- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:1699-16102
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ヌマンティア陥落後の十人委員会による統治から、ディディウスやフラックスによる反乱鎮圧、セルトリウスの戦争、カエサルおよびアウグストゥスによる最終平定と属州の三分化に至るヒスパニアの経緯が概括される。
Ῥωμαῖοι δέ, ὡς ἔθος, ἐς τὰ προσειλημμένα τῆς Ἰβηρίας ἔπεμψαν ἀπὸ τῆς βουλῆς ἄνδρας δέκα τοὺς καταστησομένους αὐτὰ ἐς εἰρήνην, ὅσα Σκιπίων τε ἔλαβε καὶ Βροῦτος πρὸ τοῦ Σκιπίωνος ὑπηγάγετο ἢ ἐχειρώσατο. χρόνῳ δʼ ὕστερον, ἀποστάσεων ἄλλων ἐν Ἰβηρίᾳ γενομένων, Καλπούρνιος Πίσων στρατηγὸς ᾑρέθη. καὶ αὐτὸν διεδέξατο μὲν Σέρουιος Γάλβας, Κίμβρων δʼ ἐπιστρατευόντων τῇ Ἰταλίᾳ, καὶ Σικελίας πολεμουμένης τὸν δεύτερον δουλικὸν πόλεμον, στρατιὰν μὲν ἐς Ἰβηρίαν οὐκ ἔπεμπον ὑπʼ ἀσχολίας, πρέσβεις δὲ ἀπέστελλον, οἳ τὸν πόλεμον ἔμελλον ὅπῃ δύναιντο καταθήσεσθαι. Κίμβρων δὲ ἐξελαθέντων, Τίτος Δείδιος ἐπελθὼν Ἀρουακῶν μὲν ἔκτεινεν ἐς δισμυρίους, Τερμησὸν δέ, μεγάλην πόλιν ἀεὶ δυσπειθῆ Ῥωμαίοις γενομένην, ἐξ ἐρυμνοῦ κατήγαγεν ἐς τὸ πεδίον, καὶ ἐκέλευσεν οἰκεῖν ἀτειχίστους. Κολένδαν δὲ προσκαθίσας ἐνάτῳ μηνὶ παρέλαβεν ἐγχειρίσασαν ἑαυτήν, καὶ τοὺς Κολενδέας ἅπαντας μετὰ παίδων καὶ γυναικῶν ἀπέδοτο.
ローマ人たちは、慣習に従い、新たに獲得したイベリアの地、すなわちスキピオが奪取し、スキピオ以前にブルトゥスが服属あるいは制圧したすべての地を平和な状態に整えるため、元老院から十人の使節を派遣した。のちの時代に、イベリアで別の反乱が起きた際、カルプルニウス・ピソが指揮官に選ばれた。彼をセルウィウス・ガルバが引き継いだが、キンブリ族がイタリアへ侵攻し、シチリアで第二次奴隷戦争が戦われていたため、多忙ゆえにイベリアへ軍勢を送ることはできず、できる限りの方法で戦争を終息させる使節たちを派遣するにとどまった。キンブリ族が駆逐されると、ティトゥス・ディディウスが侵攻してアルワクイ族を約二万人殺害し、常にローマ人に従順でなかった大都市テルメソスを高険な要害から平地へと引き降ろし、城壁を持たずに暮らすよう命じた。またコレンダを包囲して九か月目に降伏させ、コレンダ人を妻子もろともすべて奴隷として売却した。
πόλιν δʼ ἑτέραν τῆς Κολένδης πλησίον ᾤκουν μιγάδες Κελτιβήρων, οὓς Μᾶρκος Μάριος συμμαχήσαντας αὐτῷ κατὰ Λυσιτανῶν, τῆς βουλῆς ἐπιτρεπούσης, ᾠκίκει πρὸ πέντε ἐνιαυτῶν. ἐλῄστευον δʼ ἐξ ἀπορίας οὗτοι· καὶ κρίνας αὐτοὺς ὁ Δείδιος ἀνελεῖν, συνθεμένων αὐτῷ τῶν δέκα πρέσβεων ἔτι παρόντων, ἔφη τοῖς ἐπιφανέσιν αὐτῶν ἐθέλειν τὴν Κολενδέων χώραν αὐτοῖς προσορίσαι πενομένοις. ἀσπαζομένους δὲ ὁρῶν ἐκέλευε, τῷ δήμῳ ταῦτα μετενεγκόντας, ἥκειν μετὰ γυναικῶν καὶ παίδων τὴν χώραν μεριουμένους. ἐπεὶ δʼ ἀφίκοντο, προσέταξε τοὺς στρατιώτας ἐκ τοῦ χάρακος ἐξελθεῖν καὶ τοὺς ἐνεδρευομένους ἔσω παρελθεῖν ὡς ἀπογραψόμενος αὐτῶν ἔνδον τὸ πλῆθος, ἐν μέρει μὲν ἀνδρῶν ἐν μέρει δὲ παίδων καὶ γυναικῶν, ἵνα ἐπιγνοίη πόσην χώραν αὐτοῖς δέοι διελεῖν. ὡς δὲ παρῆλθον ἐς τὴν τάφρον καὶ τὸ χαράκωμα, περιστήσας αὐτοῖς τὸν στρατὸν ὁ Δείδιος ἔκτεινε πάντας. καὶ ἐπὶ τοῖσδε Δείδιος μὲν καὶ ἐθριάμβευσε, πάλιν δὲ τῶν Κελτιβήρων ἀποστάντων Φλάκκος ἐπιπεμφθεὶς ἔκτεινε δισμυρίους. ἐν δὲ Βελγήδῃ πόλει ὁ μὲν δῆμος ἐς ἀπόστασιν ὁρμῶν τὴν βουλὴν ὀκνοῦσαν ἐνέπρησεν αὐτῷ βουλευτηρίῳ,1 ὁ δὲ Φλάκκος ἐπελθὼν ἔκτεινε τοὺς αἰτίους.
