- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:1495-1497
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
カルタゴの地峡、城壁、港湾の堅固な構造が詳述され、執政官マニリウスとケンソリヌスが攻撃を仕掛けるも、敵の頑強な抵抗と遊撃隊の奇襲により撃退される。
ἦν δὲ ἡ πόλις ἐν μυχῷ κόλπου μεγίστου, χερρονήσῳ τι μάλιστα προσεοικυῖα. αὐχὴν γὰρ αὐτὴν ἀπὸ τῆς ἠπείρου διεῖργεν, εὖρος ὢν πέντε καὶ εἴκοσι σταδίων· ἀπὸ δὲ τοῦ αὐχένος ταινία στενὴ καὶ ἐπιμήκης, ἡμισταδίου μάλιστα τὸ πλάτος, ἐπὶ δυσμὰς ἐχώρει, μέση λίμνης τε καὶ τῆς θαλάσσης ἁπλῷ τείχει1 περίκρημνα ὄντα, τὰ δὲ πρὸς μεσημβρίαν ἐς ἤπειρον, ἔνθα καὶ ἡ Βύρσα ἦν ἐπὶ τοῦ αὐχένος, τριπλῷ τείχει. τούτων δʼ ἕκαστον ἦν ὕψος μὲν πηχῶν τριάκοντα, χωρὶς ἐπάλξεών τε καὶ πύργων, οἳ ἐκ διπλέθρου διαστήματος αὐτοῖς τετρώροφοι περιέκειντο, βάθος δὲ ποδῶν τριάκοντα, διώροφον δʼ ἦν ἑκάστου τείχους τὸ ὕψος, καὶ ἐν αὐτῷ κοίλῳ τε ὄντι καὶ στεγανῷ κάτω μὲν ἐστάθμευον ἐλέφαντες τριακόσιοι, καὶ θησαυροὶ παρέκειντο αὐτοῖς τῶν τροφῶν, ἱπποστάσια δʼ ὑπὲρ αὐτοὺς ἦν τετρακισχιλίοις ἵπποις, καὶ ταμιεῖα χιλοῦ τε καὶ κριθῆς, ἀνδράσι τε καταγωγαὶ πεζοῖς μὲν ἐς δισμυρίους, ἱππεῦσι δὲ ἐς τετρακισχιλίους. τοσήδε παρασκευὴ πολέμου διετέτακτο σταθμεύειν ἐν τοῖς τείχεσι μόνοις. γωνία δʼ ἣ παρὰ τὴν γλῶσσαν ἐκ τοῦδε τοῦ τείχους ἐπὶ τοὺς λιμένας περιέκαμπτεν, ἀσθενὴς ἦν μόνη καὶ ταπεινή, καὶ ἠμέλητο ἐξ ἀρχῆς.
都市は極めて大きな湾の最奥部に位置し、ほぼ半島のような地形をなしていた。幅二十五スタディオンの地峡が都市を本土から隔てていたからである。この地峡から幅約半スタディオンの細長い砂洲が西へ延びており、湖と海の間にあって切り立った崖をなす箇所は単層の城壁で、本土に面した南方、すなわち地峡の上にビュルサがあった側は三重の城壁で囲まれていた。これらの城壁はいずれも高さ三十ペーキュス(狭間胸壁や、二プレトロンの間隔で配置された四階建ての塔を除く)、厚さ三十プースであった。各城壁の高さは二層に分かれており、その内部は空洞で屋根が覆われ、階下には三百頭の象が収容されその傍らには餌の貯蔵庫が置かれ、その上層には四千頭の馬のための厩舎と飼料および大麦の倉庫があり、さらに歩兵二万名、騎兵四千名のための宿舎が設けられていた。これほど膨大な軍備が城壁の内部だけに駐屯するよう配備されていたのである。しかし、この城壁から砂洲に沿って港へと屈曲する一角だけは脆弱で低く、当初から放置されていた。
