← アッピアノス

ポエニ戦記

§965-966

講和条約の締結とスキピオの凱旋式

元老院の多数決によりスキピオの講和案が採択され、第三の条約が締結される。全軍とともに帰還したスキピオはローマで盛大な凱旋式を挙行し、著者はローマの凱旋式の儀礼次第を詳述する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§965

τοιαῦτα μὲν καὶ ὁ Πόπλιος εἶπεν· ἡ δὲ βουλὴ κατʼ ἄνδρα παρʼ ἑκάστου ψῆφον ᾔτει, καὶ ἐς τὴν Σκιπίωνος γνώμην αἱ πλείους συνέδραμον. ἐγίγνοντο οὖν αἱ συνθῆκαι, τρίται αἵδε, Ῥωμαίοις καὶ Καρχηδονίοις πρὸς ἀλλήλους. καὶ ὁ Σκιπίων ἐς αὐτὰς ἐδόκει μάλιστα τοὺς Ῥωμαίους ἐναγαγέσθαι, εἴτε τῶν εἰρημένων οὕνεκα λογισμῶν, εἴτε ὡς ἀρκοῦν Ῥωμαίοις ἐς εὐτυχίαν τὸ μόνην ἀφελέσθαι Καρχηδονίους τὴν ἡγεμονίαν·1 εἰσὶ γὰρ οἳ καὶ τόδε νομίζουσιν, αὐτὸν ἐς Ῥωμαίων σωφρονισμὸν ἐθελῆσαι γείτονα καὶ ἀντίπαλον αὐτοῖς φόβον ἐς ἀεὶ καταλιπεῖν, ἵνα μή ποτε ἐξυβρίσειαν ἐν μεγέθει τύχης καὶ ἀμεριμνίᾳ. καὶ τόδε οὕτω φρονῆσαι τὸν Σκιπίωνα οὐ πολὺ ὕστερον ἐξεῖπε τοῖς Ῥωμαίοις Κάτων, ἐπιπλήττων παρωξυμμένοις κατὰ Ῥόδου.2 ὁ δὲ Σκιπίων ταῦτα συνθέμενος ἐκ Λιβύης ἐς τὴν Ἰταλίαν παντὶ τῷ στρατῷ διέπλει, καὶ ἐς τὴν Ῥώμην ἐσήλαυνε θριαμβεύων, ἐπιφανέστατα δὴ τῶν πρὸ αὐτοῦ.

プブリウスもまたこのように語った。しかし元老院は一人ひとりに点呼投票を求め、票の大半はスキピオの提案に集まった。こうして協定が成立したが、これはローマ人とカルタゴ人との間で結ばれた三度目のものであった。そしてスキピオがローマ人をこの講和へと強く導いたと見なされたが、それは上述の配慮によるものか、あるいはローマ人にとってはカルタゴ人から覇権だけを奪い取ることで幸福のためには十分であると考えたためであった。というのも、彼自身がローマ人を自制させるために、彼らにとって隣り合う敵対的な恐怖を永久に残し、幸運の絶頂と油断のなかでいつか傲慢に陥ることのないように望んだのだ、と考える者たちもいるからである。そしてスキピオがこのように考えたということは、それほど後ではない時期に、ロドスに対して激昂していた人々を叱責した際にカトーがローマ人たちに明かしたことであった。スキピオはこれらの協定を結び、全軍を率いてリビュアからイタリアへと渡海し、以前の誰よりも格段に輝かしく凱旋してローマへと入城した。

