- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:1590-1592
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
スキピオはヌマンティアの周囲に二重の塹壕と強固な城壁、多数の塔を築いて完全な包囲線を完成させ、急流のドゥリウス川にも回転する刃付き角材を渡して外部との連絡を絶った。さらに全軍を綿密に配置し、狼煙・旗・伝令を組み合わせた即応通信網を敷いて包囲態勢を整えた。
μετʼ οὐ πολὺ δὲ ἀγχοτάτω τῆς Νομαντίας δύο στρατόπεδα θέμενος, τῷ μὲν ἐπέστησε τὸν ἀδελφὸν Μάξιμον, τοῦ δὲ αὐτὸς ἡγεῖτο. Νομαντίνων δὲ θαμινὰ ἐκτασσόντων καὶ προκαλουμένων αὐτὸν ἐς μάχην ὑπερεώρα, οὐ δοκιμάζων ἀνδράσιν ἐξ ἀπογνώσεως μαχομένοις συμπλέκεσθαι μᾶλλον ἢ συγκλείσας αὐτοὺς ἑλεῖν λιμῷ. φρούρια δʼ ἑπτὰ περιθείς, πολιορκίαν ἐπιγράψας ἑκάστοις οὓς ἔδει πέμπειν. ὡς δὲ ἦλθον, ἐς μέρη πολλὰ διεῖλεν αὐτούς, καὶ τὴν ἑαυτοῦ στρατιὰν ἐπιδιεῖλεν· εἶθʼ ἡγεμόνας ἐπιστήσας ἑκάστῳ μέρει προσέταξε περιταφρεύειν καὶ περιχαρακοῦν τὴν πόλιν. ἦν δὲ ἡ περίοδος ἡ μὲν αὐτῆς Νομαντίας τέσσαρες καὶ εἴκοσι στάδιοι, ἡ δὲ τοῦ χαρακώματος ὑπὲρ τὸ διπλάσιον. καὶ τοῦτο διῄρητο πᾶν οἱ κατὰ μέρος ἕκαστον.1 καὶ προείρητο, εἴ τι ἐνοχλοῖεν οἱ πολέμιοι, σημεῖον ἐξαίρειν, ἡμέρας μὲν φοινικίδα ἐπὶ δόρατος ὑψηλοῦ, νυκτὸς δὲ πῦρ, ἵνα τοῖς δεομένοις ἐπιθέοντες αὐτός τε καὶ Μάξιμος ἀμύνοιεν. ὡς δʼ ἐξείργαστο πάντα αὐτῷ, καὶ τοὺς κωλύοντας εἶχεν ἱκανῶς ἀπομάχεσθαι, ἑτέραν τάφρον ὤρυσσεν οὐ μακρὰν ὑπὲρ ἐκείνην, καὶ σταυροὺς αὐτῇ περιεπήγνυ, καὶ τεῖχος ᾠκοδόμει, οὗ τὸ μὲν πάχος ἦν πόδες ὀκτώ, τὸ δὲ ὕψος δέκα χωρὶς τῶν ἐπάλξεων. πύργοι τε πανταχόθεν αὐτῷ διὰ πλέθρου περιέκειντο. καὶ λίμνην συνάπτουσαν οὐκ ἐνὸν περιτειχίσαι,2 χῶμα αὐτῇ περιέθηκεν ἴσον τῷ τείχει καὶ τὸ βάθος καὶ τὸ ὕψος, ὡς ἂν εἴη καὶ τόδε ἀντὶ τείχους.
それから間もなく、スキピオはヌマンティアの極めて近くに二つの陣営を築き、一方を兄のマクシムスに任せ、他方は自ら指揮した。ヌマンティア人が頻繁に隊列を整えて戦いを挑んできたが、彼はこれを無視した。絶望から戦う者たちと切り結ぶよりも、彼らを包囲して飢餓によって攻略するほうがよいと判断したからである。そして七つの砦を周囲に設け、送るべき兵員をそれぞれに割り当てて包囲戦を課した。彼らが到着すると、兵たちを多くの区分に分け、自軍もさらに分割した。次いで各区分に指揮官を任命し、都市の周囲に塹壕を掘り柵をめぐらせるよう命じた。ヌマンティア自体の周囲は二十四スタディオンであったのに対し、柵の周囲はその倍以上であった。そしてこの全体が、各区分ごとに彼によって配分されていた。敵が襲撃してきた場合には合図を掲げるようあらかじめ指示されており、昼には高い槍の上に赤い布を、夜には火を掲げることとし、助けを求める者たちのもとへスキピオ自身とマクシムスが急行して救援できるようにした。彼にとってすべてが完成し、妨害する敵を十分に防げるようになると、彼は先の塹壕からそう遠くない上方に別の塹壕を掘り、そこに杭を打ち立て、厚さ八フィート、胸壁を除いて高さ十フィートの城壁を築いた。そして壁には一プレトロンごとに塔が周囲一面に配置された。隣接する湖を壁で囲むことは不可能であったため、壁と深さも高さも同じ土塁を湖の周りに築き、これをも壁の代用とした。
