← アッピアノス

内乱記

§413105-413106

ピリッポイの地勢と両将による陣地の設営

ブルートゥスとカッシウスの軍はピリッポイに到着して合流し、市街の地勢や歴史的由緒が概説された後、二人は防衛と補給に適した東西の交通路を押さえる二つの丘に陣を構えて防備を固める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§413105

οἱ δʼ ἀμφὶ τὸν Βροῦτον ἐκ παραλόγου τόλμης ἐς Φιλίππους παρῆλθον, ἔνθα αὐτοῖς καὶ ὁ Τίλλιος ἐπικατήχθη καὶ πᾶς ὁ στρατὸς συνεληλύθει. οἱ δὲ Φίλιπποι πόλις ἐστίν, ἣ Δάτος ὠνομάζετο πάλαι καὶ Κρηνίδες ἔτι πρὸ Δάτου· κρῆναι γάρ εἰσι περὶ τῷ λόφῳ ναμάτων πολλαί. Φίλιππος δὲ ὡς εὐφυὲς ἐπὶ Θρᾴκης χωρίον ὠχύρωσέ τε καὶ ἀφʼ ἑαυτοῦ Φιλίππους προσεῖπεν. ἔστι δὲ ἡ πόλις ἐπὶ λόφου περικρήμνου, τοσαύτη τὸ μέγεθος, ὅσον ἐστὶ τοῦ λόφου τὸ εὖρος. ἔχει δὲ πρὸς μὲν ἄρκτῳ δρυμούς, διʼ ὧν ὁ Ῥασκούπολις ἤγαγε τοὺς ἀμφὶ τὸν Βροῦτον· πρὸς δὲ τῇ μεσημβρίᾳ ἕλος ἔστι καὶ θάλασσα μετʼ αὐτό, κατὰ δὲ τὴν ἕω τὰ στενὰ τὰ Σαπαίων τε καὶ Κορπίλων, ἐκ δὲ τῆς δύσεως πεδίον μέχρι Μυρκίνου τε καὶ Δραβήσκου καὶ ποταμοῦ Στρυμόνος, τριακοσίων που καὶ πεντήκοντα σταδίων, εὔφορον πάνυ καὶ καλόν, ἔνθα καὶ τὸ πάθος τῇ Κόρῃ φασὶν ἀνθιζομένῃ γενέσθαι, καὶ ποταμὸς ἔστι Ζυγάκτης, ἐν ᾧ τοῦ θεοῦ περῶντος τὸ ἅρμα τὸν ζυγὸν ἄξαι λέγουσι καὶ τῷ ποταμῷ γενέσθαι τὸ ὄνομα. κατωφερὲς δʼ ἐστὶ τὸ πεδίον, ὡς ἐπιδέξιον μὲν εἶναι τοῖς ἄνωθεν ὁρμῶσιν ἐκ τῶν Φιλίππων, ἄναντες δὲ τοῖς ἐξ Ἀμφιπόλεως βιαζομένοις.

ブルートゥスの一行は思いがけない大胆さによってピリッポイへと進出し、そこで彼らのもとへティッリウスも着岸し、全軍が合流した。ピリッポイは、古くはダトスと呼ばれ、ダトス以前にはクレニデスと呼ばれていた都市である。というのも、丘の周囲に多くの泉の湧水があるからである。ピリッポスがトラキアに対する要衝としてここを要塞化し、自らにちなんでピリッポイと名付けた。この都市は周囲を断崖に囲まれた丘の上にあり、その規模は丘の幅と同じ広さである。北側にはラスクポリスがブルートゥスの一行を導いて通過させた森林があり、南側には湿地、その先には海があり、東側にはサパイオイとコルピロイの隘路があり、西側にはミュルキノス、ドラベスコス、そしてストリュモン川に至る約三百五十スタディオンの平野が広がり、極めて肥沃で美しい。そこはコレーが花を摘んでいた際に受難に遭った場所であるとも言われ、またズュガクテスと呼ばれる川があり、神が渡る際に戦車がその軛を折ったと言われ、それが川の名の由来となったとされる。この平野は下り傾斜になっており、高所にあるピリッポイから打って出る者にとっては有利であり、アンピポリスから攻め上る者にとっては登り坂となっている。