コレンダの近くにある別の都市には混住のケルティベリア人たちが暮らしていたが、マルクス・マリウスが、ルシタニア人との戦いで自らと共に戦った彼らを、元老院の許可のもと、五年前に入植させていたのであった。しかし彼らは貧窮から略奪を行っていた。そこでディディウスは彼らを抹殺することを決断し、いまだ滞在していた十人の使節たちの同意を得たうえで、貧困にあえぐ彼らにコレンダ人の土地を追加で配分したいと、その有力者たちに告げた。彼らが喜ぶのを見て、民衆にこれを伝えたうえで、土地の配分を受けるために妻子を連れてやって来るよう命じた。彼らが到着すると、ディディウスは兵士たちに陣営から出るよう命じ、罠にかけられた者たちを陣営内へ入らせた。これは、彼らにどれほどの土地を分配すべきかを知るために、陣営内で男たち、そして妻子たちを別々に人員登録するかのように装ったためであった。しかし彼らが壕と防壁の内側に入ると、ディディウスは軍勢で彼らを取り囲み、全員を虐殺した。これらの功績によってディディウスは凱旋式をも挙げたが、ケルティベリア人が再び反乱を起こすと、派遣されたフラックスは二万人を殺害した。ベルゲダの町では、反乱へ傾いた民衆が、躊躇していた議会を議事堂ごと焼き殺したが、フラックスは進軍してその首謀者たちを処刑した。
τοσάδε μὲν ηὗρον ἄξια λόγου Ῥωμαίοις ἐς τότε πρὸς Ἴβηρας αὐτοὺς γενόμενα· χρόνῳ δʼ ὕστερον στασιαζόντων ἐν Ῥώμῃ Σύλλα τε καὶ Κίννα, καὶ ἐς ἐμφυλίους πολέμους καὶ στρατόπεδα κατὰ τῆς πατρίδος διῃρημένων, Κόιντος Σερτώριος, ἐκ τῆς Κίννα στάσεως αἱρεθεὶς τῆς Ἰβηρίας ἄρχειν, Ἰβηρίαν τε αὐτὴν ἐπανέστησε Ῥωμαίοις, καὶ πολὺν στρατὸν ἀγείρας, καὶ βουλὴν τῶν ἰδίων φίλων ἐς μίμημα τῆς συγκλήτου καταλέξας, ἤλαυνεν ἐς Ῥώμην ἐπὶ τόλμης καὶ φρονήματος λαμπροῦ, καὶ τἄλλα ὢν ἐς θρασύτητα περιώνυμος, ὥστε τὴν βουλὴν δείσασαν ἑλέσθαι τοὺς παρὰ σφίσιν ἐπὶ μεγίστης τότε δόξης στρατηγούς, Καικίλιόν τε Μέτελλον μετὰ πολλοῦ στρατοῦ καὶ Γναῖον Πομπήιον ἐπʼ ἐκείνῳ μεθʼ ἑτέρου στρατοῦ, ἵνα τὸν πόλεμον, ὅπῃ δύναιντο, ἐξωθοῖεν ἐκ τῆς Ἰταλίας ἐν διχοστασίᾳ τότε μάλιστα οὔσης. ἀλλὰ Σερτώριον μὲν τῶν στασιωτῶν τις αὐτοῦ Περπέρνας ἀνελὼν ἑαυτὸν ἐπὶ Σερτωρίῳ στρατηγὸν ἀπέφηνε τῆς ἀποστάσεως, Περπέρναν δʼ ἔκτεινε μάχῃ Πομπήιος, καὶ ὁ πόλεμος ὅδε, θορυβήσας δὴ τῷ φόβῳ μάλιστα Ῥωμαίους, διελύθη. τὸ δὲ ἀκριβὲς αὐτοῦ δηλώσει τὰ περὶ Σύλλαν ἐμφύλια.
