- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:2318-2321
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
クラッススの東方遠征と敗死、食糧危機に伴うポンペイウスの権力掌握、そしてユリアの死による同盟の動揺と深刻な政治腐敗が描かれる。さらに無政府状態の中でミロとクロディウスが衝突して後者が殺害され、激昂した民衆が元老院議事堂を遺体とともに焼き払う。
αἱρεθέντες δʼ οὖν ὕπατοι Κράσσος τε καὶ Πομπήιος Καίσαρι μέν, ὥσπερ ὑπέστησαν, τὴν ἑτέραν πενταετίαν προσεψηφίσαντο, τὰ δὲ ἔθνη διακληρούμενοι καὶ στρατιὰν ἐπʼ αὐτοῖς, ὁ μὲν Πομπήιος εἵλετο Ἰβηρίαν τε καὶ Λιβύην καὶ ἐς τάσδε τοὺς φίλους περιπέμπων αὐτὸς ὑπέμεινεν ἐν Ῥώμῃ, ὁ δὲ Κράσσος Συρίαν τε καὶ τὰ Συρίας πλησίον ἐπιθυμίᾳ πολέμου πρὸς Παρθυαίους ὡς εὐχεροῦς δὴ καὶ ἐνδόξου καὶ ἐπικερδοῦς. ἀλλὰ τῷδε μὲν ἐξιόντι τῆς πόλεως πολλά τε ἄλλα ἀπαίσια ἐγίγνετο, καὶ οἱ δήμαρχοι προηγόρευον μὴ πολεμεῖν Παρθυαίοις οὐδὲν ἀδικοῦσιν, οὐ πειθομένῳ δὲ δημοσίας ἀρὰς ἐπηρῶντο, ὧν ὁ Κράσσος οὐ φροντίσας ἀπώλετο ἐν τῇ Παρθυηνῇ σύν τε παιδὶ ὁμωνύμῳ καὶ αὐτῷ στρατῷ· μύριοι γὰρ οὐδʼ ἐντελεῖς ἐκ δέκα μυριάδων ἐς Συρίαν διέφυγον. ἀλλὰ τὴν μὲν Κράσσου συμφορὰν ἡ Παρθικὴ δηλώσει γραφή, Ῥωμαῖοι δὲ λιμῷ πιεζόμενοι Πομπήιον εἵλοντο τῆς ἀγορᾶς αὐτοκράτορα εἶναι καί οἱ καθάπερ ἐπὶ τῶν λῃστηρίων εἴκοσιν ἀπὸ τῆς βουλῆς ὑπηρέτας ἔδωκαν. ὁ δὲ αὐτοὺς ὁμοίως ἐς τὰ ἔθνη διαθεὶς ἐπέτρεχε καὶ τὴν Ῥώμην αὐτίκα ἐνέπλησεν ἀγορᾶς δαψιλοῦς, ὅθεν ἔτι μᾶλλον ἐς μέγα δόξης ἐπῆρτο καὶ δυνάμεως.
ともあれ執政官に選ばれたクラッススとポンペイウスは、誓約どおりにカエサルのためにさらに五年の任期を加増議決し、諸属州とそれらに付属する軍勢を籤で分かつにあたって、ポンペイウスはイベリアとリビュエを選び、これらに友人たちを代行として派遣して自身はローマにとどまったが、クラッススは容易で名高く実り多いものとしてパルティア人に対する戦争を望み、シリアおよびシリアの近隣地域を選んだ。しかしこの男が出市する際には、多くの不吉な兆しが生じ、護民官らは何ら不正を犯していないパルティア人と戦ってはならないと告げ、従わない彼に対して公の呪詛を浴びせた。クラッススはこれらを意に介さず、同名の息子および軍そのものとともにパルティアの地で滅びた。十万のうちシリアへ逃れた者は一万にも満たなかったからである。もっとも、クラッススの災禍については『パルティア史』が明らかにするであろう。一方、ローマ人たちは飢饉に圧迫され、ポンペイウスを食糧市場の全権官に選び、海賊討伐の際と同様に二十名の補佐官を元老院から彼に与えた。彼は彼らを同様に各属州へと配置して巡回させ、ローマをただちに潤沢な食糧で満たしたため、そこからさらにいっそう大きな名声と権力へと引き上げられた。
