- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:21063-21065
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
カエサルは敗戦に悔悛する兵たちの熱意を受け止めつつも慎重にテッサリアへ転進してファルサロンへ向かい、一方のポンペイウスは追撃やイタリア帰還の好機を逃して決戦を望み、同地でカエサルに対陣する。
ὁ δὲ Πομπήιος τήν τε νίκην ὑπερεπαίρων ἐπέστελλε βασιλεῦσι καὶ πόλεσι πάσαις καὶ τὸν στρατὸν αὐτίκα τὸν Καίσαρος ἤλπιζε πρὸς ἑαυτὸν μεταβαλεῖσθαι, λιμῷ τε πεπιεσμένον καὶ ὑπὸ τῆς ἥττης καταπεπληγμένον, μάλιστα δὲ τοὺς ἡγεμόνας αὐτοῦ, τὸ σφέτερον ἁμάρτημα φοβουμένους. οἱ δέ, θεοῦ σφᾶς ἐπὶ μετάνοιαν ἄγοντος, τὸ ἁμάρτημα ᾐδοῦντο καὶ τοῦ Καίσαρος αὐτοῖς ἐπιμεμφομένου τε πράως καὶ συγγνώμην διδόντος ἔτι μᾶλλον ἠρεθίζοντο καθʼ ἑαυτῶν καὶ ἐκ παραδόξου μεταβολῆς ἐκέλευον τῷ πατρίῳ νόμῳ διακληρώσαντα αὑτοὺς τὸ δέκατον μέρος ἀναιρεῖν.1 οὐ πειθομένου δὲ τοῦ Καίσαρος μᾶλλον ᾐδοῦντο καὶ συνεγίνωσκον αὐτὸν οὐκ ἀξίως ὑπὸ σφῶν ἠδικῆσθαι καὶ τοὺς φέροντας τὰ σημεῖα κτείνειν ἐπεβόων, ὡς οὐκ ἂν αὐτοί ποτε φυγόντες, εἰ μὴ τὰ σημεῖα προαπεστράφη.2 ὡς δὲ ὁ Καῖσαρ οὐδὲ τοῦτʼ ἀνασχόμενος ὀλίγους μόλις ἐκόλασεν, αὐτίκα πᾶσιν αὐτοῦ πρὸς τὴν μετριοπάθειαν ὁρμὴ τοσήδε ἐνέπιπτεν, ὡς εὐθὺς αὐτὸν ἄγειν ἀξιοῦν ἐπὶ τοὺς πολεμίους· καὶ ἐνέκειντο σφόδρα προθύμως, παρακαλοῦντές τε καὶ ὑπισχνούμενοι διορθώσεσθαι τὸ ἁμάρτημα νίκῃ καλῇ· κατά τε σφᾶς ἐπιστρεφόμενοι πρὸς ἀλλήλους ἰλαδὸν κατὰ μέρη συνώμνυντο, ἐφορῶντος αὐτοῦ Καίσαρος, μὴ ἐπανήξειν ἐκ τῆς μάχης, εἰ μὴ κρατοῖεν.
一方ポンペイウスは、その勝利を過大に誇示してあらゆる諸王や諸都市へ書状を送り、飢餓に圧迫され敗北に打ちひしがれたカエサルの軍勢が、とりわけ自らの失策を恐れる指揮官たちをはじめとして、直ちに自陣へと寝返ってくることを期待した。しかしカエサルの兵たちは、神が彼らを悔悛へと導いたため、その過ちを深く恥じた。そしてカエサルが穏やかに彼らを咎め、赦しを与えたため、兵たちはいっそう自分自身への憤りを募らせ、思いがけない心境の変化から、祖法の定めにしたがって籤引きを行い、自らの十人に一人を処刑してほしいと要求した。カエサルがこれに同意しないと、兵たちはいっそう恥じ入り、自分たちが彼に対して甚だ不当な過ちを犯したことを自覚して、もし軍旗が先に後ろへ向きを変えなければ自分たちは決して逃走しなかったはずだとして、軍旗手を処刑するよう叫んだ。しかしカエサルはこれさえも容認せず、ごくわずかな者を処罰するにとどめたため、その寛大さに対してただちに全軍に激しい情熱が沸き起こり、すぐさま敵に向かって進軍することを要求するまでになった。彼らは熱心に迫り、懇願しつつ立派な勝利によって過ちを償うと約束し、兵士同士で隊伍ごとに集まっては、カエサル自らが見守る前で、勝たぬ限り戦場から生還しないと互いに誓い合った。
