← アッピアノス

ポエニ戦記

§1177-1178

カルタゴの人質引き渡しとウティカでの講和懇願

カルケドン人は母たちの激しい嘆きの中、人質となる子弟を急ぎシケリアへ送り、執政官らは彼らをローマへ転送した上でウティカに進軍する。ウティカに現れたカルケドン使節は、陣営の威容を前に、過去の条約と自らの全面的な服従を訴えて講和を懇願する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1177

οἱ δὲ Καρχηδόνιοι τὴν μὲν γνώμην ὑπώπτευον, οὐκ ἐπὶ συνθήκῃ βεβαίᾳ τὰ ὅμηρα παρέχοντες· οἷα δʼ ἐν κινδύνῳ τοσῷδε, τὰς ἐλπίδας ἐν ᾧ μηδὲν ἐκλείψουσι τιθέμενοι,1 σπουδῇ προλαβόντες τὴν προθεσμίαν, τοὺς παῖδας ἦγον ἐς Σικελίαν, γονέων τε αὐτοῖς ἐπικλαιόντων καὶ οἰκείων, καὶ μάλιστα τῶν μητέρων, αἳ σὺν ὀλολυγῇ μανιώδει τῶν τέκνων ἐξήπτοντο καὶ νεῶν τῶν φερουσῶν αὐτὰ καὶ στρατηγῶν τῶν ἀγόντων, ἀγκυρῶν τε ἐπελαμβάνοντο καὶ καλῴδια διέσπων καὶ ναύταις συνεπλέκοντο καὶ τὸν πλοῦν ἐκώλυον. εἰσὶ δʼ αἳ καὶ μέχρι πολλοῦ τῆς θαλάσσης παρένεον, δεδακρυμέναι τε καὶ ἐς τὰ τέκνα ἀφορῶσαι. αἱ δʼ ἐπὶ τῆς γῆς τὰς κόμας ἐτίλλοντο καὶ τὰ στέρνα ἔκοπτον ὡς ἐπὶ πένθει· ἐδόκουν γὰρ ὄνομα μὲν ἐς εὐπρέπειαν εἶναι τὴν ὁμηρείαν, ἔργῳ δὲ τῆς πόλεως ἔκδοσιν, ἐπʼ οὐδεμιᾷ συνθήκῃ τῶνδε τῶν παίδων διδομένων. καὶ πολλαὶ καὶ τοῦτο ἐν ταῖς οἰμωγαῖς κατεμαντεύοντο τῇ πόλει, μηδὲν αὐτὴν ὀνήσειν τοὺς παῖδας ἐκδιδομένους·2 ἐν μὲν δὴ τῇ Καρχηδόνι τῶν ὁμήρων ἡ ἀναγωγὴ τοιάδε τις ἦν, ἐν δὲ τῇ Σικελίᾳ παραλαβόντες αὐτὰ οἱ ὕπατοι διέπεμπον ἐς Ῥώμην, καὶ τοῖς Καρχηδονίοις ἔφασαν ἐς τὸ τέλος τοῦ πολέμου τὰ λοιπὰ ἐρεῖν ἐν Ἰτύκῃ.

カルタゴ人たちはその意図を疑い、確固たる誓約に基づかずに人質を差し出すことになった。しかし、このような大いなる危難のなか、何も怠らないことに希望を託し、期日より急ぎ先んじて子供たちをシケリアへと送り出した。親や近親者たち、とりわけ母親たちは彼らに向かって泣き叫び、狂気じみた悲鳴をあげながら子供たちやその子らを運ぶ船、連れてゆく指揮官たちにとりすがり、錨をつかみ、引き綱を引き裂き、船員たちにもみ合い、船出を阻んだ。ある者たちは涙に濡れながら我が子を見つめ、はるか沖まで泳いで追った。またある者たちは悲嘆に暮れて地上で髪をかきむしり、胸を打ち叩いた。いかなる誓約もないままこの子供たちが引き渡される以上、人質という名目は体裁の繕いにすぎず、実質的には都市の引き渡しであると思われたからである。そして多くの者が泣き叫びながら、子供たちを引き渡しても都市には何の益にもならないであろうと不吉な予言をした。カルケドンにおける人質の出航はこのようであった。他方シケリアでは、執政官たちが子供たちを受け取ってローマへと送り、カルケドン人たちには戦争の終結に関する残りの事柄をウティカで告げると語った。