§413106

Φιλίππων μὲν οὖν ἐστιν ἕτερος λόφος οὐ μακράν, ὃν Διονύσου λέγουσιν, ἐν ᾧ καὶ τὰ χρυσεῖα ἔστι τὰ Ἄσυλα καλούμενα. ἀπὸ δὲ τούτου δέκα σταδίους προελθόντι1 δύο εἰσὶν ἄλλοι λόφοι, Φιλίππων μὲν αὐτῶν ὅσον ὀκτωκαίδεκα σταδίους ἀφεστῶτες, ἀλλήλων δὲ ὅσον ὀκτώ, ἐν οἷς ἐστρατοπέδευσαν, Κάσσιος μὲν ἐπὶ τοῦ πρὸς μεσημβρίαν, Βροῦτος δὲ ἐπὶ τοῦ βορείου. καὶ τῶν ἀμφὶ τὸν Νωρβανὸν ὑποχωρούντων οὐκέτι προῄεσαν· Ἀντώνιόν τε γὰρ ἐπυνθάνοντο πλησιάζειν, Καίσαρος ὑπολελειμμένου διὰ νόσον ἐν Ἐπιδάμνῳ, καὶ τὸ πεδίον ἦν ἐναγωνίσασθαι καλὸν καὶ οἱ κρημνοὶ στρατοπεδεῦσαι.2 τὰ γὰρ ἑκατέρωθεν αὐτῶν, τῇ μὲν ἦν ἕλη καὶ λίμναι μέχρι τοῦ Στρυμόνος, τῇ δὲ τὰ στενὰ καὶ ἀτριβῆ καὶ ἀνόδευτα· τὸ δὲ μέσον τῶν λόφων, τὰ ὀκτὼ στάδια, δίοδος ἦν ἐς τὴν Ἀσίαν τε καὶ Εὐρώπην καθάπερ πύλαι, καὶ αὐτὰ διετείχισαν ἀπὸ χάρακος ἐς χάρακα καὶ πύλας ἐν μέσῳ κατέλιπον, ὡς ἓν εἶναι τὰ δύο στρατόπεδα. ἦν δὲ καὶ παρʼ αὐτὸ ποταμός, ὃν Γάγγαν τινές, οἳ δὲ Γαγγίτην λέγουσι, καὶ θάλασσα ὄπισθεν, ἐν ᾗ καὶ τὰ ταμιεῖα καὶ ἐνορμίσματα ἔμελλον ἕξειν. Θάσον μὲν δὴ ταμιεῖον, ἀπὸ ἑκατὸν σταδίων οὖσαν, ἐτίθεντο, ἐνόρμισμα δὲ ταῖς τριήρεσι Νέαν πόλιν, ἀπὸ ἑβδομήκοντα σταδίων.

ピリッポイからそう遠くないところに、ディオニュソスの丘と呼ばれるもう一つの丘があり、そこには「アシュラ」と呼ばれる金鉱もある。ここから十スタディオン進んだところに別の二つの丘があり、ピリッポイ自体からは約十八スタディオン、互いには約八スタディオン離れており、彼らはそこに陣を敷いた。南の丘にはカッシウスが、北の丘にはブルートゥスが陣取った。そしてノルバヌスの一行が退却したものの、彼らはそれ以上進まなかった。カエサルが病気のためにエピダムノスに残された中でアントニウスが近づいていると知らされており、また平野が交戦に適し、断崖が宿営に適していたからである。なぜなら彼らの両側は、一方はストリュモン川に至る湿地や湖沼であり、他方は通行不能で人跡未踏の険しい道であったからである。二つの丘の間、すなわち八スタディオンの間隔は、まるで門のようにアジアとヨーロッパを結ぶ通路となっており、彼らは柵から柵へとその間を城壁で塞ぎ、中央に門を残して、二つの陣営が一体となるようにした。またその傍らには、ある人々はガンガス、他の人々はガンギテスと呼ぶ川が流れ、背後には海があり、彼らはそこに補給拠点と投錨地を設ける予定であった。彼らは百スタディオン離れたタソス島を貯蔵庫とし、七十スタディオン離れたネアポリスを三段櫂船の投錨地とした。

構文注2 件
  1. 413106προελθόντι

    与格分詞 προελθόντι は空間的移動を想定した「場所・距離の基準者を示す判断の与格(dative of reference / viewpoint)」である。文脈上、特定の人物を指すのではなく、道を辿って進む架空の旅人の視点を導入する慣用的構文。

  2. 413106ἐναγωνίσασθαι καλὸν καὶ οἱ κρημνοὶ στρατοπεδεῦσαι

    不定詞 ἐναγωνίσασθαι と στρατοπεδεῦσαι は、それぞれ形容詞(καλόν)および名詞句(οἱ κρημνοί に適性を補う述語関係)に係る制限・限定の不定詞(いわゆる目的・指定の不定詞、epexegetic infinitive)。「戦うのに適した平野」「宿営するのに適した崖」の意味をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:413105-413106