ὅθεν αὐτὸν οἱ μὲν φίλοι παρεκάλουν ἀποχρήσασθαι τοιᾷδε μετανοίᾳ καὶ προθυμίᾳ στρατοῦ· ὁ δʼ ἐς μὲν τὸ πλῆθος εἶπεν, ὅτι μετὰ βελτιόνων καιρῶν αὐτοὺς ἐπὶ τοὺς πολεμίους ἄξει, καὶ μεμνῆσθαι τῆσδε τῆς προθυμίας διεκελεύσατο, τοὺς δὲ φίλους ἀνεδίδασκεν, ὅτι χρὴ καὶ τῶνδε προεξελεῖν τὸν φόβον τῆς ἥττης πολὺν αὐτοῖς ἐγγενόμενον καὶ τῶν πολεμίων τὸ φρόνημα ἀκμάζον προκαθελεῖν. ὡμολόγει τε μεταγιγνώσκειν πρὸς Δυρραχίῳ στρατοπεδεύσας, ἔνθα ἔστιν ἡ παρασκευὴ πᾶσα Πομπηίῳ, δέον ἀποσπᾶν αὐτὸν ἑτέρωθι3 ἐς ὁμοίας ἀπορίας. καὶ τάδε εἰπὼν ἐς Ἀπολλωνίαν εὐθὺς μετῄει καὶ ἀπʼ αὐτῆς ἐς Θεσσαλίαν νυκτὸς ὑπεχώρει λανθάνων· Γόμφους τε πόλιν μικρὰν οὐ δεχομένην αὐτὸν ἐξεῖλεν ὑπὸ ὀργῆς καὶ ἐπέτρεψε τῷ στρατῷ διαρπάσαι. οἱ δʼ ὡς ἐκ λιμοῦ πάντων ἐνεπίμπλαντο ἀθρόως καὶ ἐμεθύσκοντο ἀπρεπῶς, καὶ μάλιστα αὐτῶν οἱ Γερμανοὶ γελοιότατοι κατὰ τὴν μέθην ἦσαν, ὥστε δοκεῖ καὶ τότε ἂν ὁ Πομπήιος ἐπελθὼν ἐργάσασθαί τι λαμπρόν, εἰ μὴ διώκειν ὅλως ὑπερεῖδεν ἐκ καταφρονήσεως, μέχρι Καῖσαρ ἑπτὰ συντόνως ἡμέραις ὁδεύσας ἐστρατοπέδευσε περὶ Φάρσαλον. λέγεται δʼ ἐν τοῖς Γόμφοις γενέσθαι παθήματα γενναῖα καὶ νεκροὺς τῶν ἐπιφανῶν γερόντων ἐν ἰατρείῳ φανῆναι, κυλίκων αὐτοῖς παρακειμένων ἀτρώτοις, εἴκοσι μὲν ὡς ἐκ μέθης κατακεκλιμένους ἐπὶ τὸ ἔδαφος, ἕνα δʼ ἐπὶ θρόνου παρακαθεζόμενον οἷα ἰατρόν, ὃς τὸ φάρμακον αὐτοῖς ἄρα παρέσχε.
このため側近たちはカエサルに、全軍のこのような悔悛と熱意を好機として利用するよう勧めた。しかしカエサルは兵士の群衆に対しては、より好ましい時機に敵に向かって進軍すると告げ、この熱意を忘れないよう激励する一方、友人たちには、兵たちの心に深く生じた敗北の恐怖をあらかじめ取り除き、敵の高揚した気勢をあらかじめ挫く必要があるのだと説いた。また、ポンペイウスのあらゆる物資が揃っているドゥッラキウムの近郊に陣を張ったのは誤りであり、彼を別の場所へと誘い出して同様の窮地に陥れるべきであったと認めた。 こう語ると、カエサルは直ちにアポッロニアへと移動し、そこから夜間に密かにテッサリアへと後退した。そして彼を迎え入れなかった小さな都市ゴムポイを怒りから攻略し、軍勢に掠奪を許した。兵たちは飢餓の反動からあらゆる食物を一気に詰め込み、見苦しいほど泥酔した。とりわけゲルマン人兵士たちは酔態が極めて滑稽であったため、もしポンペイウスが侮りから追撃をまったく怠っていなかったならば、この時も襲撃して目覚ましい戦果を上げられたと思われるほどであった。その間にカエサルは七日間強行軍を続けてファルサロンの近郊に宿営した。なおゴムポイでは高潔な悲劇が起きたと伝えられており、外傷のない高名な長老たちの遺体が診療所で見つかった。彼らの傍らには杯が置かれ、二十人は泥酔したかのように床に横たわり、一人は医者であるかのように傍らの椅子に腰掛けており、実はこの者が彼らに毒薬を提供したのであった。
