← アッピアノス

内乱記

§21391-21392

ファルナケスの撃破とカエサルのローマ帰還

カエサルはポントスでファルナケスを電光石火の早さで撃破してローマへ戦勝を報告し、アジア州を巡ったのちに内紛の起きたローマへ帰還して、除隊と報償を求めて反乱を起こした軍勢の前に単身姿を現す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§21391

τοσάδε μὲν δὴ Καῖσαρ ἐργασάμενος ἐν Ἀλεξανδρείᾳ διὰ Συρίας ἐπὶ Φαρνάκην ἠπείγετο. ὁ δὲ ἤδη μὲν εἴργαστο πολλὰ καὶ περιεσπάκει τινὰ Ῥωμαίων χωρία καὶ Δομιτίῳ Καίσαρος στρατηγῷ συνενεχθεὶς ἐς μάχην ἐνενικήκει πάνυ λαμπρῶς, καὶ τῷδε μάλιστα ἐπαρθεὶς Ἀμισὸν πόλιν ἐν τῷ Πόντῳ ῥωμαΐζουσαν ἐξηνδραπόδιστο καὶ τοὺς παῖδας αὐτῶν τομίας ἐπεποίητο πάντας· προσιόντος δὲ τοῦ Καίσαρος ἐταράσσετο καὶ μετεγίγνωσκε καὶ ἀπὸ σταδίων διακοσίων γενομένῳ πρέσβεις ἔπεμπεν ὑπὲρ εἰρήνης, στέφανόν τε χρύσειον αὐτῷ φέροντας καὶ ἐς γάμον ὑπʼ ἀνοίας ἐγγυῶντας Καίσαρι τὴν Φαρνάκους θυγατέρα. ὁ δʼ αἰσθόμενος ὧν φέρουσι, προῆλθε μετὰ τοῦ στρατοῦ καὶ ἐς τὸ πρόσθεν ἐβάδιζε λεσχηνεύων τοῖς πρέσβεσι, μέχρι προσπελάσας τῷ χάρακι τοῦ Φαρνάκους καὶ τοσόνδε εἰπών· “οὐ γὰρ αὐτίκα δώσει δίκην ὁ πατροκτόνος;”1 ἐπὶ τὸν ἵππον ἀνεπήδησε καὶ εὐθὺς ἐκ πρώτης βοῆς τρέπεταί τε τὸν Φαρνάκην καὶ πολλοὺς ἔκτεινε, σὺν χιλίοις που μάλιστα ὢν ἱππεῦσιν τοῖς πρώτοις αὐτῷ συνδραμοῦσιν· ὅτε καί φασιν αὐτὸν εἰπεῖν· “ὦ μακάριε Πομπήιε, τοιούτοις ἄρα κατὰ Μιθριδάτην τὸν τοῦδε πατέρα πολεμῶν ἀνδράσι μέγας τε ἐνομίσθης καὶ μέγας ἐπεκλήθης.” ἐς δὲ Ῥώμην περὶ τῆσδε τῆς μάχης ἐπέστελλεν· “ἐγὼ δὲ ἦλθον, εἶδον, ἐνίκησα.”

カエサルはアレクサンドリアでこれほど多くのことを成し遂げたのち、シリアを経由してファルナケスのもとへと急いだ。ファルナケスはすでに多くの軍事行動に出ており、ローマ人のいくつかの拠点を奪い、カエサルの配下の将軍ドミティウスと交戦してきわめて目覚ましい勝利を収めていた。これに大いに気をよくして、彼はポントス地方で親ローマ的な態度を取っていたアミソスの町を奴隷化し、その地の男子をすべて去勢していた。しかし、カエサルが接近してくると狼狽して後悔し、カエサルが二百スタディオンの距離に達したとき、平和を求めて使節を派遣した。使節らはカエサルに黄金の冠をもたらし、愚かにもファルナケスの娘をカエサルに嫁がせると約束した。カエサルは使節らの持参したものを知ると、軍とともに進軍し、使節らと対話しながら前進を続けた。そしてファルナケスの陣営に近づくと、「親殺しが直ちに罰を受けないはずがあろうか」とだけ口にして馬に飛び乗り、最初の鬨の声とともにただちにファルナケスを敗走させ、多くの者を討ち取った。このときカエサルのもとに最初に駆けつけた騎兵はおよそ千騎ほどにすぎなかった。この時、カエサルはこう言ったと伝えられている。「ああ、幸福なるポンペイウスよ、そなたはこの男の父ミトリダテスとの戦いにおいて、このような者たちを相手に戦ったことで偉大と見なされ、偉大なる者と称されたのか」。そしてローマへはこの戦いについてこう書き送った。「来た、見た、勝った」。

