← アッピアノス

ポエニ戦記

§957#1

元老院におけるカルタゴ処遇の議論と講和勧告

大勝を喜ぶローマの元老院でカルタゴ処遇をめぐり意見が分かれる中、スキピオの友人が演説し、神への信義や過酷な報復を避けるべきこと、また過去の寛容な同盟政策の前例を挙げて和平を勧告する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§957#1

οἱ δὲ πάνυ μὲν ἥδοντο κεκρατηκότες πόλεως τοσαύτης, ἣ πολλὰ καὶ δεινὰ πρότερον αὐτοὺς ἐδεδράκει, καὶ τῶν ἐπὶ τῆς γῆς δευτέραν ἢ τρίτην εἶχεν ἡγεμονίαν· οἱ σύμβουλοι δʼ ἐστασίαζον, οἱ μὲν ἔτι σὺν ὀργῇ χαλεπαίνοντες τοῖς Καρχηδονίοις, οἱ δὲ ἐλεοῦντες αὐτοὺς ἤδη, καὶ ἀξιοῦντες ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὸ σφέτερον εὐπρεπῶς διατίθεσθαι. ὑπαναστὰς δέ τις τῶν Σκιπίωνος φίλων εἶπεν· οὐ περὶ τῆς Καρχηδονίων σωτηρίας ἐστὶν ἡμῖν ἡ φροντίς, ὦ ἄνδρες, ἀλλὰ περὶ τῆς Ῥωμαίων ἔς τε θεοὺς πίστεως καὶ πρὸς ἀνδρῶν εὐφημίας, μὴ Καρχηδονίων αὐτῶν ὠμότερα πράξωμεν,1 οἳ Καρχηδονίοις ὠμότητα ἐπικαλοῦμεν, καὶ μετριοπαθείας ἀεὶ φροντίσαντες ἐπὶ τῶν βραχυτέρων, ἀμελήσωμεν ἐν τοῖς μείζοσιν· ἃ μηδὲ λαθεῖν ἔνεστι διὰ τὸ μέγεθος, ἀλλʼ ἐς ἅπασαν γῆν περιελεύσεται καὶ νῦν καὶ ὕστερον, ἢν πόλιν περιώνυμον καὶ θαλασσοκράτορα ἀνέλωμεν, ἣ καὶ νήσων ἦρξε πολλῶν καὶ θαλάσσης ὅλης καὶ Λιβύης ὑπὲρ ἥμισυ, ἔν τε τοῖς πρὸς ἡμᾶς αὐτοὺς ἀγῶσι πολλὰ καὶ τύχης καὶ δυνάμεως ἔργα ἐπεδείξατο, οἷς ἔτι μὲν φιλονεικοῦσιν ἐρίζειν ἔδει, πεσόντων δὲ φείδεσθαι,2 καθὰ καὶ τῶν ἀθλητῶν οὐδεὶς τὸν πεσόντα ἔτι τύπτει, καὶ τῶν θηρίων τὰ πολλὰ φείδεται τῶν καταπεσόντων. καλὸν δʼ ἐν τοῖς εὐτυχήμασι νέμεσιν θεῶν φυλάσσεσθαι καὶ ἀνθρώπων φθόνον. εἰ δέ τις, ὅσα ἔδρασαν ἡμᾶς, ἀκριβῶς ἐκλογίζεται, αὐτὸ μάλιστά ἐστι τοῦτο τῆς τύχης τὸ φοβερώτατον, εἰ περὶ μόνης ἄρτι σωτηρίας παρακαλοῦσιν οἱ πόσα καὶ πηλίκα δεδυνημένοι δρᾶσαι καὶ οὐ πρὸ πολλοῦ περί τε Σικελίας καὶ Ἰβηρίας καλῶς ἀγωνισάμενοι. ἀλλʼ ἐκείνων μὲν δίκας ἔδοσαν, τῶν δὲ τελευταίων παραβάσεων λιμὸν αἰτιῶνται, κακὸν ἀνθρώποις ἐπιπονώτατον, ὃ πάντας ἐξαιρεῖν δύναται λογισμούς. ἐγὼ δʼ οὐκ ἐρῶ μὲν οὐδὲν ὑπὲρ Καρχηδονίων (οὐ γὰρ ἄξιον), οὐδʼ ἀγνοῶ καὶ πρότερον αὐτοὺς ἄλλας συνθήκας πρὸ τῶνδε παραβῆναι· ἃ δʼ ἐπὶ τοῖς τοιούτοις ποιοῦντες οἱ πατέρες ἡμῶν ἐς τόδε τύχης προῆλθον, εἰδότας ὑμᾶς ἀναμνήσω. τῶν γὰρ γειτόνων ἡμῖν τῶνδε πάντων ἐν κύκλῳ πολλάκις ἀποστάντων καὶ σπονδὰς συνεχῶς λυσάντων οὐ κατεφρόνησαν,3 οὐ Λατίνων, οὐ Τυρρηνῶν, οὐ Σαβίνων. τούς τε αὖ μετʼ ἐκείνους περιοικοῦντας ἡμῖν Αἰκανοὺς καὶ Οὐολούσκους καὶ Καμπανούς, καὶ ὅσα ἄλλα τῆς Ἰταλίας ἐς σπονδὰς ὕβρισεν, εὐσταθῶς ἔφερον. καὶ τὸ Σαυνιτῶν γένος τρὶς μὲν φιλίας καὶ συνθηκῶν καταφρονῆσαν, ἔτεσι δʼ ὀγδοήκοντα μεγίστους ἡμῖν πολέμους πεπολεμηκὸς οὐκ ἀνέστησαν, οὐδὲ τοὺς ἄλλους ὅσοι Πύρρον προσηγάγοντο κατὰ τῆς Ἰταλίας. οὐδʼ ἡμεῖς, τὰ ἔναγχος ταῦτα, τοὺς Ἰταλῶν Ἀννίβᾳ προσθεμένους διεφθείραμεν, οὐδὲ Βρεττίους, οἳ μέχρι τέλους αὐτῷ συνηγωνίσαντο, ἀλλὰ γῇ μόνῃ ζημιώσαντες εἰάσαμεν ἔχειν τὰ ὑπόλοιπα, ὡς εὐσεβὲς ὁμοῦ καὶ ἐς εὐτυχίαν ἡμῖν χρήσιμον,4 μὴ ἀφανίζειν ἀνθρώπων γένη μᾶλλον ἢ νουθετεῖν.

