- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:217118-217119
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
カエサル暗殺直後にローマ全域で激しい混乱と逃走が生じ、アントニウスやレピドゥスが防備と軍勢を固める一方、わずか三人の従僕がカエサルの遺体を運び出す。暗殺者たちは自由を叫んで街頭に出るが、民衆の呼応が得られず、カエサルの軍勢や執政官アントニウスの報復を恐れ始める。
Ἐκτελεσθέντος δὲ τοῖς φονεῦσι τοσοῦδε ἄγους ἐν ἱερῷ χωρίῳ καὶ ἐς ἄνδρα ἱερὸν καὶ ἄσυλον, φυγή τε ἦν ἀνὰ τὸ βουλευτήριον αὐτίκα καὶ ἀνὰ τὴν πόλιν ὅλην, καὶ ἐτρώθησάν τινες τῶν βουλευτῶν ἐν τῷδε τῷ θορύβῳ καὶ ἀπέθανον ἕτεροι. πολὺς δὲ καὶ ἄλλος ἀστῶν τε καὶ ξένων ἐγίγνετο φόνος, οὐ προβεβουλευμένος, ἀλλʼ οἷος ἐκ θορύβου πολιτικοῦ καὶ ἀγνωσίας τῶν ἐπιλαβόντων, οἵ τε γὰρ μονομάχοι, ὡπλισμένοι ἕωθεν ὡς ἐπὶ δή τινα θέας ἐπίδειξιν, ἐκ τοῦ θεάτρου διέθεον ἐς τὰ τοῦ βουλευτηρίου παραφράγματα, καὶ τὸ θέατρον ὑπὸ ἐκπλήξεως σὺν φόβῳ καὶ δρόμῳ διελύετο, τά τε ὤνια ἡρπάζετο· καὶ τὰς θύρας ἅπαντες ἀπέκλειον καὶ ἀπὸ τῶν τεγῶν ἐς ἄμυναν ἡτοιμάζοντο, Ἀντώνιός τε τὴν οἰκίαν ὠχύρου, τεκμαιρόμενος συνεπιβουλεύεσθαι τῷ Καίσαρι. καὶ Λέπιδος ὁ ἵππαρχος ἐν ἀγορᾷ μὲν ὢν ἐπύθετο τοῦ γεγονότος, ἐς δὲ τὴν ἐν τῷ ποταμῷ νῆσον διαδραμών, ἔνθα ἦν αὐτῷ τέλος στρατιωτῶν, ἐς τὸ πεδίον αὐτοὺς μετεβίβαζεν ὡς ἑτοιμοτέρους ἕξων ἐς τὰ παραγγελλόμενα ὑπʼ Ἀντωνίου· Ἀντωνίῳ γὰρ ἐξίστατο, φίλῳ τε τοῦ Καίσαρος ὄντι μᾶλλον καὶ ὑπάτῳ. καὶ αὐτοῖς σκεπτομένοις ὁρμὴ μὲν ἦν ἀμύνειν τῷ Καίσαρι τοιάδε παθόντι, τὴν δὲ βουλὴν πρὸς τῶν ἀνδροφόνων ἐσομένην ἐδεδοίκεσαν καὶ τὸ μέλλον ἔτι περιεσκόπουν. ἀμφὶ δὲ αὐτῷ Καίσαρι στρατιωτικὸν μὲν οὐκ ἦν, οὐ γὰρ δορυφόροις ἠρέσκετο, ἡ δὲ τῆς ἡγεμονίας ὑπηρεσία μόνη καὶ αἱ πλέονες ἀρχαὶ καὶ πολὺς ὅμιλος ἄλλος ἀστῶν καὶ ξένων καὶ πολὺς θεράπων καὶ ἐξελεύθερος αὐτὸν ἐπὶ τὸ βουλευτήριον ἐκ τῆς οἰκίας παρεπεπόμφεισαν, ὧν ἀθρόως διαφυγόντων τρεῖς θεράποντες μόνοι παρέμειναν, οἳ τὸ σῶμα ἐς τὸ φορεῖον ἐνθέμενοι διεκόμισαν οἴκαδε ἀνωμάλως, οἷα τρεῖς, τὸν πρὸ ὀλίγου γῆς καὶ θαλάττης προστάτην.