§966

καὶ ὁ τρόπος, ᾧ καὶ νῦν ἔτι χρώμενοι διατελοῦσιν, ἐστὶ τοιόσδε. ἐστεφάνωνται μὲν ἅπαντες, ἡγοῦνται δὲ σαλπικταί τε καὶ λαφύρων ἅμαξαι, πύργοι τε παραφέρονται μιμήματα τῶν εἰλημμένων πόλεων, καὶ γραφαὶ καὶ σχήματα τῶν γεγονότων, εἶτα χρυσὸς καὶ ἄργυρος ἀσήμαντός τε καὶ σεσημασμένος καὶ εἴ τι τοιουτότροπον ἄλλο, καὶ στέφανοι ὅσοις τὸν στρατηγὸν ἀρετῆς ἕνεκα ἀναδοῦσιν ἢ πόλεις ἢ σύμμαχοι ἢ τὰ ὑπʼ αὐτῷ στρατόπεδα. βόες δʼ ἐπὶ τοῖσδε λευκοί, καὶ ἐλέφαντες ἦσαν ἐπὶ τοῖς βουσί, καὶ Καρχηδονίων αὐτῶν καὶ Νομάδων ὅσοι τῶν ἡγεμόνων ἐλήφθησαν. αὐτοῦ δʼ ἡγοῦνται τοῦ στρατηγοῦ ῥαβδοῦχοι φοινικοῦς χιτῶνας ἐνδεδυκότες, καὶ χορὸς κιθαριστῶν τε καὶ τιτυριστῶν, ἐς μίμημα Τυρρηνικῆς πομπῆς, περιεζωσμένοι τε καὶ στεφάνην χρυσῆν ἐπικείμενοι· ἴσα τε βαίνουσιν ἐν τάξει μετὰ ᾠδῆς καὶ μετʼ ὀρχήσεως. Λυδοὺς αὐτοὺς καλοῦσιν, ὅτι (οἶμαι) Τυρρηνοὶ Λυδῶν ἄποικοι. τούτων δέ τις ἐν μέσῳ, πορφύραν ποδήρη περικείμενος καὶ ψέλια καὶ στρεπτὰ ἀπὸ χρυσοῦ, σχηματίζεται ποικίλως ἐς γέλωτα ὡς ἐπορχούμενος τοῖς πολεμίοις. ἐπὶ δʼ αὐτῷ θυμιατηρίων πλῆθος, καὶ ὁ στρατηγὸς ἐπὶ τοῖς θυμιάμασιν, ἐφʼ ἅρματος καταγεγραμμένου ποικίλως, ἔστεπται μὲν ἀπὸ χρυσοῦ καὶ λίθων πολυτίμων, ἔσταλται δʼ ἐς τὸν πάτριον τρόπον πορφύραν, ἀστέρων χρυσῶν ἐνυφασμένων, καὶ σκῆπτρον ἐξ ἐλέφαντος φέρει, καὶ δάφνην, ἣν ἀεὶ Ῥωμαῖοι νομίζουσι νίκης σύμβολον. ἐπιβαίνουσι δʼ αὐτῷ ἐπὶ τὸ ἅρμα παῖδές τε καὶ παρθένοι, καὶ ἐπὶ τῶν παρηόρων ἑκατέρωθεν ᾔθεοι συγγενεῖς. καὶ παρέπονται ὅσοι παρὰ τὸν πόλεμον ἦσαν αὐτῷ γραμματεῖς τε καὶ ὑπηρέται καὶ ὑπασπισταί. καὶ μετʼ ἐκείνους ἡ στρατιὰ κατά τε ἴλας καὶ τάξεις, ἐστεφανωμένη πᾶσα καὶ δαφνηφοροῦσα· οἱ δὲ ἀριστεῖς καὶ τὰ ἀριστεῖα ἐπίκεινται. καὶ τῶν ἀρχόντων οὓς μὲν ἐπαινοῦσιν, οὓς δὲ σκώπτουσιν, οὓς δὲ ψέγουσιν· ἀφελὴς γὰρ ὁ θρίαμβος, καὶ ἐν ἐξουσίᾳ λέγειν ὅ τι θέλοιεν.3 ἀφικόμενος δὲ ἐς τὸ Καπιτώλιον ὁ Σκιπίων τὴν μὲν πομπὴν κατέπαυσεν, εἱστία δὲ τοὺς φίλους, ὥσπερ ἔθος ἐστίν, ἐς τὸ ἱερόν.