οἱ δὲ λιμένες ἐς ἀλλήλους διεπλέοντο, καὶ ἔσπλους ἐκ πελάγους ἐς αὐτοὺς ἦν ἐς εὖρος ποδῶν ἑβδομήκοντα, ὃν ἁλύσεσιν ἀπέκλειον σιδηραῖς. ὁ μὲν δὴ πρῶτος ἐμπόροις ἀνεῖτο, καὶ πείσματα ἦν ἐν αὐτῷ πυκνὰ καὶ ποικίλα· τοῦ δʼ ἐντὸς ἐν μέσῳ νῆσος ἦν, καὶ κρηπῖσι μεγάλαις ἥ τε νῆσος καὶ ὁ λιμὴν διείληπτο. νεωρίων τε ἔγεμον αἱ κρηπῖδες αἵδε ἐς ναῦς διακοσίας καὶ εἴκοσι πεποιημένων, καὶ ταμιείων ἐπὶ τοῖς νεωρίοις ἐς τριηρετικὰ σκεύη. κίονες δʼ ἑκάστου νεωσοίκου προῦχον Ἰωνικοὶ δύο, ἐς εἰκόνα στοᾶς τὴν ὄψιν τοῦ τε λιμένος καὶ τῆς νήσου περιφέροντες. ἐπὶ δὲ τῆς νήσου σκηνὴ ἐπεποίητο τῷ ναυάρχῳ, ὅθεν ἔδει καὶ τὸν σαλπικτὴν σημαίνειν, καὶ τὸν κήρυκα προλέγειν, καὶ τὸν ναύαρχον ἐφορᾶν. ἔκειτο δʼ ἡ νῆσος κατὰ τὸν ἔσπλουν, καὶ ἀνετέτατο ἰσχυρῶς, ἵνα ὅ τε ναύαρχος τὰ ἐκ πελάγους πάντα ἐφορᾷ, καὶ τοῖς ἐπιπλέουσιν ἀφανὴς ἡ τῶν ἔνδον ᾖ ὄψις ἡ ἀκριβής. οὐ μὴν οὐδὲ τοῖς ἐσπλεύσασιν ἐμπόροις εὐθὺς ἦν τὰ νεώρια σύνοπτα· τεῖχός τε γὰρ αὐτοῖς διπλοῦν περιέκειτο, καὶ πύλαι, αἳ τοὺς ἐμπόρους ἀπὸ τοῦ πρώτου λιμένος ἐς τὴν πόλιν ἐσέφερον οὐ διερχομένους τὰ νεώρια.
港は相互に通航できるようになっており、外海からの進入路は幅七十プースで、鉄の鎖で封鎖されていた。最初の港は商人たちに開放されており、そこには数多くの多様な係留索があった。内港の中央には島があり、島も港も大きな波止場で仕切られていた。これらの波止場には二百二十隻の船を収容できるよう造られた船楼が並び、船楼の上には三段櫂船の艤装のための倉庫が備わっていた。各船楼の前には二本のイオニア式円柱が突き出ており、港と島の景観はあたかも列柱廊のような外観を呈していた。島の上には海軍司令官のための指揮所が築かれ、そこからラッパ手は合図を送り、布告人は指示を告げ、司令官は全体を視察することになっていた。島は進入路の正面に位置し高くそびえ立っていたため、司令官は外海の動向をすべて見渡すことができたが、海から近づく者たちからは内部の詳細な様子は見えないようになっていた。さらに、入港した商人たちにとっても船楼は直ちに見通せるものではなかった。船楼の周囲には二重の壁が巡らされ、商人たちが船楼を通らずに第一の港から都市へと入れる門が設けられていたからである。
οὕτω μὲν εἶχεν ἡ πόλις ἡ Καρχηδονίων ἡ τότε, οἱ δʼ ὕπατοι διελόμενοι τὸ ἔργον ᾔεσαν ἐπὶ τοὺς πολεμίους, Μανίλιος μὲν ἀπὸ τῆς ἠπείρου κατὰ τὸν αὐχένα, ἐγχώσων τε τὴν τάφρον καὶ βραχὺ ἐπιτείχισμα τὸ ἐπʼ αὐτῇ βιασόμενος, καὶ ἐπʼ ἐκείνῳ τὰ ὑψηλὰ τείχη· Κηνσωρῖνος δὲ κλίμακας ἔκ τε γῆς καὶ νεῶν ἐπέφερε κατὰ τὴν εὐτελῆ τοῦ τείχους γωνίαν. ἄμφω δʼ ὡς ἀνόπλων κατεφρόνουν, ἕως ἐντυχόντες ὅπλοις τε καινοῖς καὶ ἀνδρῶν προθυμίᾳ παραλόγῳ κατεπλάγησαν καὶ ὑπεχώρουν. καὶ εὐθὺς αὐτοῖς τοῦτο πρῶτον ἀντεκεκρούκει, ἐλπίσασιν ἀμαχὶ λήψεσθαι τὴν πόλιν. ὡς δὲ καὶ αὖθις ἐπεχείρουν καὶ αὖθις ἀπετύγχανον, τὰ μὲν τῶν Καρχηδονίων φρονήματα ἐπῇρτο, οἱ δʼ ὕπατοι δεδιότες Ἀσδρούβαν ὄπισθεν σφῶν ὑπὲρ τὴν λίμνην οὐκ ἐκ μακροῦ διαστήματος ἐστρατοπεδευμένον, ὠχύρουν καὶ αὐτοὶ δύο στρατόπεδα, Κηνσωρῖνος μὲν ἐπὶ τῆς λίμνης ὑπὸ τοῖς τείχεσι τῶν πολεμίων, Μανίλιος δʼ ἐν τῷ αὐχένι τῆς ἐς τὴν ἤπειρον ὁδοῦ. ὡς δὲ αὐτοῖς ἐγήγερτο τὰ στρατόπεδα, ὁ Κηνσωρῖνος ἐπὶ ὕλῃ ἐς μηχανὰς διέπλευσε διὰ τῆς λίμνης· καὶ ἀπέβαλεν ὑλοτόμων ἐς πεντακοσίους ἄνδρας ὅπλα τε πολλά, Ἱμίλκωνος αἰφνίδιον αὐτῷ, τοῦ Καρχηδονίων ἱππάρχου, προσπεσόντος, ᾧ Φαμέας ἐπώνυμον ἦν. κομίσας δʼ ὅμως τινὰ ὕλην, μηχανὰς ἐποίησε καὶ κλίμακας. καὶ πάλιν ἐπεχείρουν ἄμφω τῇ πόλει, καὶ ἀπετύγχανον ὁμοίως. Μανίλιος μὲν οὖν μικρὸν ἔτι προσκαμὼν καὶ μόλις τι τοῦ προτειχίσματος καταβαλών, ἀπέγνω μηδὲ ἐπιχειρεῖν ἔτι ταύτῃ·2
当時のカルタゴの都市はこのようになっていた。執政官たちは役割を分担して敵に向かって進軍した。マニリウスは本土側から地峡沿いに進み、塹壕を埋め立てその上の低い堡塁を力尽くで突破し、次いで高い城壁に迫ろうとし、ケンソリヌスは陸と船の双方から城壁の脆弱な一角に対して梯子を掛けさせた。両者とも相手が無装備であると侮っていたが、新しい武器と兵士たちの尋常ならざる気迫に遭遇するや肝を奪われ、退却を余儀なくされた。戦わずして都市を奪えると期待していた彼らにとって、これが最初の出鼻を挫かれる打撃となった。彼らが再度攻撃を仕掛けても再び失敗したため、カルタゴ側の士気は大いに上がった。一方、執政官たちは自分たちの背後で湖の向こう側の遠からぬ場所に陣を敷いていたハスドルバルを警戒し、自らも二つの陣営を築いて要塞化した。ケンソリヌスは敵の城壁下の湖畔に、マニリウスは本土へ通じる道路の地峡に陣を構えた。陣営が完成すると、ケンソリヌスは攻城兵器用の木材を求めて湖を船で渡った。しかし、ファメアスという通称を持つカルタゴの騎兵隊長ヒミルコに不意に襲いかかられ、木こり約五百名と多くの武具を失った。それでもいくらかの木材を持ち帰り、攻城兵器と梯子を製作した。そして両執政官は再び都市への攻撃を試みたが、同様に失敗した。そこでマニリウスは、さらに少しばかり労力を費やして前進堡塁をわずかに破壊したものの、もはやこの方角からは攻撃すべからずと諦めるに至った。
- 1495μέση λίμνης τε καὶ τῆς θαλάσσης ἁπλῷ τείχει περίκρημνα ὄντα, τὰ δὲ πρὸς μεσημβρίαν ἐς ἤπειρον, ἔνθα καὶ ἡ Βύρσα ἦν ἐπὶ τοῦ αὐχένος, τριπλῷ τείχει.
中性複数の分詞 περίκρημνα ὄντα は地峡から延びる地形の険阻な箇所(暗黙の τὰ χωρία など)を指している。この文全体には定形動詞(城壁で防備されていた、などを表す動詞)が欠落しており、文脈から ἐτετείχιστο などの受動態動詞を補って「〜は単層の城壁で(防備され)、〜は三重の城壁で(防備されていた)」と読む構文上の破格(アナコルトン)ないし省略である。
- 1497ἀπέγνω μηδὲ ἐπιχειρεῖν ἔτι ταύτῃ
断念・拒絶・絶望を表す動詞 ἀπογιγνώσκω が、否定辞 μή/μηδέ を伴う不定詞補文を取る慣用構文。ギリシア語では否定的な帰結・決意を導く動詞の後に重複的・同調的な否定辞が置かれ、「もはやこの方面からは攻撃することさえすまいと決心した(攻撃することを断念した)」という意味を表す。