暗殺者たちによって神聖な場所で、かつ神聖不可侵の人物に対してこれほどの冒瀆が完遂されると、直ちに議場じゅうに、そして都市全体に逃走が広がり、元老院議員のある者はこの騒擾の中で負傷し、他の者は落命した。市民や外国人の間でも予謀されたものではない、市民の動揺と捕縛する者たちの見境のなさから生じるような多数の殺傷が起きた。というのも、朝方に見世物の興行のためであるかのように武装していた剣闘士たちが劇場から議場の囲いへと駆け出し、劇場は恐怖と混乱の走りのなかで恐慌状態に陥って散乱し、売り物は略奪されたからである。市民はみな扉を閉ざし、屋根から防御の準備を整え、アントニウスはカエサルとともに自分も謀殺されると推測して自宅を要塞化した。また騎兵長官のレピドゥスは広場にいて事件を知り、自身の手勢である一個軍団が駐屯していた川の中州へと駆けつけ、アントニウスから発せられる指示に即応できるよう彼らを平原へと移動させた。彼はカエサルのより親しい友人であり執政官でもあるアントニウスに決定権を譲ったからである。彼らは協議する中で、このような仕打ちを受けたカエサルの仇を討ちたいという衝動に駆られたものの、元老院が暗殺者側につくことを恐れ、今後の動向を慎重に見守っていた。他方、カエサル自身の周囲には軍隊はいなかった。彼は親衛隊を好まなかったからである。ただ統治権の従者たち、多数の公職者たち、市民や外国人の夥しい群衆、そして多くの従僕や解放奴隷が彼を自宅から議場へと警護して送り届けていたが、彼ら全員が一斉に四散したため、わずか三人の従僕だけがその場に踏みとどまった。彼ら三人は遺体を輿に乗せ、三人ゆえに釣り合いを欠きながら、少し前まで陸と海の支配者であった人物を自宅へと運び帰った。
οἱ δὲ σφαγεῖς ἐβούλοντο μέν τι εἰπεῖν ἐν τῷ βουλευτηρίῳ, οὐδενὸς δὲ παραμείναντος τὰ ἱμάτια ταῖς λαιαῖς ὥσπερ ἀσπίδας περιπλεξάμενοι καὶ τὰ ξίφη μετὰ τοῦ αἵματος ἔχοντες ἐβοηδρόμουν βασιλέα καὶ τύραννον ἀνελεῖν.1 καὶ πῖλόν τις ἐπὶ δόρατος ἔφερε, σύμβολον ἐλευθερώσεως ἐπί τε τὴν πάτριον πολιτείαν παρεκάλουν καὶ Βρούτου τοῦ πάλαι καὶ τῶν τότε σφίσιν ὀμωμοσμένων ἐπὶ τοῖς πάλαι βασιλεῦσιν2 ἀνεμίμνησκον συνέθεον δὲ αὐτοῖς τινες χρησάμενοι ξιφίδια, οἳ τοῦ ἔργου μὴ μετασχόντες προσεποιοῦντο τὴν δόξαν, Λέντλος τε ὁ Σπινθὴρ καὶ Φαώνιος καὶ Ἀκουῖνος καὶ Δολοβέλλας καὶ Μοῦρκος καὶ Πατίσκος· οἳ τῆς μὲν δόξης οὐ μετέσχον, τῆς δὲ τιμωρίας τοῖς ἁμαρτοῦσι συνέτυχον. τοῦ δήμου δὲ αὐτοῖς οὐ προσθέοντος ἠπόρουν καὶ ἐδεδοίκεσαν, τῇ μὲν βουλῇ, καὶ εἰ αὐτίκα ὑπʼ ἀγνοίας καὶ θορύβου διέφυγε, θαρροῦντες ὅμως, συγγενέσι τε σφῶν καὶ φίλοις οὖσι βαρυνομένοις τε τὴν τυραννίδα ὁμοίως, τὸν δὲ δῆμον ὑφορώμενοι3 καὶ τοὺς ἐστρατευμένους τῷ Καίσαρι πολλοὺς ἐν τῇ πόλει τότε παρόντας, τοὺς μὲν ἄρτι τῆς στρατείας ἀφειμένους καὶ ἐς κληρουχίας διατεταγμένους, τοὺς δὲ προαπῳκισμένους μέν, ἐς δὲ παραπομπὴν τοῦ Καίσαρος ἐξιόντος ἀφιγμένους. Λέπιδόν τε ἐδεδοίκεσαν καὶ τὸν ὑπὸ τῷ Λεπίδῳ στρατὸν ἐν τῇ πόλει καὶ Ἀντώνιον ὑπατεύοντα, μὴ ἀντὶ τῆς βουλῆς τῷ δήμῳ μόνῳ χρώμενος ἐργάσαιτό τι δεινὸν αὑτούς.