一方、ローマ人たちは、かつて自分たちに多くの恐るべき仕打ちを加え、地上の国家の中で第二か第三の覇権を誇っていたこれほどの大都市を打ち破ったことに大いに歓喜していた。しかし顧問官たちの意見は分かれており、ある者たちはカルタゴ人に対していまだ怒りを抱いて憤慨していたが、別の者たちはすでに彼らを憐れみ、他国の不幸に際して自国のあり方を品位あるものに整えるべきだと主張していた。そのとき、スキピオの友人たちの一人が立ち上がって言った。 「諸君、我々が配慮すべきはカルタゴ人の救済についてではなく、神々に対するローマ人の信義と、人々に対する高潔な評判についてであり、カルタゴ人に残酷さを非難していながら我々自身が彼ら以上に残酷な行いをしないか、また、より些細な事柄においては常に節度を重んじてきたのに、より重大な事柄においてそれを怠ってしまわないかということです。それらはその大きさゆえに隠し通すこともできず、もし我々が、かつて多くの島々や全海洋、さらにはリビュアの半分以上を支配し、我々自身との戦いにおいても幸運と武力の数々の偉業を示した名高い海洋国家を滅ぼしてしまうならば、現在も将来も全土に伝わることになるでしょう。彼らがまだ敵対していたときには戦うべきでしたが、倒れたからには容赦すべきなのです。競技者の誰も倒れた者をそれ以上打つことはなく、野獣の多くも倒れた者には危害を加えないのと同様です。そして幸運の絶頂にあるときに、神々の憤罰と人間の嫉妬を警戒することは立派なことです。もし誰かが彼らが我々に行った仕打ちの数々を厳密に勘案するとしても、まさにこれこそが運命の最も恐るべき逆転なのであり、かつてどれほど多くの強大なことを成し遂げることができ、少し前まではシケリアとイベリアをめぐって立派に戦っていた者たちが、今やただ自らの救済のみを乞い求めているのです。彼らはかつての行いに対しては罰を受けましたし、直近の条約違反については飢餓をその理由に挙げています。飢餓は人間にとって最も過酷な災いであり、あらゆる分別を奪い去りうるものなのです。 私はカルタゴ人を弁護するために何かを述べるつもりはありませんし(それは相応しくないからです)、彼らがこれ以前にも他の条約を破ってきたことを知らぬわけでもありません。しかし、同様の事態に際して我々の父祖たちがどのような行いをして今日の幸運へと至ったのか、すでにご存じの諸君に想起させたいと思います。我々の周囲を取り巻くこれらの隣人たちがみな幾度も反乱を起こし、絶えず休戦協定を破ったときにも、父祖たちは彼らを軽んじて根絶することはしませんでした。ラティウム人に対しても、エトルリア人に対しても、サビニ人に対してもです。また、彼らの後に我々の近隣に住んでいたアイクィ人、ウォルスキ人、カンパニア人、その他イタリアの中で休戦協定を侮辱したすべての者たちをも、父祖たちは寛大に耐え忍びました。そしてサムニウムの部族が三度にわたって友好と条約を破棄し、八十年にわたって我々と最大の戦争を戦ったときも、彼らを故郷から根絶やしにはしませんでしたし、イタリアに対してピュロスを引き入れた他のすべての者たちをも同様でした。さらに我々自身も、ごく最近の出来事として、ハンニバルに味方したイタリア人たちを滅ぼし尽くすことはしませんでしたし、最後まで彼とともに戦ったブルッティウム人をも滅ぼさず、土地のみを没収して残りは保有させました。諸民族を根絶することよりも戒めることこそが、敬虔であると同時に我々の幸運にとっても有益であると考えたからです」

