- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:313-314
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
シケリアから出航したスキピオがアフリカに上陸すると、マッサナッセスはカルタゴ側を欺いてスキピオと連携し、伏兵の罠によってハンノ率いるカルタゴ騎兵隊を壊滅させ、ハンノを捕縛して自らの母と交換した。
καὶ Μασσανάσσης μὲν Καρχηδονίοις οὕτως ἐπολέμει, ὁ δὲ Σκιπίων, ἐπεί οἱ πάντα εὐτρεπῆ ἐγεγένητο ἐν Σικελίᾳ, ἔθυε Διὶ καὶ Ποσειδῶνι, καὶ ἐς Λιβύην ἀνήγετο ἐπὶ νεῶν μακρῶν μὲν δύο καὶ πεντήκοντα φορτίδων δὲ τετρακοσίων· κέλητές τε καὶ λέμβοι πολλοὶ συνείποντο αὐτῷ. καὶ στρατιὰν ἦγε πεζοὺς μὲν ἑξακισχιλίους ἐπὶ μυρίοις, ἱππέας δὲ χιλίους καὶ ἑξακοσίους. ἐπήγετο δὲ καὶ βέλη καὶ ὅπλα καὶ μηχανήματα ποικίλα καὶ ἀγορὰν πολλήν. καὶ Σκιπίων μὲν ὧδε διέπλει, Καρχηδόνιοι δὲ καὶ Σύφαξ πυνθανόμενοι ἔγνωσαν ἐν τῷ παρόντι ὑποκρίνασθαί τε Μασσανάσσην1 καὶ ἐς φιλίαν ὑπαγαγέσθαι, μέχρι ὅτου Σκιπίωνος ἐπικρατήσαιεν. ὁ δʼ οὐκ ἠγνόει μὲν ἐξαπατώμενος, ἀντενεδρεύων δέ, καὶ μηνύων πάντα τῷ Σκιπίωνι, ἧκε πρὸς τὸν Ἀσδρούβαν ὡς συνηλλαγμένος μετὰ τῶν ἰδίων ἱππέων. καὶ ἐστρατοπέδευον οὐ μακρὰν ἀπʼ ἀλλήλων Ἀσδρούβας τε καὶ Σύφαξ καὶ Μασσανάσσης περὶ Ἰτύκην πόλιν, ἐς ἣν ὁ Σκιπίων καταχθεὶς ὑπʼ ἀνέμων καὶ αὐτὸς ἐστρατοπέδευσε περὶ αὐτήν. οὐ πολὺ δʼ ἀπεῖχεν ὁ Ἀσδρούβας αὐτοῦ, στρατιὰν ἔχων ἐς δισμυρίους πεζοὺς καὶ ἱππέας ἑπτακισχιλίους καὶ ἐλέφαντας ἑκατὸν ἐπὶ τεσσαράκοντα.