当時までにローマ人とイベリア人自身との間で起こったことのうち、特筆すべき事柄として私が見出したのはこれほどである。のちの時代に、ローマでスッラとキンナが抗争を起こし、祖国に刃を向ける内乱と陣営へと分裂した際、キンナの派閥からイベリアの統治者に選ばれたクィントゥス・セルトリウスは、イベリア自身をローマ人に対して蜂起させた。彼は大軍を召集し、元老院を模して自身の友人たちからなる議会を組織し、大胆さと輝かしい気概を帯びてローマへ進軍しようとした。彼は他の点でもその剛胆さで広く名を知られていたため、恐れを抱いた元老院は、当時自陣で最大の高名を誇る指揮官たちを選出した。すなわち大軍を率いるカエキリウス・メテッルスと、それに続いて別の軍を率いるグナエウス・ポンペイウスであり、当時極度の内紛の中にあったイタリアから戦争をできる限り外へ押し出すためであった。しかしセルトリウスは同調者の一人であるペルペルナによって暗殺され、ペルペルナはセルトリウスの後を継いで反乱の指導者を自称したが、ポンペイウスが戦闘でペルペルナを討ち取ったことで、恐怖によってローマ人を大いに震撼させたこの戦争は終息した。その詳細については、スッラの内乱をめぐる記述が明らかにするであろう。
μετὰ δὲ τὸν Σύλλα θάνατον Γάιος Καῖσαρ αἱρεθεὶς Ἰβηρίας στρατηγεῖν, ὥστε καὶ πολεμεῖν οἷς δεήσειεν, ὅσα τῶν Ἰβήρων ἐσαλεύετο ἢ Ῥωμαίοις ἔτι ἔλειπε, πολέμῳ συνηνάγκασε πάντα ὑπακούειν. καί τινα αὖθις ἀφιστάμενα Ὀκταούιος Καῖσαρ ὁ τοῦ Γάιου παῖς, ὁ Σεβαστὸς ἐπίκλην, ἐχειρώσατο. καὶ ἐξ ἐκείνου μοι δοκοῦσι Ῥωμαῖοι τὴν Ἰβηρίαν, ἣν δὴ νῦν Ἱσπανίαν καλοῦσιν, ἐς τρία διαιρεῖν καὶ στρατηγοὺς ἐπιπέμπειν, ἐτησίους μὲν ἐς τὰ δύο ἡ βουλή, τὸν δὲ τρίτον βασιλεὺς ἐφʼ ὅσον δοκιμάσειεν.2
スッラの死後、ガイウス・カエサルがイベリアの指揮官に選ばれ、必要とあらば戦争をも行える権限を与えられると、イベリア人のうち動揺していた者や、いまだローマ人に服していなかったすべての者を戦争によって力ずくで服従させた。そして再び反乱を起こした一部の者たちを、ガイウスの子でアウグストゥスと呼ばれるオクタウィウス・カエサルが制圧した。これ以降、ローマ人は今日ヒスパニアと呼んでいるイベリアを三つに分割し、指揮官を派遣するようになったと私は見ている。すなわち元老院が二つの地へ年次の指揮官を派遣し、第三の地へは皇帝が適当と認める期間の間、指揮官を派遣するのである。
- 16100αὐτῷ βουλευτηρίῳ
αὐτός の与格に伴う随伴の与格(dative of accompaniment)の慣用表現。「〜もろとも」「〜ごと」を意味し、ここでは議会(議員たち)を「議事堂ごと」焼き殺したことを示す。
- 16102ἐτησίους μὲν ἐς τὰ δύο ἡ βουλή, τὸν δὲ τρίτον βασιλεὺς ἐφʼ ὅσον δοκιμάσειεν
直前の動詞 ἐπιπέμπειν(派遣する)が省略された対句構造。前半は「元老院が(ἡ βουλή)二つの地域へ(ἐς τὰ δύο)年次の指揮官を(ἐτησίους [στρατηγούς] 派遣し)」、後半は「皇帝が(βασιλεύς)自らの望む期間(ἐφʼ ὅσον δοκιμάσειεν)第三の地域へ指揮官を(τὸν δὲ τρίτον [στρατηγόν] 派遣する)」という骨格をなす。