Πομπήιος δʼ ἐπὶ τῇ Καίσαρος ἀναζεύξει βουλὴν προυτίθει. καὶ Ἀφρανίῳ μὲν ἐδόκει τὸ ναυτικόν, ᾧ δὴ καὶ πολὺ προῦχεν, ἐπιπέμπειν Καίσαρι καὶ ἐνοχλεῖν θαλασσοκρατοῦντας ἀλωμένῳ καὶ ἀποροῦντι, τὸ δὲ πεζὸν αὐτὸν Πομπήιον ἄγειν κατὰ σπουδὴν ἐς τὴν Ἰταλίαν εὔνουν τε πρὸς αὐτὸν οὖσαν καὶ πολεμίων ἔρημον, κρατυνάμενον δʼ αὐτήν τε καὶ Γαλατίαν καὶ Ἰβηρίαν ἐξ οἰκείας καὶ ἡγεμονίδος γῆς αὖθις ἐπιχειρεῖν Καίσαρι. ὁ δὲ καὶ ταῦτα ἄριστα ἄν οἱ γενόμενα παριδὼν4 ἐπείθετο τοῖς λέγουσιν αὐτίκα τὸν Καίσαρος στρατὸν μεταθήσεσθαι πρὸς αὐτὸν ὑπὸ τοῦ λιμοῦ, ἢ οὐ πολὺ σφίσιν ἔσεσθαι τὸ ἔτι λοιπὸν ἐπὶ τῇ κατὰ Δυρράχιον γενομένῃ νίκῃ· τὸ δʼ ἐναντίον αἴσχιστον εἶναι, καταλιπεῖν φεύγοντα Καίσαρα καὶ τοῖς ἡττηθεῖσιν ὁμοίως τὸν νικῶντα φεύγειν. ὁ μὲν δὴ τοῖσδε προσθέμενος αἰδοῖ μάλιστα τῶν ἑῴων ἐθνῶν ἐς αὐτὸν ἀφορώντων καὶ φειδοῖ Λευκίου Σκιπίωνος, μή τι περὶ Μακεδονίαν ὢν ἔτι πάθοι, μάλιστα δʼ ἐς ἀγῶνα χρήσασθαι θαρροῦντι τῷ στρατῷ διανοούμενος ἐπῆλθε καὶ ἀντεστρατοπέδευσε τῷ Καίσαρι περὶ Φάρσαλον, καὶ τριάκοντα σταδίους ἀλλήλων ἀπεῖχον.
一方ポンペイウスは、カエサルの撤退を受けて軍議を開いた。アフラニウスは、大いに勝っている海軍をカエサルのもとへ差し向け、放浪し窮乏する彼を、制海権を握りつつ苦しめる一方、陸軍はポンペイウス自らが速やかにイタリアへと導くべきだと主張した。イタリアは彼に好意的で敵もおらず、そこを押さえたうえでガリアとヒスパニアをも固め、本国たる支配の地から再びカエサルに立ち向かうべきだというのである。しかしポンペイウスは、自分にとって最善であったはずのこの策を退け、飢餓によってカエサルの軍勢が直ちに寝返るであろうという者たちや、ドゥッラキウムでの勝利ののちは残された課題などほとんどないとする者たちの意見に従った。また逃走するカエサルを見過ごし、敗者のように勝者が逃げ出すという反対のことは、この上なく恥ずべきことであるとも論じられた。ポンペイウスは、自分に期待を寄せる東方の諸民族に対する体面と、マケドニアにまだ留まっているルキウス・スキピオが何らかの被害を受けはしないかという配慮から、そして何よりも自信に満ちた軍勢を決戦に投入したいと考えてこれらの意見に同調し、進軍してファルサロン近郊でカエサルに対陣した。両軍の距離は三十スタディオンであった。
- 21063διακληρώσαντα αὑτοὺς τὸ δέκατον μέρος ἀναιρεῖν
動詞 ἐκέλευον の目的語および不定詞 ἀναιρεῖν の意味上の主語として対格分詞 διακληρώσαντα(単数・男性・対格、カエサルを指す)が置かれ、αὑτοὺς は不定詞・分詞の目的語(「自分たちの中から籤引きをして十人に一人を処刑する」)として機能している。ローマ軍の刑罰である「十分の一刑(decimatio)」を指す。
- 21063ὡς οὐκ ἂν αὐτοί ποτε φυγόντες, εἰ μὴ τὰ σημεῖα προαπεστράφη
間接話法における分詞+ἄν(φυγόντες ἄν)が事実に反する仮定の帰結節(直説法過去+ἄν)を表し、条件節(εἰ μὴ... προαπεστράφη)と呼応している。「もし軍旗が先に後ろへ向きを変えなければ、自分たちは決して逃走しなかったであろう」という兵士たちの弁明を示す構文。
- 21064δέον ἀποσπᾶν αὐτὸν ἑτέρωθι
非人称動詞 δεῖ の分詞中性対格による対格独立構文(accusativus absolutus)。「〜すべきであったのに(実際にはしなかった)」という過去の義務・当為の反実仮想的ニュアンスを帯びており、直前の後悔している(μεταγιγνώσκειν)過去の失策と対比されている。
- 21065ὁ δὲ καὶ ταῦτα ἄριστα ἄν οἱ γενόμενα παριδών
ἄν を伴う分詞 γενόμενα は反実仮想の帰結(ἄριστα ἂν ἐγένετο「彼にとって最善であったはずの」)を表す。παριδών は譲歩的意味の付帯状況分詞(「〜を無視して/退けて」)として機能し、主動詞 ἐπείθετο に係る。