§1178

διαπλεύσαντές τε ἐς αὐτὴν ἐστρατοπέδευον, ὁ μὲν πεζὸς ἔνθα πάλαι τὸ Σκιπίωνος ἦν στρατόπεδον, αἱ δὲ νῆες ἐν τοῖς λιμέσι τοῖς Ἰτυκαίων. ἀφικομένων δὲ κἀκεῖ πρέσβεων ἐκ Καρχηδόνος, οἱ μὲν ὕπατοι προυκάθηντο ἐπὶ βήματος ὑψηλοῦ, ἡγεμόνων τε σφίσι καὶ χιλιάρχων παρεστώτων, ἡ στρατιὰ δʼ ἑκατέρωθεν ἐπὶ μῆκος πολὺ ὅπλοις τε ἐπισήμοις ἐσκεύαστο, καὶ τὰ σημεῖα ἔφερον ὀρθά, ἵνα οἱ πρέσβεις τὸ πλῆθος ἐκ τούτων συμβάλοιεν. ἐπεὶ δʼ οἱ μὲν ὕπατοι τῷ σαλπικτῇ προσέταξαν ὑποσημῆναι σιωπήν, ὁ δὲ κήρυξ ἀνεῖπε τοὺς Καρχηδονίων πρέσβεις προσιέναι, οἱ μὲν ἐσήγοντο διὰ στρατοπέδου μακροῦ, καὶ τοῦ βήματος οὐ προσεπέλαζον, ἀλλὰ περισχοίνισμα ἦν ἐν μέσῳ, οἱ δʼ ὕπατοι λέγειν αὐτοὺς ἐκέλευον ὅ τι χρῄζοιεν. καὶ οἱ πρέσβεις ἔλεγον ἐλεεινὰ πολλὰ καὶ ποικίλα, συνθηκῶν τε πέρι τῶν σφίσι πρὸς Ῥωμαίους γενομένων, καὶ Καρχηδόνος αὐτῆς χρόνου καὶ πλήθους καὶ δυνάμεως καὶ ἀρχῆς τῆς ἐς πολὺ μεγίστης ἐν γῇ καὶ θαλάσσῃ γενομένης. οὐκ ἐπὶ σεμνολογίᾳ δὲ ἔφασαν λέγειν· οὐ γὰρ εἶναι καιρὸν ἐν συμφοραῖς σεμνολογίας, ἀλλʼ ἐς σωφρόνισμα ὑμῖν, ὦ Ῥωμαῖοι, καὶ μετριοπάθειαν ἡ τῆς ἡμετέρας μεταβολῆς ὀξύτης ἔστω. κράτιστοι δέ, ὅσοι τοὺς πταίσαντας ἐλεοῦντες τὸ σφέτερον εὔελπι ποιοῦνται τῷ μηδὲν ἐς ἄλλας τύχας ἁμαρτεῖν.3 καὶ τάδε μὲν ὑμῶν ἄξια καὶ τῆς ὑμετέρας εὐσεβείας, ἣν προσποιεῖσθε μάλιστα ἀνθρώπων· εἰ δὲ καὶ ἀνημέρων ἐτετυχήκειμεν ἐχθρῶν, κόρος ἐστὶν ἀτυχημάτων ὅσα πεπόνθαμεν, οἳ τὴν ἡγεμονίαν τῆς τε γῆς καὶ θαλάσσης ἀφῃρήμεθα, καὶ τὰς ναῦς ὑμῖν παρεδώκαμεν, καὶ ἄλλας οὐκ ἐπικτώμεθα, καὶ θήρας καὶ κτήσεως ἐλεφάντων ἀπέστημεν, καὶ ὅμηρα τὰ κράτιστα καὶ πάλαι καὶ νῦν παρεδώκαμεν, καὶ φόρους τελοῦμεν εὐτάκτως οἱ παρʼ ἑτέρων ἀεὶ λαμβάνοντες. καὶ τάδε ἤρκεσε τοῖς πατράσιν ὑμῶν, οἷς ἐπολεμήσαμεν· καὶ συνθήκας ἐπʼ αὐτοῖς ἐγράψαντο ἡμῖν ὡς φίλοις τε καὶ συμμάχοις, καὶ ὅρκος ἔστιν ἐν ταῖς συνθήκαις ἀμφοῖν ὅμοιος. κἀκεῖνοι μὲν ἡμῖν, οἷς ἐπολεμήσαμεν, πιστοὶ μετὰ ταῦτα ἐγένοντο· ὑμεῖς δέ, οἷς οὐδʼ ἐς χεῖρας ἤλθομεν, τί τῶνδε τῶν συνθηκῶν αἰτιώμενοι παραβεβάσθαι, τὸν πόλεμον τόνδε ὀξέως οὕτως ἐψηφίσασθέ τε καὶ ἀκηρύκτως ἐπηγάγετε ἡμῖν; πότερον οὐ δίδομεν τοὺς φόρους; ἢ ναῦς ἔχομεν, ἢ τοὺς ἐπιφθόνους ἐλέφαντας; ἢ οὐ πιστοὶ τὰ πρὸς ὑμᾶς ἐξ ἐκείνου γεγόναμεν; ἢ οὐκ ἐλεεινοὶ τῶν πέντε μυριάδων τῶν χθὲς ἀπολομένων ὑπὸ λιμοῦ; ἀλλὰ Μασσανάσσῃ πεπολεμήκαμεν· πολλά γε πλεονεκτοῦντι· καὶ πάντα διʼ ὑμᾶς ἐφέρομεν. ἀπαύστως δʼ ἔχων καὶ ἀθεμίστως ἐς ἡμᾶς καὶ τὸ ἔδαφος ἐν ᾧ καὶ ἐτράφη καὶ ἐπαιδεύθη, γῆν ἄλλην ἡμῶν ἀπέσπα περὶ τὸ Ἐμπόριον· καὶ λαβὼν καὶ τήνδε ἐπέβαινεν ἑτέρας, μέχρι τὰς συνθήκας ἡμῖν τὰς πρὸς ὑμᾶς συνέχεεν· εἰ τοῦτʼ ἐστὶν ἡ τοῦδε τοῦ πολέμου πρόφασις, ἡμεῖς δὲ καὶ τοὺς ἀμυναμένους αὐτὸν ἐξεκηρύξαμεν, καὶ πρὸς ὑμᾶς πρέσβεις ἐπέμψαμεν οἳ περὶ τούτων ἀπελογοῦντο, καὶ ἑτέρους αὐτοκράτορας ὅπῃ θέλετε συνθέσθαι. τί οὖν ἔδει νεῶν καὶ στόλου καὶ στρατοῦ πρὸς ἄνδρας οὐχ ὁμολογοῦντας μὲν ἁμαρτεῖν, ἑαυτοὺς δὲ ὑμῖν ἐπιτρέποντας; ὅτι δὲ οὐκ ἀπατῶντες ὑμᾶς, οὐδὲ μικρολογούμενοι παθεῖν ὅ τι ἂν ζημιῶτε, ταῦτα προυτείνομεν, ἐπιδέδεικται σαφῶς. ὅτε τοὺς ἀρίστους παῖδας ἐς ὁμηρείαν αἰτοῦσιν ὑμῖν εὐθύς, ὡς τὸ δόγμα ἐκέλευε, τὰς τριάκοντα προλαβόντες ἡμέρας, ἀπεστείλαμεν. τοῦ δʼ αὐτοῦ δόγματός ἐστιν, ἢν παράσχωμεν ὑμῖν τὰ ὅμηρα, τὴν Καρχηδόνα ἐλευθέραν ἐᾶν καὶ αὐτόνομον, κεκτημένην ἃ ἔχομεν.

