← アッピアノス

内乱記

§220143-220145

カエサルの遺言状開示とアントニウスの追悼演説

カエサルの遺言状の朗読と遺体の公開によって民衆の同情と怒りが再燃する中、アントニウスは生前授けられた名誉や防衛の誓約を読み上げつつ巧みな追悼演説を行い、元老院を牽制しながら民衆を煽動する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§220143

διαθῆκαι δὲ τοῦ Καίσαρος ὤφθησαν φερόμεναι, καὶ εὐθὺς αὐτὰς τὸ πλῆθος ἐκέλευον ἀναγινώσκειν. θετὸς μὲν δὴ τῷ Καίσαρι παῖς ἐγίγνετο ἐν αὐταῖς ὁ τῆς ἀδελφῆς θυγατριδοῦς Ὀκτάουιος, τῷ δήμῳ δὲ ἦσαν ἐνδιαίτημα οἱ κῆποι δεδομένοι καὶ κατʼ ἄνδρα Ῥωμαίων τῶν ὄντων ἔτι ἐν ἄστει πέντε καὶ ἑβδομήκοντα Ἀττικαὶ δραχμαί. καὶ ὑπεσαλεύετο αὖθις ἐς ὀργὴν ὁ δῆμος, τυράννου μὲν κατηγορίας προπεπυσμένοι, διαθήκας δὲ φιλοπόλιδος ἀνδρὸς ὁρῶντες.1 οἴκτιστον δὲ ἐφάνη μάλιστα αὐτοῖς, ὅτι τῶν ἀνδροφόνων Δέκμος ὁ Βροῦτος ἐν τοῖς δευτέροις κληρονόμοις ἐγέγραπτο παῖς· ἔθος γάρ τι Ῥωμαίοις παραγράφειν τοῖς κληρονόμοις ἑτέρους, εἰ μὴ κληρονομοῖεν οἱ πρότεροι. ἐφʼ ᾧ δὴ καὶ μᾶλλον συνεταράσσοντο καὶ δεινὸν καὶ ἀθέμιστον ἡγοῦντο καὶ Δέκμον ἐπιβουλεῦσαι Καίσαρι, παῖδα αὐτῷ γεγραμμένον εἶναι.2 ἐπεὶ δὲ καὶ Πείσωνος τὸ σῶμα φέροντος ἐς τὴν ἀγορὰν πλῆθός τε ἄπειρον ἐς φρουρὰν συνέδραμον σὺν ὅπλοις, καὶ μετὰ βοῆς καὶ πομπῆς δαψιλοῦς ἐπὶ τὰ ἔμβολα προυτέθη, οἰμωγή τε καὶ θρῆνος ἦν αὖθις ἐπὶ πλεῖστον, καὶ τὰ ὅπλα ἐπατάγουν οἱ ὡπλισμένοι καὶ κατὰ μικρὸν ἐν μετανοίᾳ τῆς ἀμνηστίας ἐγίγνοντο. καὶ ὁ Ἀντώνιος ὧδε ἔχοντας ἰδὼν οὐ μεθῆκεν, ἀλλὰ ᾑρημένος εἰπεῖν τὸν ἐπιτάφιον οἷα ὕπατος ὑπάτου καὶ φίλος φίλου καὶ συγγενὴς συγγενοῦς (ἦν γὰρ δὴ Καίσαρι κατὰ μητέρα συγγενής) ἐτέχναζεν αὖθις καὶ ἔλεγεν ὧδε.

カエサルの遺言書が運ばれてくるのが見え、群衆は直ちにそれを読み上げるよう求めた。その中で、カエサルの養子には姉妹の娘の息子オクタウィウスが定められ、民衆には庭園が憩いの場として遺贈され、市内にまだ居住しているローマ市民一人あたり七十五アッティカ・ドラクマが与えられることになっていた。民衆は僭主としての告発をあらかじめ聞かされていたのに、祖国を愛する人物の遺言書を目の当たりにして、再び激しい怒りに揺り動かされた。とりわけ彼らにとって最も痛ましく思われたのは、暗殺者の一人であるデキムス・ブルートゥスが第二順位の相続人として養子に指名されていたことであった。というのも、ローマ人には、先順位の者が相続しない場合に備えて別の者を相続人として追記する慣習があったからである。このことによって民衆はなおさら激しく動揺し、デキムスがカエサルの養子として記載されていたにもかかわらず彼に対して陰謀を企てたことを、恐るべき許しがたい暴挙と見なした。さらにピソが遺体をフォルムへと運び、無数の群衆が護衛のために武器を携えて集まり、叫び声と盛大な葬列とともに演壇に遺体が安置されると、再びいたるところで激しい慟哭と嘆きの声が上がり、武装した者たちは武器を打ち鳴らし、大赦の決定を次第に後悔し始めた。アントニウスは彼らがこのような状態にあるのを見て好機を逃さず、執政官として執政官を、友人として友人を、親族として親族を追悼する者として選ばれていたため(彼は実際に母方でカエサルの親族であった)、再び計略を巡らせて次のように語った。