そして、彼らが今なお用い続けているその儀礼のやり方は次のようなものである。全員が冠を戴き、喇叭手と戦利品を積んだ荷車が先導し、占領された都市の模型である櫓や、起きた出来事の絵画や図解が運ばれ、次いで鋳造されていない金銀や打刻された金銀、その他その類いの品々、さらに諸都市や同盟国、あるいは配下の軍団が勇気への称えとして将軍に贈った数々の冠が運ばれる。これらに続いて白い牛たちが並び、牛たちの後には象が、そしてカルタゴ人自身やヌミディア人の捕虜となった指導者たちがいた。将軍自身の前には深紅のチュニックを着た警護兵たち、そしてエトルリア風の行列を模して、帯を締め黄金の冠を頭に載せたキタラ奏者とティテュロス奏者の合唱団が進む。彼らは歌と踊りを伴い、隊列を整えて等しい歩調で行進する。彼らをリュディア人と呼ぶが、それは(思うに)エトルリア人がリュディア人の植民者だからである。彼らの中の一人は中央で足元まで届く紫衣をまとい、黄金の腕輪と首飾りを身に着け、敵を嘲笑うかのように滑稽な身振りをして笑いを誘う。彼の後には多数の香炉が続き、その薫香の後に将軍が様々な意匠で飾られた馬車に乗って進む。彼は黄金と高価な宝石の冠を戴き、伝統的な慣習に従って黄金の星が織り込まれた紫衣を身にまとい、象牙の笏と、ローマ人が常に勝利の象徴と見なしている月桂樹の枝を手に持っている。彼とともにその馬車には少年少女たちが乗り、両脇の副馬には親族の若者たちが乗る。そして戦争の間、彼に仕えていた書記、従者、盾持ちたちが随行する。彼らの後には軍隊が騎兵隊ごと・歩兵隊ごとに続き、皆が冠を戴き月桂樹を携えている。武勲を立てた者たちは武勲の褒賞を身に着けている。そして指揮官たちのうち、ある者を称賛し、ある者をからかい、ある者を非難する。凱旋式は無礼講であり、彼らが望むことを何でも口にする自由があったからである。カピトリウムに到着すると、スキピオは行列を終え、慣習に従って神殿で友人たちをもてなした。

構文注3 件
  1. 965ὡς ἀρκοῦν Ῥωμαίοις ἐς εὐτυχίαν τὸ μόνην ἀφελέσθαι Καρχηδονίους τὴν ἡγεμονίαν

    ἀρκοῦν は接続詞 ὡς に導かれた非人称動詞的用法(対格絶対)であり、「〜と見なして」の意を表す。後続の定冠詞付き不定詞句 τὸ ... ἀφελέσθαι が ἀρκοῦν の主語として機能している。動詞 ἀφαιρέω は二重対格(Καρχηδονίους と τὴν ἡγεμονίαν)を支配し、「カルタゴ人から覇権を奪い取る」の意をなす。

  2. 965ἐπιπλήττων παρωξυμμένοις κατὰ Ῥόδου

    ἐπιπλήττω は与格支配の動詞であり、完了分詞中受動相 παρωξυμμένοις(激昂した人々=ローマ人たち)を目的語にとる。カトーの対ロドス弁論の史実を念頭に置いた句であり、「ロドスに対して憤慨していた者たちを叱責した際に」と解釈される。

  3. 966ἀφελὴς γὰρ ὁ θρίαμβος, καὶ ἐν ἐξουσίᾳ λέγειν ὅ τι θέλοιεν

    前半の ἀφελὴς γὰρ ὁ θρίαμβος はコピュラ ἦν(または ἐστίν)の省略された名詞述語文であり、「凱旋式は飾り気のない(率直な・無礼講の)ものであったからである」を意味する。後半の καὶ ἐν ἐξουσίᾳ [ἦν] は非人称構文で、不定詞 λέγειν(口にすること)が主語相当となり、関係節内の希求法 θέλοιεν は過去における反復・一般化の希求法である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:965-966