執政官らはウティカへと渡航して陣営を敷いたが、歩兵はかつてスキピオの陣営があった場所に、船団はウティカ人の港に停泊させた。そこへもカルケドンから使節が到着すると、執政官たちは高大な壇上に座し、将校や軍事護民官たちが傍らに立ち、軍勢は両脇に長く隊列を組んで壮麗な武具で身を固め、軍旗を直立させて掲げた。これは使節たちがこれによって兵力の大いさを推し量るためであった。執政官たちがラッパ手へ静粛を合図するよう命じ、触れ役がカルケドン人の使節たちに進み出るよう告げると、彼らは長い陣営の間を通って案内された。しかし彼らは演壇へ近づくことはできず、中間には囲いの綱が張られていた。執政官たちが望むところを述べるよう命じると、使節たちは、自分たちとローマ人との間に結ばれた条約について、またカルケドン自体の歴史の長さ、人口、国力、そしてかつて陸と海で絶大であったその覇権について、哀れを誘う多様な言葉を尽くして語った。そして彼らは、誇るために言っているのではない、災禍の中にあっては誇らしげに語る時ではない、と述べた。 「むしろローマ人よ、我らの境遇の急変が、諸卿にとっての戒めと節制のよすがとならんことを。つまずいた者を憐れみ、他者の運命に対して何ら過ちを犯さないことによって己の未来に良き希望を抱く者こそが、最も優れた者たちです。これこそは諸卿にふさわしく、諸卿が世の人々のうちで最も自任しておられる敬虔さにふさわしいものです。 たとえ我らが冷酷な敵に巡り合っていたとしても、我らが被った不幸はすでに満ち足りております。我らは陸と海の支配権を奪われ、船を諸卿に引き渡し、新たな船を手に入れることもせず、象の捕獲と保有を断念し、昔も今も最良の人質を引き渡し、かつて常に他者から徴収していた身でありながら規律正しく貢納金を納めております。これらは我らが戦った諸卿の父祖たちを満足させました。彼らはこれらに基づいて友および同盟者として我らと条約を結び、その条約には双方同等の誓いが交わされたのです。我らが戦った父祖たちでさえ、その後は我らに対して信義を守りました。それに対して、我らと矛を交えたことさえない諸卿が、これらの条約の何を破ったと咎めて、このように性急にこの戦争を決議し、宣戦布告もなしに我らに仕掛けてこられたのでしょうか。我らが貢納金を払っていないとでも言うのでしょうか。それとも船や、羨望の的となる象を保有しているとでも言うのでしょうか。あるいはそれ以来、我らは諸卿に対して信義を守らなかったとでも言うのでしょうか。それとも昨日、飢えによって失われた五万の人々のゆえに、我らは憐れむべきではないとでも言うのでしょうか。なるほど我らはマッサナッサと戦いました。しかし彼は多くの不当な利を得ようとしていたのであり、我らは諸卿のためにすべてを耐え忍んでいたのです。しかし彼は我らに対して、また自らが養われ教育されたこの土地に対して絶え間なく不法な態度を取り続け、エンポリオン周辺で我らの別の土地をも奪い去りました。そしてそれを得るや、さらに別の土地へと侵略の手を伸ばし、ついに我らと諸卿との条約を破綻させるに至ったのです。もしこれがこの戦争の口実であるならば、我らは彼に報復した者たちをも布告によって追放し、これらについて弁明する使節を諸卿のもとへ送り、さらには諸卿が望む通りの条件で講和を結ぶ全権使節をも派遣しました。それゆえ、過ちを認めてはいないものの、自らを諸卿に委ねている人々に対して、なぜ船や艦隊や軍隊が必要であったのでしょうか。我らが諸卿を欺くためでもなく、諸卿が科すいかなる罰をも出し惜しむためでもなくこれらを申し出たことは、明白に示されております。というのも、布告が命じたとおり、諸卿が人質として最良の子弟を要求されたとき、我らは直ちに三十日の期日より先んじて送り届けたからです。そして同じ布告には、もし我らが諸卿に人質を提供するならば、カルケドンを自由で自治のままに残し、現に有しているものを領有させるとあるのです」