§220144

"Οὐκ ἄξιον, ὦ πολῖται, τοσοῦδε ἀνδρὸς ἐπιτάφιον ἔπαινον παρʼ ἐμοῦ μᾶλλον, ἑνὸς ὄντος, ἢ παρὰ τῆς πατρίδος ὅλης αὐτῷ γενέσθαι. ὅσα δὴ τῆς ἀρετῆς αὐτὸν ὑμεῖς ἀγάμενοι πάντες ὁμαλῶς, ἥ τε βουλὴ καὶ μετὰ αὐτῆς ὁ δῆμος, ἔτι περιόντι ἐψηφίσασθε, ὑμετέραν καὶ οὐκ Ἀντωνίου τάδε φωνὴν εἶναι τιθέμενος ἀναγνώσομαι." καὶ ἀνεγίνωσκε τῷ μὲν προσώπῳ σοβαρῷ καὶ σκυθρωπῷ, τῇ φωνῇ δʼ ἐνσημαινόμενος ἕκαστα καὶ ἐφιστάμενος, οἷς μάλιστα αὐτὸν ἐν τῷ ψηφίσματι ἐξεθείαζον, ἱερὸν καὶ ἄσυλον ἢ πατέρα πατρίδος ἢ εὐεργέτην ἢ προστάτην οἷον οὐχ ἕτερον ὀνομάζοντες. ἐφʼ ἑκάστῳ δὲ τούτων ὁ Ἀντώνιος τὴν ὄψιν καὶ τὴν χεῖρα ἐς τὸ σῶμα τοῦ Καίσαρος ἐπιστρέφων ἐν παραβολῇ τοῦ λόγου τὸ ἔργον ἐπεδείκνυ. ἐπεφθέγγετο δέ πού τι καὶ βραχὺ ἑκάστῳ, μεμιγμένον οἴκτῳ καὶ ἀγανακτήσει, ἔνθα μὲν τὸ ψήφισμα εἴποι ʼπατέρα πατρίδος,ʼ ἐπιλέγων· “τοῦτο ἐπιεικείας ἐστὶ μαρτυρία,” ἔνθα δʼ ἦν ʽἱερὸς καὶ ἄσυλοςʼ καὶ ʼἀπαθὴς καὶ ὅστις αὐτῷ καὶ ἕτερος προσφύγοι,ʼ “οὐχ ἕτερος,” ἔφη, "τῷδε προσφεύγων, ἀλλʼ αὐτὸς ὑμῖν ὁ ἄσυλος καὶ ἱερὸς ἀνῄρηται, οὐ βιασάμενος οἷα τύραννος λαβεῖν τάσδε τὰς τιμάς, ἃς οὐδὲ ᾔτησεν. ἀνελευθερώτατοι δὲ ἄρα ἡμεῖς, οἳ τοιάδε τοῖς ἀναξίοις οὐδὲ αἰτοῦσι δίδομεν. ἀλλʼ ὑμεῖς ἡμῶν ὑπεραπολογεῖσθε ὡς οὐκ ἀνελευθέρων, ὦ πιστοὶ πολῖται, τοιαύτῃ καὶ νῦν πρὸς τεθνεῶτα χρώμενοι τιμῇ."

「市民諸君、これほど偉大な人物への追悼の賛辞が、一介の個人にすぎない私から語られるよりは、祖国全体から彼に捧げられることこそ相応しい。彼の卓越した徳を称賛して、諸君のすべてが等しく、元老院もそれに加わる民衆も、彼が生きていた折に議決した数々の栄誉を、私はアントニウスの言葉ではなく諸君自身の声であると見なして朗読しよう」。そして彼は、厳粛かつ沈鬱な面持ちで、声によって各項目を強調し、立ち止まりつつ読み上げた。その決議の中で彼らはカエサルを格別に神聖視し、神聖にして不可侵、祖国の父、あるいは無類の恩人や擁護者などと称賛していたのである。これらの称号の一つひとつにおいて、アントニウスは視線と手をカエサルの遺体へと向け、言葉と対比させるようにその死の現実を指し示した。そして各項目ごとに、憐憫と憤りを織り交ぜて短い言葉を添えた。決議が「祖国の父」と述べている箇所では、「これは彼の温情の証しである」と付け加え、「神聖にして不可侵」「何人も彼を害することはできず、彼のもとに逃げ込む者も同様である」とある箇所では、「彼のもとに逃げ込んだ他の者ではなく、諸君にとって不可侵にして神聖であった彼自身が命を奪われたのだ。彼はこれらの栄誉を、僭主のように力づくで奪い取ったのではなく、求めさえしなかったのである。それならば、このような栄誉を求めてもいない無価値な者に与えたわれわれこそが、最も卑屈な奴隷であったことになる。しかし忠実なる市民諸君、諸君は死者となった今もこのような敬意を払うことによって、われわれが奴隷の根性を持った者ではないと弁護しているのだ」と語った。

