- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:221153-221154
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
カエサルとアレクサンドロスがともに不吉な予言を軽視しつつもその通りに命を落とした類似性を述べ、さらに両者が学知を重んじ、カエサルが暦を改革したことや、両者の暗殺者が後継者によって討たれた共通点を論じる。
Καίσαρι δʼ ἐς τὸ ἔσχατον βουλευτήριον ἐσιόντι, καθά μοι πρὸ βραχέος εἴρηται, τὰ αὐτὰ σημεῖα γίγνεται· καὶ χλευάσας ἔφη τοιαῦτά οἱ καὶ περὶ Ἰβηρίαν γεγονέναι. τοῦ δὲ μάντεως εἰπόντος καὶ τότε αὐτὸν κινδυνεῦσαι καὶ νῦν ἐπιθανατώτερον ἔχειν τὸ σημεῖον, ἐνδούς τι πρὸς τὴν παρρησίαν ἐθύετο ὅμως αὖθις, μέχρι βραδυνόντων αὐτῷ τῶν ἱερῶν δυσχεράνας ἐσῆλθε καὶ ἀνῃρέθη. τὸ δʼ αὐτὸ καὶ Ἀλεξάνδρῳ συνέπεσεν. ἐπανιόντα γὰρ ἐξ Ἰνδῶν ἐς Βαβυλῶνα μετὰ τοῦ στρατοῦ καὶ πλησιάζοντα ἤδη παρεκάλουν οἱ Χαλδαῖοι τὴν εἴσοδον ἐπισχεῖν ἐν τῷ παρόντι. τοῦ δὲ τὸ ἰαμβεῖον εἰπόντος, ὅτι “μάντις ἄριστος, ὅστις εἰκάζει καλῶς,” δεύτερα γοῦν οἱ Χαλδαῖοι παρεκάλουν μὴ ἐς δύσιν ὁρῶντα μετὰ τῆς στρατιᾶς ἐσελθεῖν, ἀλλὰ περιοδεῦσαι καὶ τὴν πόλιν λαβεῖν πρὸς ἥλιον ἀνίσχοντα. ὁ δʼ ἐς τοῦτο μὲν ἐνδοῦναι λέγεται καὶ ἐπιχειρῆσαι περιοδεῦσαι, λίμνῃ δὲ καὶ ἕλει δυσχεραίνων καταφρονῆσαι καὶ τοῦ δευτέρου μαντεύματος καὶ ἐσελθεῖν ἐς δύσιν ὁρῶν. ἐσελθών γε μὴν καὶ πλέων κατὰ τὸν Εὐφράτην ἐπὶ ποταμὸν Παλλακότταν, ὃς τὸν Εὐφράτην ὑπολαμβάνων ἐς ἕλη καὶ λίμνας ἐκφέρει καὶ κωλύει τὴν Ἀσσυρίδα γῆν ἄρδειν,--ἐπινοοῦντα δὴ τοῦτον διατειχίσαι τὸν ποταμὸν καὶ ἐπὶ τοῦτο ἐκπλέοντά φασιν ἐπιτωθάσαι τοῖς Χαλδαίοις,1 ὅτι σῶος ἐς Βαβυλῶνα ἐσέλθοι τε καὶ ἐκπλέοι. ἔμελλε δʼ ἐπανελθὼν αὐτίκα ἐν αὐτῇ τεθνήξεσθαι. ἐπετώθασε δὲ καὶ ὁ Καῖσαρ ὅμοια. τοῦ γὰρ μάντεως αὐτῷ τὴν ἡμέραν τῆς τελευτῆς προειπόντος, ὅτι μὴ περιοίσει τὰς Μαρτίας εἰδούς,2 ἐλθούσης τῆς ἡμέρας ἔφη, τὸν μάντιν χλευάζων, ὅτι πάρεισιν αἱ εἰδοί· καὶ ἐν αὐταῖς ὅμως ἀπέθανεν. οὕτω μὲν δὴ καὶ σημεῖα τὰ περὶ σφῶν ἐχλεύασαν ὁμοίως, καὶ τοῖς προειποῦσιν αὐτὰ μάντεσιν οὐκ ἐχαλέπηναν, καὶ ἑάλωσαν ὅμως ὑπὸ τῷ λόγῳ τῶν μαντευμάτων.