このようにしてマッサナッセスはカルタゴ人と戦っていたが、スキピオはシケリアにおいて万事の手筈が整うと、ゼウスとポセイドンに犠牲を捧げ、軍船五十二隻と輸送船四百隻でリビュアへと出帆した。多数の軽快船や小舟も彼に随行した。そして歩兵一万六千、騎兵千六百の軍勢を率いていた。さらに矢弾や武具、各種の攻城兵器、そして多量の糧食を携えていた。スキピオはこのようにして海を渡ったが、カルタゴ人とシュファクスはこれを聞き知り、当面はマッサナッセスに偽りの態度を取り、スキピオを打ち倒す時まで彼を懐柔して友好関係に引き入れることに決した。しかし彼は自らが欺かれていることを知らぬわけではなく、逆に罠を仕掛け返し、すべてをスキピオに通報しつつ、和解したふりをして自らの騎兵を率いてハスドルバルのもとへ赴いた。そしてハスドルバルとシュファクスとマッサナッセスは、ウティカ市の近くで互いに遠くない場所に宿営したが、風に吹き流されてこの町へと到着したスキピオ自身もまた、その周辺に陣を敷いた。ハスドルバルは歩兵約二万、騎兵七千、戦象百四十頭の軍勢を擁し、彼から遠くないところに位置していた。
Σύφαξ μὲν οὖν, εἴτε δείσας εἴτε ἄπιστος ἐς ἑκατέρους γιγνόμενος παρὰ μέρος, ἐσκήψατό τι λυπεῖν τὴν ἀρχὴν αὐτοῦ τοὺς ὁμόρους βαρβάρους, καὶ ἀνεζεύγνυεν ἐς τὰ οἰκεῖα· Σκιπίων δὲ κατʼ ὀλίγους ἔπεμπεν ἐπιχειρεῖν τῷ Ἀσδρούβᾳ, καί τινες αὐτῷ καὶ τῶν πόλεων προσεχώρουν. νυκτὸς δὲ λαθὼν ὁ Μασσανάσσης ἧκεν ἐπὶ τὸ στρατόπεδον τοῦ Σκιπίωνος, καὶ δεξιωσάμενος αὐτὸν ἐδίδασκε τῆς ἐπιούσης ἔς τι χωρίον ἀπὸ τριάκοντα σταδίων Ἰτύκης, ἔνθα πύργος ἔστιν Ἀγαθοκλέους ἔργον τοῦ Συρακοσίων τυράννου, μὴ πλείους πεντακισχιλίων ἐνεδρεῦσαι.2 ἅμα δʼ ἡμέρᾳ τὸν Ἀσδρούβαν ἔπειθε τὸν ἵππαρχον Ἄννωνα πέμψαι τό τε πλῆθος τῶν ἐχθρῶν ἐπισκεψόμενον καὶ ἐς Ἰτύκην ἐσδραμούμενον, μή τι πλησιαζόντων πολεμίων νεωτερίσειαν· καὶ αὐτὸς ὑπισχνεῖτο, εἰ κελεύοιτο, ἕψεσθαι. Ἄννων μὲν δὴ χιλίους ἦγεν ἐπιλέκτους ἱππέας Καρχηδονίους καὶ Λιβύων τι πλῆθος, Μασσανάσσης δὲ Νομάδας τοὺς ἑαυτοῦ· ὡς δʼ ἐπὶ τὸν πύργον ἀφίκοντο καὶ ὁ Ἄννων ἐξίππευσεν ἐς τὴν Ἰτύκην σὺν ὀλίγοις, μέρος τι τῆς ἐνέδρας ἐξεφαίνετο, καὶ ὁ Μασσανάσσης ἐκέλευσε τὸν τεταγμένον ἐπὶ τοῖς ἱππεῦσι τῶν Καρχηδονίων ἐπιδραμεῖν αὐτοῖς ὡς οὖσιν ὀλίγοις. καὶ αὐτὸς ἐκ βραχέος εἵπετο ὡς ἐπιβοηθήσων. ἐν μέσῳ δὲ τῶν Λιβύων γενομένων, ἥ τε πλείων ἐνέδρα κατεφαίνετο, καὶ συνηκόντισαν αὐτοὺς ἑκατέρωθεν οἵ τε Ῥωμαῖοι καὶ ὁ Μασσανάσσης, πλὴν τετρακοσίων, οἳ ἐλήφθησαν αἰχμάλωτοι. Μασσανάσσης δʼ, ἐπεὶ τοῦτο ἐξετετέλεστο, ἀπήντα τῷ Ἄννωνι κατὰ σπουδὴν ὡς φίλος ἐπανιόντι, καὶ συλλαβὼν αὐτὸν ἀπῆγεν ἐς τὸ τοῦ Σκιπίωνος στρατόπεδον, καὶ ἀντέδωκεν Ἀσδρούβᾳ τῆς μητρὸς τῆς ἑαυτοῦ.3