τοῦ δʼ αὐτοῦ χρόνου καὶ ἡ Καίσαρος θυγάτηρ κύουσα τῷ Πομπηίῳ θνῄσκει. καὶ δέος ἅπασιν ἐνέπιπτεν ἀνῃρημένης τῆς ἐπιγαμίας, ὡς αὐτίκα μεγάλοις στρατοῖς Καίσαρός τε καὶ Πομπηίου διοισομένων ἐς ἀλλήλους,1 ἀσυντάκτου μάλιστα καὶ χαλεπῆς ἐκ πολλοῦ γεγενημένης τῆς πολιτείας· αἵ τε γὰρ ἀρχαὶ κατὰ στάσιν ἢ δωροδοκίαν σπουδῇ τε ἀδίκῳ καὶ λίθοις ἢ ξίφεσι καθίσταντο, καὶ τὸ δεκάζειν ἢ δωροδοκεῖν ἀναισχύντως τότε μάλιστα ἐπλεόνασεν, ὅ τε δῆμος αὐτὸς ἔμμισθος ἐπὶ τὰς χειροτονίας ᾔει. ὤφθη δέ που καὶ μεσεγγύημα ταλάντων ὀκτακοσίων ὑπὲρ τῆς ἐπωνύμου γενόμενον ἀρχῆς.2 οἵ τε ἀνὰ ἔτος ἕκαστον ὕπατοι στρατεύειν μέν που καὶ πολεμεῖν ἀπεγίνωσκον, διακλειόμενοι τῇ δυναστείᾳ τῶνδε τῶν τριῶν ἀνδρῶν· ὅσοι δʼ ἦσαν αὐτῶν ἀτοπώτεροι, κέρδος ἀντὶ τῶν στρατειῶν ἐτίθεντο τὰ κοινὰ τῆς πόλεως καὶ τὰς τῶν ἰδίων διαδόχων χειροτονίας. οἱ δʼ ἀγαθοὶ διὰ ταῦτα καὶ πάμπαν ἐξέλιπον τὸ ἄρχειν, ὥστε ποτὲ καὶ μῆνας ὀκτὼ τὴν πόλιν ἄναρχον ἐκ τῆς τοιᾶσδε ἀσυνταξίας γενέσθαι, Πομπηίου πάνθʼ ὑπερορῶντος ἐπίτηδες, ἵνα ἐν χρείᾳ γένοιντο δικτάτορος.
同じ頃、ポンペイウスの子を身籠もっていたカエサルの娘も死去した。婚姻関係が消滅したことで、国政が長きにわたって極めて無秩序かつ困難なものとなっていたこともあり、カエサルとポンペイウスが大軍をもってただちに相争うことになるのではないかという恐怖がすべての人々を襲った。というのも、諸政務官職は党派争いや買収により、不正な奔走と投石あるいは剣刃によって設置され、恥知らずな買収や収賄は当時まさに甚だしく横行し、民衆自身も報酬を得て投票場へと赴いたからである。名祖の政務官職のために八百タラントンもの担保供託金が置かれるのさえ目撃されたほどであった。年ごとの執政官たちも、この三人の権勢によって締め出され、出征して戦うことをことごとく諦めていた。彼らのうちでより奇怪な者たちは、軍事行動の代わりに市の公有財産と自らの後任者の選出を利得の源泉とみなしていた。そのため良識ある者たちは統治に就くことを完全に放棄し、このような無秩序の結果、時には八ヶ月にわたって都市が無政府状態に陥ることさえあった。ポンペイウスは、人々が独裁官を必要とするようになるために、意図的にすべてを黙認していたのである。
καὶ πολλοὶ τοῦτο ἐς ἀλλήλους διελάλουν, ὅτι μόνον ἂν γένοιτο φάρμακον ἐπὶ τοῖς παροῦσι κακοῖς ἡ μόναρχος ἐξουσία, χρῆναι δʼ ἑλέσθαι δυνατὸν ὁμοῦ καὶ ἤπιον, ἐνσημαινόμενοι τὸν Πομπήιον, στρατιᾶς τε ἄρχοντα ἱκανῆς καὶ φιλόδημον εἶναι δοκοῦντα καὶ τὴν βουλὴν ἄγοντα διὰ τιμῆς, καὶ τὸν βίον ἐγκρατῆ καὶ σώφρονα, περί τε τὰς ἐντεύξεις εὐπρόσιτον ἢ ὄντα ἢ νομιζόμενον εἶναι. ὁ δὲ τὴν προσδοκίαν τήνδε λόγῳ μὲν ἐδυσχέραινεν, ἔργῳ δʼ ἐς αὐτὴν πάντα ἔπραττεν ἀφανῶς καὶ τὴν ἀσυνταξίαν τῆς πολιτείας καὶ ἀναρχίαν ἐπὶ τῇ ἀσυνταξίᾳ ἑκὼν ὑπερεώρα. Μίλωνός τε τὰ ἐς Κλώδιον ὑπηρετήσαντος αὐτῷ καὶ ἀρεσκομένου τῷ δήμῳ διὰ τὴν Κικέρωνος κάθοδον, ὑπατείαν ὡς ἐν καιρῷ παρὰ τήνδε τὴν ἀναρχίαν μετιόντος ἀποδιέτριβε τὰς χειροτονίας, μέχρι βαρυθυμῶν ὁ Μίλων, ὡς καὶ περὶ αὑτὸν ἀπίστου γιγνομένου τοῦ Πομπηίου, ἐς τὴν πατρίδα Λανούβιον ἐξῄει, ἣν Διομήδη φασὶν ἀλώμενον ἐξ Ἰλίου πρώτην ἐν τῇ Ἰταλίᾳ πόλιν οἰκίσαι, καὶ εἰσὶν ἀπὸ Ῥώμης ἐς αὐτὴν στάδιοι πεντήκοντα καὶ ἑκατόν.
