることになろう。最大規模の事柄、すなわちヒスパニア、ガリア、そしてここ国内の事態が我らによって平定され手中に収められた今、残る事業はただ一つ、海の彼方にいるガイウス殺害の実行犯たちに対する出征である。諸君のために国外での戦争を戦おうとしている我らにとって、他の敵たちを後背に残し、我らの不在に乗じ、戦況の機を窺わせることは、我らの安全にとっても諸君の安全にとっても危険であると思われる。また、これほど差し迫った状況において、彼らのために出征を遅らせるよりも、彼らを一挙に排除する方が得策である。彼らこそが、我らと我ら配下の軍勢を公敵と議決したとき、我らに対する戦争を始めた者たちなのだから。

§4210

κἀκεῖνοι μὲν τοσάσδε πολιτῶν μυριάδας ἡμῖν συναπώλλυον, οὔτε θεῶν νέμεσιν οὔτε φθόνον ἀνθρώπων ὑφορώμενοι· ἡμεῖς δὲ πλήθει μὲν οὐδενὶ χαλεπανοῦμεν οὐδὲ τοὺς ἐχθροὺς ἐπιλεξόμεθα πάντας, ὅσοι διηνέχθησαν ἡμῖν ἢ ἐπεβούλευσαν, οὐδὲ ἐκ πλούτου πάντως ἢ περιουσίας ἢ ἀξιώσεως οὐδʼ ὅσους ἕτερος πρὸ ἡμῶν αὐτοκράτωρ ἔκτεινε, τὴν πόλιν κἀκεῖνος ἐν ἐμφυλίοις καθιστάμενος, ὃν Εὐτυχῆ προσείπατε διʼ εὐπραξίαν, καίπερ ἀνάγκης οὔσης τρισὶ πλέονας ἐχθροὺς ἢ ἑνὶ εἶναι. ἀλλὰ μόνους δὴ τοὺς φαυλοτάτους τε καὶ πάντων αἰτιωτάτους ἀμυνούμεθα. καὶ τόδε διʼ ὑμᾶς οὐχ ἧσσον ἡμῶν· ἀνάγκη μὲν γὰρ ἡμῶν διαφερομένων ὑμᾶς πάντας ἐν μέσῳ δεινὰ πάσχειν, ἀνάγκη δέ τι καὶ τῷ στρατῷ γενέσθαι παραμύθιον ὑβρισμένῳ τε καὶ παρωξυμμένῳ καὶ πολεμίῳ πρὸς τῶν κοινῶν ἐχθρῶν ἀναγεγραμμένῳ. δυνηθέντες δʼ ἄν, οὓς ἔγνωμεν, ἐξ ἐφόδου συλλαβεῖν, αἱρούμεθα προγράψαι2 μᾶλλον ἢ ἀγνοοῦντας ἔτι συλλαβεῖν· καὶ τόδε διʼ ὑμᾶς, ἵνα μὴ ἐπὶ τοῖς ὁπλίταις ᾖ διωργισμένοις πλεονάζειν ἐς τοὺς ἀνευθύνους, ἀλλὰ ἀπηριθμημένους καὶ ὡρισμένους ἔχοντες ὀνομαστὶ τῶν ἄλλων κατὰ πρόσταγμα ἀπέχωνται.

しかも彼らは、神々の復讐も人々の非難も意に介さず、これほど多くの市民たちを我らとともに滅ぼそうとしたのである。それに対して我らは、いかなる多数の者に対しても怒りを向けず、我らに反抗し陰謀を企てたとはいえ、すべての敵を選び出すことはせず、財産や富、あるいは家格の高さゆえに処罰することは決してしない。また、内乱の中で都市を再建し、その功績によって諸君から『幸運なる者』と呼ばれた、我らの前に現れた他の最高司令官が殺害したほどの人数を処罰することもない。三人にとっては一人にとってよりも敵が多くなることが必然であるにもかかわらず、である。我らはただ、最も邪悪で、あらゆる悪事の最大の責任者である者たちにのみ報復する。そしてこの決定は、我らのためのみならず、諸君のためのものでもある。なぜなら、我らが対立すれば、諸君全員がその狭間で悲惨な目に遭うことは避けられず、また侮辱され憤激し、共通の敵から公敵と宣告された軍勢に対しても、何らかの慰めが与えられることが不可欠だからである。我らは、我らが認定した者たちを急襲によって捕縛することもできたはずであるが、知らぬ間に捕縛するよりも、むしろ公敵名簿に掲示する道を選んだ。これもまた諸君のためであり、激怒した重装歩兵たちに罪なき者たちへの過剰な暴力を振るう余地を与えず、名指しで数を挙げられ特定された者たちを把握し、命令に従ってそれ以外の者たちへの危害を控えさせるためである。