構文注3 件
  1. 1177ἐν ᾧ μηδὲν ἐκλείψουσι τιθέμενοι

    前置詞句 ἐν ᾧ に未来直説法 ἐκλείψουσι が後続し、「いかなる要求も怠らないこと・欠落させないこと」という条件・領域を特定し、そこに希望を置いている(τὰς ἐλπίδας ... τιθέμενοι)ことを表す構文。

  2. 1177μηδὲν αὐτὴν ὀνήσειν τοὺς παῖδας ἐκδιδομένους

    動詞 ὀνίνημι(益する)は受益者を対格(αὐτήν=都市)にとり、程度・内容を中性対格 μηδέν で表す。分詞を伴う対格句 τοὺς παῖδας ἐκδιδομένους が不定詞 ὀνήσειν の意味上の主語(「引き渡される子供たちが都市に何ら益をもたらさないこと」)。

  3. 1178τῷ μηδὲν ἐς ἄλλας τύχας ἁμαρτεῖν

    冠詞付き不定詞の与格(τῷ ἁμαρτεῖν)が手段・理由を表し、先行する τὸ σφέτερον εὔελπι ποιοῦνται(自らの前途を希望あるものとする)の手段を示す。「他者の運命に対して何ら過ちを犯さないことによって」の意。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0551.tlg009.humanitext-grc2:1177-1178