そして多くの人々が、現在の悪弊に対する唯一の薬は君主権力だけであり、強力であると同時に温和な者を選ぶべきだと互いに語り合っていた。彼らは十分な軍勢を指揮し、民衆を愛しているように見え、元老院を敬意をもって扱い、禁欲的で節度ある生活を送り、面会にあたっても近づきやすい人物である、あるいはそう見なされているポンペイウスを暗に指し示していたのである。彼は言葉の上ではこうした期待を嫌がっていたが、実際にはその期待に向けてすべてを陰で画策し、国政の無秩序と、その無秩序の上に重なる無政府状態を自ら好んで黙認していた。そして、クロディウスに対する一件で彼に仕え、キケロの帰還によって民衆に好かれていたミロが、この無政府状態を好機とみて執政官職を求めたとき、ポンペイウスは投票を先延ばしにし、ついにミロは、ポンペイウスが自分に対しても不誠実になったと憤慨し、故郷ラヌウィウムへと出発した。この町はトロイアから放浪したディオメデスがイタリアで最初に創建した町と言われており、ローマからそこまでは百五十スタディオンである。
Κλωδίου δʼ ἐξ ἰδίων χωρίων ἐπανιόντος ἐπὶ ἵππου καὶ περὶ Βοΐλλας ἀπαντήσαντος αὐτῷ, οἱ μὲν κατὰ τὴν ἔχθραν ὑπείδοντο μόνον ἀλλήλους καὶ παρώδευσαν, θεράπων δὲ τοῦ Μίλωνος ἐπιδραμὼν τῷ Κλωδίῳ, εἴτε κεκελευσμένος εἴθʼ ὡς ἐχθρὸν δεσπότου κτείνων, ἐπάταξεν ἐς τὸ μετάφρενον ξιφιδίῳ. καὶ τὸν μὲν αἵματι ῥεόμενον ἐς τὸ πλησίον πανδοκεῖον ὁ ἱπποκόμος ἐσέφερεν, ὁ δὲ Μίλων μετὰ τῶν θεραπόντων ἐπιστὰς ἔτι ἔμπνουν ἢ καὶ νεκρὸν ἐπανεῖλεν, ὑποκρινόμενος μὲν οὐ βουλεῦσαι τὸν φόνον οὐδὲ προστάξαι· ὡς δὲ κινδυνεύσων ἐξ ἅπαντος, ἠξίου τὸ ἔργον οὐκ ἀτελὲς καταλιπεῖν.3 περιαγγελθέντος δʼ ἐς Ῥώμην τοῦ πάθους ὁ μὲν δῆμος ἐκπλαγεὶς ἐν ἀγορᾷ διενυκτέρευε, καὶ τὸ σῶμά τινες τοῦ Κλωδίου μεθʼ ἡμέραν προύθεσαν ἐπὶ τῶν ἐμβόλων· ἁρπάσαντες δʼ αὐτὸ τῶν τε δημάρχων ἔνιοι καὶ οἱ φίλοι τοῦ Κλωδίου καὶ πλῆθος ἄλλο σὺν ἐκείνοις, ἐς τὸ βουλευτήριον ἐκόμισαν, εἴτε ἐπὶ τιμῇ, βουλευτικοῦ γένους ὄντα, εἴτε ἐς ὄνειδος τῆς βουλῆς τοιάδε περιορώσης.4 καὶ τῶν παρόντων οἱ προπετέστεροι τὰ βάθρα καὶ τοὺς θρόνους τῶν βουλευτῶν συμφορήσαντες ἧψαν αὐτῷ πυράν, ὑφʼ ἧς τό τε βουλευτήριον καὶ πολλαὶ τῶν πλησίον οἰκίαι τῷ Κλωδίῳ συγκατεφλέγησαν.