構文注4 件
  1. 957μὴ Καρχηδονίων αὐτῶν ὠμότερα πράξωμεν

    名詞 ἡ φροντίς(配慮、懸念)に続く μὴ 節で、「〜しないかという懸念(恐れ)」または否定の目的を表す接続法アオリスト。ここでは先行する否定辞 οὐ と対比され、「カルタゴ人を救うことが我々の配慮なのではなく、ローマ人の信義と評判のためであり、[我々が]彼ら以上に過酷な行動を取らないように(あるいは、取ってしまわないかという懸念)である」という統語関係を形成している。

  2. 957οἷς ἔτι μὲν φιλονεικοῦσιν ἐρίζειν ἔδει, πεσόντων δὲ φείδεσθαι

    関係代名詞 οἷς は与格で、非人称動詞 ἔδει に続く不定詞 ἐρίζειν の目的語(「彼らと争う」)。分詞 ἔτι μὲν φιλονεικοῦσιν はその与格に一致している。後半の πεσόντων は属格支配の動詞 φείδεσθαι(容赦する、手加減する)の目的語として機能する名詞化分詞(「倒れた者たちを」)。前半と後半で格の要求が異なる動詞を対比させた統語的転換(chiasmus/variatio)が見られる。

  3. 957οὐ κατεφρόνησαν

    動詞 καταφρονέω は通常「見下す、軽蔑する」を意味するが、ここでは属格(τῶν γειτόνων)を伴い、敵の背信行為に対して「高慢に見下して完膚なきまでに滅ぼす(過酷に処置する)」あるいは「見限って根絶する」という含意で用いられている。直後の各民族に対する列挙(οὐ Λατίνων...)および後文の οὐκ ἀνέστησαν(根絶やしにしなかった)と意味的に平仄が合わされている。

  4. 957ὡς εὐσεβὲς ὁμοῦ καὶ ἐς εὐτυχίαν ἡμῖν χρήσιμον

    接続詞 ὡς に導かれる中性の形容詞句で、コピュラ(ὄν あるいは ἐστί)が省略された絶対構文(あるいは判断の根拠・主観的理由を示す分詞構文的表現)。「〜であることが敬虔であり、かつ我々の幸運にとっても有益であると考え/判断して」という意味を表し、主節の動詞 εἰάσαμεν(許した)の動機を説明している。後ろの不定詞句 μὴ ἀφανίζειν... はその内容を説明する主語的役割を果たす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:957#1