§21392

μετὰ δὲ τοῦτο Φαρνάκης μὲν ἀγαπῶν ἐς τὴν ἀρχὴν Βοσπόρου, τὴν δεδομένην οἱ παρὰ Πομπηίου, συνέφυγεν· ὁ δὲ Καῖσαρ, οὐ σχολὴν ἄγων περὶ μικρὰ τρίβεσθαι τοσῶνδε πολέμων αὐτὸν περιμενόντων, ἐς τὴν Ἀσίαν μετῆλθε καὶ παροδεύων αὐτὴν ἐχρημάτιζε ταῖς πόλεσιν ἐνοχλουμέναις ὑπὸ τῶν μισθουμένων τοὺς φόρους, ὥς μοι κατὰ τὴν Ἀσιανὴν συγγραφὴν δεδήλωται. πυθόμενος δʼ ἐν Ῥώμῃ στάσιν εἶναι καὶ Ἀντώνιον τὸν ἵππαρχον αὑτοῦ τὴν ἀγορὰν στρατιᾷ φυλάσσειν, πάντα μεθεὶς ἐς Ῥώμην ἠπείγετο. ὡς δʼ ἦλθεν, ἡ μὲν στάσις ἡ πολιτικὴ κατεπαύετο, ἑτέρα δʼ ἐπʼ αὐτὸν ἀνίστατο τοῦ στρατοῦ, ὡς οὔτε τὰ ἐπηγγελμένα σφίσιν ἐπὶ τῷ κατὰ Φάρσαλον ἔργῳ λαβόντες οὔτε ἐννόμως ἔτι βραδύνοντες ἐν τῇ στρατείᾳ·2 ἀφεθῆναί τε πάντες ἐπὶ τὰ αὑτῶν ἠξίουν. ὁ δʼ ἐπηγγέλλετο μὲν αὐτοῖς ἀόριστά τινα ἐν Φαρσάλῳ, καὶ ἕτερα ἀόριστα, ὅταν ὁ ἐν Λιβύῃ πόλεμος ἐκτελεσθῇ· τότε δʼ ἔπεμπεν ἄλλας ὁρίζων ἑκάστῳ χιλίας δραχμάς. οἱ δὲ αὐτὸν οὐχ ὑπισχνεῖσθαι μᾶλλον ἢ αὐτίκα διδόναι πάντα ἐκέλευον· καὶ περὶ τῶνδε Σαλούστιον Κρίσπον πεμφθέντα πρὸς αὐτοὺς ὀλίγου καὶ διέφθειραν, εἰ μὴ διέφυγε.3 πυθόμενος δʼ ὁ Καῖσαρ τέλος μὲν ἄλλο στρατιωτῶν, οἳ τὴν πόλιν ἐξ Ἀντωνίου παρεφύλασσον, περιέστησε τῇ οἰκίᾳ καὶ ταῖς τῆς πόλεως ἐξόδοις, δείσας περὶ ἁρπαγῆς· αὐτὸς δέ, πάντων δεδιότων καὶ παραινούντων αὐτῷ τὴν ὁρμὴν τοῦ στρατοῦ φυλάξασθαι, μάλα θρασέως αὐτοῖς ἔτι στασιάζουσιν ἐς τὸ Ἄρειον πεδίον ἐπῆλθεν οὐ προμηνύσας καὶ ἐπὶ βήματος ὤφθη.

こののち、ファルナケスはポンペイウスから与えられていたボスポロスの領国へ、それで甘んじて逃げ込んだ。一方カエサルは、これほど多くの戦争が自分を待ち受けているのに些細なことに時間を費やす暇はないと考え、アジア州へと移り、各地を通過しながら、私の『アジア記』で明らかにされているように、徴税請負人たちに苦しめられていた諸都市のために公務を処理した。しかし、ローマで内紛が起きており、騎兵長官のアントニウスが軍勢をもってフォルムを警備していると知るや、すべてを放擲してローマへと急いだ。彼が到着すると、市民の政治的騒乱は収まったが、今度は軍隊による別の反乱が彼に対して持ち上がった。兵士たちはファルサロスでの軍功に対して約束された報償を受け取っておらず、もはや適法に兵役に留まっているのでもないと主張し、全員が郷里へと除隊されることを要求したのである。カエサルはファルサロスで彼らに一定の額を明示しない約束をしており、リビアでの戦争が終結したときにも同様に別の約束をしていた。そしてこの時には一人あたり千ドラクマを新たに定めると伝えた。しかし兵士たちは、約束などではなく直ちに全額を支払うよう命じた。そしてこの件で彼らのもとに派遣されたサッルスティウス・クリスプスは、逃走しなければ危うく殺されるところであった。これを知ったカエサルは、略奪を恐れて、アントニウスの指揮下で町を警備していた別の兵士部隊を自宅と町の出口の周囲に配置した。そして全員が恐れをなし、軍の激昂を警戒するよう忠告するのをよそに、カエサル自身はきわめて大胆にも、いまだ反乱を続けている兵士たちのもとへ事前通告なしにカンプス・マルティウスへと進み出て、演壇の上に姿を現した。

構文注3 件
  1. 21391οὐ γὰρ αὐτίκα δώσει δίκην ὁ πατροκτόνος;

    小辞 γάρ を伴う反語的修辞疑問文。「〜ではないのか、いや当然〜だ」という強い確信・断定を表す。ここでの ὁ πατροκτόνος(親殺し)は、父親ミトリダテス6世を裏切って自殺に追い込んだファルナケスを指す。

  2. 21392ὡς οὔτε τὰ ἐπηγγελμένα σφίσιν ἐπὶ τῷ κατὰ Φάρσαλον ἔργῳ λαβόντες οὔτε ἐννόμως ἔτι βραδύνοντες ἐν τῇ στρατείᾳ

    ὡς+主格分詞(λαβόντες, βραδύνοντες)の構造。先行する属格句 τοῦ στρατοῦ(軍隊の)を意味上の主語としつつ、兵士たち自身が主張・口実とした主観的理由を表すために主格分詞が用いられている構文的離脱(意味上の主格)である。

  3. 21392ὀλίγου καὶ διέφθειραν, εἰ μὴ διέφυγε

    ὀλίγου(ὀλίγου δεῖν の省略)と直説法過去(διέφθειραν)の組み合わせによる「もう少しで〜するところであった」という反実仮想的慣用表現。後続する条件節 εἰ μὴ διέφυγε(もし逃走しなかったならば)と呼応して、危うく殺害に至りかけた事態を示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:21391-21392