そこでシュファクスは、恐れをなしたのか、あるいは双方に対して交互に不実であったためか、隣接するバルバロイが自らの領地を荒らしていると口実を設け、自領へと軍を引き揚げた。他方スキピオは小部隊を派遣してハスドルバルに攻撃を仕掛け、いくつかの都市もスキピオ側に投降した。夜陰に乗じて密かに抜け出したマッサナッセスはスキピオの陣営に赴き、彼に挨拶を交わすと、翌日、ウティカから三十スタディオン離れた、シラクサの僭主アガトクレスの造営物である塔がある地点に、五千人以下の兵を伏兵として配置するよう助言した。そして夜が明けると、ハスドルバルを説得し、騎兵隊長ハンノを派遣して敵の兵力を偵察させるとともに、敵が接近してウティカの市民が何か不穏な動きを起こさないよう町へ急行させるよう促した。そして自分自身も命じられれば同行すると約束した。ハンノはカルタゴ人の精鋭騎兵千騎とリビュア人の軍勢を率い、マッサナッセスは自らのヌミディア兵を率いた。彼らが塔に到着し、ハンノが少数の供回りを連れてウティカへと馬を走らせると、伏兵の一部が姿を現した。そこでマッサナッセスはカルタゴの騎兵部隊の指揮官に、敵が少数であるとして突撃するよう命じた。そして自らも救援に向かうふりをしてすぐ後ろに続いた。リビュア兵が挟撃される位置に入ると、残りの本隊の伏兵も姿を現し、ローマ兵とマッサナッセスは両側から彼らに槍を浴びせ、捕虜となった四百人を除いて全滅させた。この作戦が完了すると、マッサナッセスは帰還途中のハンノを味方であるかのように装って急ぎ出迎え、彼を捕縛してスキピオの陣営へと連行し、自らの母の身代金代わりにハスドルバルへと引き渡した。
- 313ὑποκρίνασθαί τε Μασσανάσσην
動詞 ὑποκρίνομαι は本来「演じる、偽る」を意味し、ここでは対格 Μασσανάσσην を直接の対象として「マッサナッセスに対して猫をかぶる、欺きの態度を取る」という転用的な使われ方をしている。続く ἐς φιλίαν ὑπαγαγέσθαι(友好関係へと誘い込む)と並列して、カルタゴ側の見せかけの懐柔策を表現している。
- 314ἐδίδασκε τῆς ἐπιούσης ἔς τι χωρίον ἀπὸ τριάκοντα σταδίων Ἰτύκης, ἔνθα πύργος ἔστιν Ἀγαθοκλέους ἔργον τοῦ Συρακοσίων τυράννου, μὴ πλείους πεντακισχιλίων ἐνεδρεῦσαι
主動詞 ἐδίδασκε(勧告した、助言した)が不定詞 ἐνεδρεῦσαι(待ち伏せする)を従える構文。τῆς ἐπιούσης は「翌日に」を表す時間の属格(ἡμέρας の省略)。不定詞の意味上の主語は対格句 μὴ πλείους πεντακισχιλίων(五千人以下の兵が)であり、場所を示す前置詞句 ἔς τι χωρίον(ある場所へ)に関係詞節 ἔνθα πύργος ἔστιν... が挿入されて長大化しているが、骨格は「ἐδίδασκε + [主語対格] + [場所句] + [不定詞]」の構造である。
- 314ἀντέδωκεν Ἀσδρούβᾳ τῆς μητρὸς τῆς ἑαυτοῦ
動詞 ἀντιδίδωμι は「引き換えに与える、交換する」の意。与格 Ἀσδρούβᾳ は授与の相手(ハスドルバルに)を示し、属格 τῆς μητρὸς τῆς ἑαυτοῦ は交換・代価の属格(genitive of value/exchange)で、「自らの母親と引き換えに/身代金代わりに」という意味を表す。目的語(捕虜にしたハンノ)は文脈上自明として省略されている。