一方、クロディウスが自身の所領から馬に乗って帰還し、ボウィラエのあたりでミロと出くわしたとき、二人は敵意ゆえに互いを睨み合っただけで行き過ぎた。しかしミロの従者がクロディウスに駆け寄り、命じられていたのか、あるいは主人の敵を殺そうとしたのか、小剣で彼の背中を突いた。そして馬丁が血を流す彼を近隣の宿屋へと運び入れたが、ミロは従者たちとともに現れ、まだ息があるか、あるいはすでに死んでいた彼にとどめを刺した。彼はその殺害を計画も命令もしていなかったかのように装ったものの、どう転んでも罪を問われる以上、この仕事を未完のまま残しておくべきではないと考えたのである。この惨劇がローマに報じられると、民衆は動揺してフォルムで夜を明かし、夜が明けるとクロディウスの遺体を演壇に安置する者たちもいた。しかし護民官の一部やクロディウスの友人たち、そして彼らとともにいた群衆がその遺体を奪い去り、彼が元老院階級の家柄であることから敬意を表すためか、あるいはこのような事態を黙認する元老院に対する恥辱とするために、元老院議事堂へと運び込んだ。そしてその場にいたより無謀な者たちが、元老院議員たちの腰掛けや椅子を積み上げて遺体のために火葬の薪の山を築き、そこに火を放ったため、議事堂と近隣の多くの家屋がクロディウスの遺体とともに焼き払われた。
- 2319ὡς αὐτίκα μεγάλοις στρατοῖς Καίσαρός τε καὶ Πομπηίου διοισομένων ἐς ἀλλήλους
接続詞 ὡς に続く属格独立構文(διοισομένων の主語は Καίσαρός τε καὶ Πομπηίου)。主節の δέος ἐνέπιπτεν(恐怖が生じた)の内容・主観的理由を表しており、「カエサルとポンペイウスがまさに相争うことになるのではないかという恐怖」を示す。
- 2319ὤφθη δέ που καὶ μεσεγγύημα ταλάντων ὀκτακοσίων ὑπὲρ τῆς ἐπωνύμου γενόμενον ἀρχῆς
受動態の知覚動詞 ὤφθη に補語的分詞 γενόμενον が結びついた構文。「800タラントンの担保金が提供されるのが見られた」の意味。ταλάντων ὀκτακοσίων は数量・価値を表す性質の属格、ὑπὲρ τῆς ἐπωνύμου ἀρχῆς は「執政官職(名祖の政務官職)のために」を表す前置詞句。
- 2321ὡς δὲ κινδυνεύσων ἐξ ἅπαντος, ἠξίου τὸ ἔργον οὐκ ἀτελὲς καταλιπεῖν
ὡς に未来分詞 κινδυνεύσων が後続し、主語ミロの主観的動機・確信(「どうせ危険に晒されるに決まっているのだから」)を表す。主動詞 ἠξίου は「~すべきだと考えた・判断した」の意で、不定詞補語 καταλιπεῖν をとる二重否定(οὐκ ἀτελὲς「未完のままにしない」)の構造。
- 2321εἴτε ἐπὶ τιμῇ, βουλευτικοῦ γένους ὄντα, εἴτε ἐς ὄνειδος τῆς βουλῆς τοιάδε περιορώσης
対比的な二つの理由句 εἴτε ἐπὶ τιμῇ... εἴτε ἐς ὄνειδος... の並列。前者の挿入句 βουλευτικοῦ γένους ὄντα は、直前の代名詞 αὐτό(クロディウスの遺体/クロディウス自身)に呼応する対格分詞構文で「彼が元老院階級の出身であったため」という理由を表す。後者の τῆς βουλῆς τοιάδε περιορώσης は ὄνειδος にかかる属格に分詞が伴った構文で「元老院がこのような暴挙を黙認していることに対する(恥辱)」を表す。