カエサルが最後の議場へと入っていく際にも、私が少し前に述べたように、同じ予兆が現れた。そして彼はそれをあざ笑い、かつてヒスパニアのあたりでも自分に同様のことがあったと言った。しかし予言者が、その時にも危険にさらされたのであり、いまやその予兆はいっそう死を告げるものとなっていると言ったため、彼はその率直さにいくらか譲歩して、それでも再び犠牲を捧げていたが、犠牲の儀礼が手間取ったために苛立ち、中へ入り、殺害された。これと同じことがアレクサンドロスにも起こった。というのも、彼が軍勢とともにインドからバビロンへと戻り、すでに近づいていたとき、カルダイア人たちが当面の間は入城を差し控えるよう懇願したからである。だが彼が「最良の予言者とは、善く推測する者である」というイアンボス詩句を口にすると、カルダイア人たちは、せめて軍勢とともに西を向いて入るのではなく、迂回して日が昇る方角に向かって都を占領(入城)するようにと次に懇願した。彼はこのことには譲歩したと言われ、迂回を試みたものの、湖沼と湿地に苛立ってこの第二の神託をも軽視し、西を向いて入城した。入城したのち、さらにユーフラテス川を下ってパッラコッタス川――この川はユーフラテス川の水を受け入れて湿地や湖沼へと流し出し、アッシリアの地を灌漑するのを妨げている――へと船を進め、まさにこの川を堰き止めようと意図してそのために出航したとき、彼が無事にバビロンへと入り、また船で出ていくことができたと、カルダイア人たちを嘲ったと言われる。しかし彼は戻った直後に、その都の中で死ぬ運命にあったのである。カエサルもまた、同じような嘲笑をした。予言者が彼に対し、3月のイードゥス(15日)を無事に越えることはないだろうとその死の日を予告していたところ、その日が来ると、予言者をあざ笑って、イードゥスは既に来ていると言ったのである。しかし彼はまさにその日に命を落とした。このようにして彼らは、自らに関する予兆を同じようにあざ笑い、それらを予告した予言者たちに怒ることはなかったものの、それでも神託の言葉に屈することとなった。
ἐγένοντο δὲ καὶ ἐς ἐπιστήμην τῆς ἀρετῆς, τῆς τε πατρίου καὶ Ἑλληνικῆς καὶ ξένης, φιλόκαλοι, τὰ μὲν Ἰνδῶν Ἀλέξανδρος ἐξετάζων τοὺς Βραχμᾶνας, οἳ δοκοῦσιν Ἰνδῶν εἶναι μετεωρολόγοι τε καὶ σοφοὶ καθὰ Περσῶν οἱ Μάγοι, τὰ δὲ Αἰγυπτίων ὁ Καῖσαρ, ὅτε ἐν Αἰγύπτῳ γενόμενος καθίστατο Κλεοπάτραν. ὅθεν ἄρα καὶ τῶν εἰρηνικῶν πολλὰ Ῥωμαίοις διωρθώσατο καὶ τὸν ἐνιαυτὸν ἀνώμαλον ἔτι ὄντα διὰ τοὺς ἔσθʼ ὅτε μῆνας ἐμβολίμους (κατὰ γὰρ σελήνην αὐτοῖς ἠριθμεῖτο) ἐς τὸν τοῦ ἡλίου δρόμον μετέβαλεν, ὡς ἦγον Αἰγύπτιοι. συνέβη δὲ αὐτῷ καὶ τῶν ἐς τὸ σῶμα ἐπιβουλευσάντων μηδένα διαφυγεῖν, ἀλλὰ τῷ παιδὶ δοῦναι δίκην ἀξίαν, καθάπερ Ἀλεξάνδρῳ τοὺς Φίλιππον ἀνελόντας.3 ὅπως δὲ ἔδοσαν, αἱ ἑξῆς βίβλοι δεικνύουσιν.
彼らはまた、祖国のもの、ギリシアのもの、異邦のものを問わず、美徳の学知に対しても愛好の念を抱いていた。アレクサンドロスはインドの事柄について、ペルシアのマゴス僧のようにインド人の間で天文学者であり知者であると見なされているバラモンたちに尋ねて調べ、カエサルはエジプトの事柄について、エジプトに赴いてクレオパトラを即位させた際に調べた。それゆえ彼はローマ人のために平時の事柄の多くを改善し、時折挿入される閏月のせいで依然として不規則であった暦を(彼らは太陰暦によって数えていたからである)、エジプト人たちが運用していたように、太陽の運行に基づくものへと改めた。また彼には、自らの身体に危害を企てた者の誰も逃れることなく、フィリッポスを殺害した者たちがアレクサンドロスから報いを受けたのと同様に、彼の子(養子)からふさわしい処罰を受けるという結末が生じた。彼らがいかに処罰を受けたかは、続く諸巻が示すところである。
- 221153ἐπινοοῦντα δὴ τοῦτον διατειχίσαι τὸν ποταμὸν καὶ ἐπὶ τοῦτο ἐκπλέοντά φασιν ἐπιτωθάσαι τοῖς Χαλδαίοις
主動詞 φασίν(人々は言う)に支配される対格不定詞構文。不定詞 ἐπιτωθάσαι の意味上の主語として分詞 ἐπινοοῦντα ... ἐκπλέοντα が補完される対格 αὐτόν(アレクサンドロス)を修飾している。途中に挿入された関係節 ὃς τὸν Εὐφράτην ... ἄρδειν によって主文の流れが途切れているため、破綻文(アナコルートン)に近い構造を呈している。
- 221153ὅτι μὴ περιοίσει τὰς Μαρτίας εἰδούς
間接話法の ὅτι 節内に否定詞 μὴ が用いられている構文。通常 ὅτι 節の直説法否定には οὐ が用いられるが、誓言・神託・予言の内容を述べる際には、確固たる意志や主観的・禁止的ニュアンスを伴う μὴ が好まれる。
- 221154καθάπερ Ἀλεξάνδρῳ τοὺς Φίλιππον ἀνελόντας
先行する節 συνέβη δὲ αὐτῷ ... τῶν ἐς τὸ σῶμα ἐπιβουλευσάντων μηδένα διαφυγεῖν, ἀλλὰ τῷ παιδὶ δοῦναι δίκην ἀξίαν に対する簡約比較構文。καθάπερ Ἀλεξάνδρῳ τοὺς Φίλιππον ἀνελόντας [δοῦναι δίκην ἀξίαν] のように不定詞句 δοῦναι δίκην ἀξίαν が省略されており(Ἀλεξάνδρῳ は τῷ παιδὶ に対応する与格)、対格 τοὺς ... ἀνελόντας は省略された不定詞の意味上の主語である。