§220145

καὶ αὖθις ἀνεγίνωσκε τοὺς ὅρκους, ἦ μὴν φυλάξειν Καίσαρα καὶ τὸ Καίσαρος σῶμα παντὶ σθένει πάντας ἤ, εἴ τις ἐπιβουλεύσειεν, ἐξώλεις εἶναι τοὺς οὐκ ἀμύναντας αὐτῷ. ἐφʼ ὅτῳ δὴ μάλιστα τὴν φωνὴν ἐπιτείνας καὶ τὴν χεῖρα ἐς τὸ Καπιτώλιον ἀνασχών, “ἐγὼ μέν,” εἶπεν, “ὦ Ζεῦ πάτριε καὶ θεοί, ἕτοιμος ἀμύνειν ὡς ὤμοσα καὶ ἠρασάμην· ἐπεὶ δὲ τοῖς ὁμοτίμοις δοκεῖ συνοίσειν τὰ ἐγνωσμένα, συνενεγκεῖν εὔχομαι.”3 θορύβου δʼ ἐκ τῆς βουλῆς ἐπὶ τῷδε μάλιστα προφανῶς ἐς αὐτὴν εἰρημένῳ γενομένου, ἐπικαταψήχων αὐτὴν ὁ Ἀντώνιος καὶ παλινῳδῶν ἔφη· “ἔοικεν, ὦ πολῖται, τὰ γεγενημένα ἀνδρῶν μὲν οὐδενός, ἀλλά του δαιμόνων ἔργα εἶναι. καὶ χρὴ τὸ παρὸν σκοπεῖν μᾶλλον ἢ τὸ γεγενημένον, ὡς ἐν ἀκμῇ μεγάλων ἐστὶ κινδύνων ἡμῖν τὰ μέλλοντα ἢ τὰ ὄντα μὴ ἐς τὰς προτέρας στάσεις ὑπαχθῶμεν καὶ ἐκτριφθῇ πᾶν, ὅ τι λοιπόν ἐστιν εὐγενὲς τῇ πόλει. προπέμπωμεν οὖν τὸν ἱερὸν τόνδε ἐπὶ τοὺς εὐδαίμονας, τὸν νενομισμένον ὕμνον αὐτῷ καὶ θρῆνον ἐπᾴδοντες.”

さらに彼は、すべての者が総力を挙げてカエサルとその身体を守り、もし誰かが陰謀を企てたなら彼を救援しなかった者は滅び去るべし、と誓った誓詞を読み上げた。とりわけこの箇所で声を張り上げ、カピトリウムに向かって手を高く掲げて言った。「祖国の主神ユピテルよ、そして諸神よ、私は誓い願った通りに彼のために報復する用意がある。しかし、同等の地位にある者たちが、決定された事柄が国家のためになると判断した以上、それが実を結ぶことを祈るばかりである」。この言葉が明らかに元老院に向けられたものであったため、元老院側から騒然とした動揺が起こると、アントニウスは彼らをなだめ、前言を取り消すかのように語った。 「市民諸君、起こってしまった事態は人間の誰の仕業でもなく、あるダイモーンの仕業であるように思われる。それゆえ、起きてしまったことよりも現在に目を向けねばならない。なぜなら、われわれにとって将来あるいは現在の事態は、われわれが以前の内乱へと引き戻され、国家に残された貴いものすべてが根絶やしにされかねないという重大な危機の瀬戸際にあるからである。それゆえ、この神聖なる人物を、定められた賛歌と哀悼の歌を捧げつつ、至福の者たちのもとへと送り出そうではないか」。

構文注3 件
  1. 220143τυράννου μὲν κατηγορίας προπεπυσμένοι, διαθήκας δὲ φιλοπόλιδος ἀνδρὸς ὁρῶντες

    主格複数分詞 προπεπυσμένοι および ὁρῶντες は、文法上の主語である集合名詞 ὁ δῆμος(単数名詞)に対して意味上の呼応(constructio ad sensum)をなしている。民衆を構成する個々の市民たちの認識と感情の急変を示す表現である。

  2. 220143παῖδα αὐτῷ γεγραμμένον εἶναι

    ἡγοῦντο に導かれる間接話法における対格不定詞構文(ACI)の内部で、Δέκμον を意味上の主語とする受動完了分詞述語構文(γεγραμμένον εἶναι)が用いられている。παῖδα は補語であり、「デキムスが(遺言状において)彼の養子として記載されていたにもかかわらず」という譲歩・対比のニュアンスを含んでいる。

  3. 220145ἐπεὶ δὲ τοῖς ὁμοτίμοις δοκεῖ συνοίσειν τὰ ἐγνωσμένα, συνενεγκεῖν εὔχομαι

    τοῖς ὁμοτίμοις は同等の身分・権威を持つ者たち(ここでは元老院議員たち)を指す。非人称表現 δοκεῖ に従属する不定詞 συνοίσειν(συμφέρω「有益である、好結果をもたらす」の未来形)と、主節の εὔχομαι に従属する祈願的・希求的意味の不定詞 συνενεγκεῖν(同動詞アオリスト)の対比によって、「彼らが国家に有益だと信じる決定が、本当に有益であることを願う」という皮肉・牽制の言辞を構成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:220143-220145