暗殺者たちは議場の中で何か演説をすることを望んでいたが、誰も残っていなかったため、上着を盾のように左腕に巻きつけ、血に染まった剣を手にしたまま、王にして僭主を殺害したと叫びながら走り出た。ある者は解放の象徴であるピレウス帽を槍の先に掲げ、彼らは父祖伝来の国制への復帰を呼びかけ、大昔のブルートゥスと、当時の者たちが昔の王たちに対して立てた誓いを想起させた。犯行に加わらなかったもののその栄誉を横取りしようと、短剣を借り受けて彼らに合流して走る者たちもおり、レントゥルス・スピンテル、ファオニウス、アクィヌス、ドラベッラ、ムルクス、パティスコスがそうであった。彼らは栄誉にあずかることはなく、過ちを犯した者たちとともに処罰を受けることになった。しかし民衆が自分たちのもとへ駆け寄ってこないため、暗殺者たちは途方に暮れ恐怖した。元老院に対しては、たとえ当座は無知と動揺から逃走したとしても、自分たちの血族や友人であり、同様に専制を重荷に感じていたことから信頼を寄せていたものの、民衆と、当時市内に多く滞在していたカエサルの従軍経験者たち――ある者は軍役を解かれたばかりで植民地へ割り当てられており、ある者はすでに植民地に定住していたがカエサルの出征を見送るためにやって来ていた――を警戒していたのである。彼らはまた、レピドゥスと市内のレピドゥス配下の軍隊、そして執政官であるアントニウスを恐れ、彼が元老院に頼らず民衆のみを動員して自分たちに何か恐ろしい報復を企てるのではないかと危惧していた。
- 217119ἐβοηδρόμουν βασιλέα καὶ τύραννον ἀνελεῖν
動詞 ἐβοηδρόμουν に不定詞句 βασιλέα καὶ τύραννον ἀνελεῖν が後続する構文。βοηδρομέω(あるいは βοάω + δρόμῳ)が「叫びながら走る」という発話動詞の性格を帯び、間接話法として「王にして僭主を殺害したと大声で叫びつつ走った」という意味を表す。
- 217119τῶν τότε σφίσιν ὀμωμοσμένων ἐπὶ τοῖς πάλαι βασιλεῦσιν
完了受動分詞 ὀμωμοσμένων の実質名詞用法(中性複数属格「立てられた誓約」)であり、動詞 ἀνεμίμνησκον の目的語として属格形をとる。σφίσιν は動作主を表す与格(あるいは関心の与格)で、暗殺者たちの先祖を指す間接再帰代名詞として用いられている。前置詞句 ἐπὶ τοῖς πάλαι βασιλεῦσιν の ἐπί は敵対を表し、「昔の王たちに対して」を意味する。
- 217119τοῦ δήμου δὲ αὐτοῖς οὐ προσθέοντος ἠπόρουν καὶ ἐδεδοίκεσαν, τῇ μὲν βουλῇ, καὶ εἰ αὐτίκα ὑπʼ ἀγνοίας καὶ θορύβου διέφυγε, θαρροῦντες ὅμως, συγγενέσι τε σφῶν καὶ φίλοις οὖσι βαρυνομένοις τε τὴν τυραννίδα ὁμοίως, τὸν δὲ δῆμον ὑφορώμενοι
主動詞 ἠπόρουν καὶ ἐδεδοίκεσαν に対し、前置された絶対属格句 τοῦ δήμου... οὐ προσθέοντος が原因を示す。その後ろに μέν... δέ で対比される二組の分詞句(τῇ μὲν βουλῇ... θαρροῦντες と τὸν δὲ δῆμον ὑφορώμενοι)が続き、それぞれ与格支配(βουλῇ に θαρρέω が呼応)と対格支配(δῆμον に ὑφοράω が呼応)という異なる格支配で主語の心理状態を説明している。