§4211

ἀγαθῇ τύχῃ τοίνυν τῶν ὑπογεγραμμένων τῷδε τῷ διαγράμματι μηδεὶς δεχέσθω μηδένα μηδὲ κρυπτέτω μηδὲ ἐκπεμπέτω ποι μηδὲ πειθέσθω χρήμασι. ὃς δʼ ἂν ἢ σώσας ἢ ἐπικουρήσας ἢ συνειδὼς φανῇ, τοῦτον ἡμεῖς, οὐδεμίαν ὑπολογισάμενοι πρόφασιν ἢ συγγνώμην, ἐν τοῖς προγεγραμμένοις τιθέμεθα. ἀναφερόντων δὲ τὰς κεφαλὰς οἱ κτείναντες ἐφʼ ἡμᾶς, ὁ μὲν ἐλεύθερος ἐπὶ δισμυρίαις δραχμαῖς Ἀττικαῖς καὶ πεντακισχιλίαις ὑπὲρ ἑκάστης, ὁ δὲ δοῦλος ἐπʼ ἐλευθερίᾳ τοῦ σώματος καὶ μυρίαις Ἀττικαῖς καὶ τῇ τοῦ δεσπότου πολιτείᾳ. τὰ δʼ αὐτὰ καὶ τοῖς μηνύουσιν ἔσται. καὶ τῶν λαμβανόντων οὐδεὶς ἐγγεγράψεται τοῖς ὑπομνήμασιν ἡμῶν, ἵνα μὴ κατάδηλος ᾖ.” ὧδε μὲν εἶχεν ἡ προγραφὴ τῶν τριῶν ἀνδρῶν, ὅσον ἐς Ἑλλάδα γλῶσσαν ἀπὸ Λατίνης μεταβαλεῖν.3

それゆえ幸運を祈りつつ、この布告に名を記された者たちを、誰も匿ってはならず、隠してはならず、どこかへ逃がしてはならず、金銭に動かされてもならない。救済したり、援助したり、あるいは共謀したことが明らかになった者は、いかなる弁明や容赦も考慮されることなく、我らによって公敵名簿の対象者に加えられる。殺害した者はその首級を我らのもとへ持参せよ。自由人には一首につきアッティカ銀貨二万五千ドラクマ、奴隷には身分の自由とアッティカ銀貨一万ドラクマ、ならびに旧主人の市民権が与えられる。通報者に対しても同等の報奨が与えられる。また、報酬を受け取った者の名は、正体が発覚することのないよう、我らの記録簿には一切記載されない。」 ラテン語からギリシア語に翻訳する限りにおいて、三頭の布告文の内容は以上の通りであった。

構文注3 件
  1. 429μέλλουσι δὴ πόλεμον ὑπὲρ ὑμῶν ἔκδημον ἀγωνιεῖσθαι οὐκ ἀσφαλὲς οὔτε ἐς τὰ ἡμέτερα οὔτε ἐς τὰ ὑμέτερα εἶναι δοκεῖ τοὺς ἄλλους ἐχθροὺς ὀπίσω καταλιπεῖν

    与格分詞 μέλλουσι は非人称動詞 δοκεῖ(〜と思われる)に伴う判断の主体(利害関係の与格)であり、不定詞句(ἀγωνιεῖσθαι および後続の καταλιπεῖν)の意味上の主語として機能している。「諸君のために国外での戦争を戦おうとしている我らにとって、他の敵たちを後背に残すことは……安全ではないと思われる」という統語関係をなす。

  2. 4210δυνηθέντες δʼ ἄν, οὓς ἔγνωμεν, ἐξ ἐφόδου συλλαβεῖν, αἱρούμεθα προγράψαι

    分詞 δυνηθέντες に小辞 ἄν が結びつき、反実仮想・潜在の条件節に相当する機能(「我らは急襲によって捕縛することもできたはずであるが」)を果たしている。主節の現在動詞 αἱρούμεθα(我らは〜を選択する)と対比され、可能であった急襲による捕縛をあえて控え、公表という手続きを選んだ旨を述べている。

  3. 4211ὅσον ἐς Ἑλλάδα γλῶσσαν ἀπὸ Λατίνης μεταβαλεῖν

    相関代名詞・副詞 ὅσον に不定詞 μεταβαλεῖν が後続する限定の絶対不定詞構文(「〜する限りにおいて」)。原公文書がラテン語であり、本叙述がギリシア語訳であることを断る文脈上の制限句として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:428-4211