οὕτω μὲν ὁ Σκιπίων ὅδε πρῶτος, ὡς ἐμοὶ δοκεῖ, περιετείχισε πόλιν οὐ φυγομαχοῦσαν· τόν τε Δόριον ποταμόν, συμφερόμενον τῷ περιτειχίσματι καὶ πολλὰ τοῖς Νομαντίνοις χρήσιμον ἔς τε ἀγορᾶς κομιδὴν καὶ διαπομπὴν ἀνδρῶν, ὅσοι κατʼ αὐτὸν κολυμβηταί τε καὶ σκάφεσι μικροῖς ἐλάνθανον, ἢ ἱστίοις, ὅτε λάβρον εἴη τὸ πνεῦμα, ἐβιάζοντο, ἢ κώπαις κατὰ τὸ ῥεῦμα, ζεῦξαι μὲν οὐκ ἐδύνατο πλατὺν ὄντα καὶ πάνυ ῥοώδη, φρούρια δὲ ἀντὶ γεφύρας αὐτῷ δύο περιθεὶς ἀπήρτησε καλῳδίοις δοκοὺς μακρὰς ἐξ ἑκατέρου φρουρίου, καὶ ἐς τὸ πλάτος τοῦ ποταμοῦ μεθῆκεν, ἐχούσας ἐμπεπηγότα πυκνὰ ξίφη τε καὶ ἀκόντια.3 αἱ δʼ ὑπὸ τοῦ ῥοῦ, τοῖς ξίφεσι καὶ τοῖς ἀκοντίοις ἐμπίπτοντος, ἀεὶ περιστρεφόμεναι οὔτε διανηχομένους οὔτʼ ἐπιπλέοντας οὔτε ὑποδύνοντας εἴων λαθεῖν. τοῦτο δʼ ἦν οὗ μάλιστα ὁ Σκιπίων ἐπεθύμει, μηδενὸς αὐτοῖς ἐπιμιγνυμένου μηδʼ ἐσιόντος ἀγνοεῖν αὐτοὺς ὅ τι γίγνοιτο ἔξω· οὕτω γὰρ ἀπορήσειν ἀγορᾶς τε καὶ μηχανῆς πάσης.
このようにして、私の知る限り、このスキピオこそが交戦を避けていない都市を包囲壁で囲んだ最初の者であった。包囲壁に接して流れ、食糧の搬入や、川を潜水したり小舟で隠れて行き来する者、あるいは風が激しいときは帆で、また流れに乗って櫂で強行突破する者たちの派遣においてヌマンティア人に大いに役立っていたドゥリウス川については、幅が広く極めて急流であったため橋を架けることはできなかった。そこで橋の代わりに川の両岸に二つの砦を築き、それぞれの砦から綱で長い角材を吊り下げて川幅いっぱいに垂らしたが、それらの角材には無数の刀剣や投槍が密に打ち込まれていた。それらは刀剣や投槍に当たる水流によって絶えず回転し、泳いで渡る者も、舟で渡る者も、潜水する者も、気づかれずに通ることを許さなかった。これこそスキピオが何よりも望んでいたことであった。外部の誰とも接触できず誰も入ってこないことで、彼らが外で何が起きているかを知らぬようにするためである。そうすれば、食糧もあらゆる方策も尽き果てるからであった。
ὡς δʼ ἡτοίμαστο πάντα, καὶ καταπέλται μὲν ἐπέκειντο τοῖς πύργοις ὀξυβελεῖς τε καὶ λιθοβόλοι, ταῖς δʼ ἐπάλξεσι παρέκειντο λίθοι καὶ βέλη καὶ ἀκόντια, τὰ δὲ φρούρια τοξόται καὶ σφενδονῆται κατεῖχον, ἀγγέλους μὲν ἐπέστησε πυκνοὺς κατὰ τὸ ἐπιτείχισμα πᾶν, οἳ νυκτός τε καὶ ἡμέρας ἔμελλον ἄλλοι παρʼ ἄλλων τὸν λόγον ἐκδεχόμενοι μηνύσειν αὐτῷ τὰ γιγνόμενα, κατὰ δὲ πύργον ἐκέλευσεν, εἴ τι γίγνοιτο, σημεῖον ἐκ πρώτου τοῦ πονοῦντος αἴρεσθαι, καὶ τὸ αὐτὸ πάντας ἐπαίρειν ὅταν τὸν ἀρξάμενον θεάσωνται, ἵνα τὸ μὲν κίνημα παρὰ τοῦ σημείου θᾶσσον ἐπιγιγνώσκοι, τὸ δὲ ἀκριβὲς παρὰ τῶν ἀγγέλων. τῆς δὲ στρατιᾶς οὔσης σὺν τοῖς ἐπιχωρίοις ἐς ἑξακισμυρίους, τὸ μὲν ἥμισυ διετέτακτο αὐτῷ τειχοφυλακεῖν, καὶ ἐς τὰ ἀναγκαῖα, εἴ πῃ δεήσειε, μεταχωρεῖν, δισμύριοι δὲ τειχομαχήσειν ἔμελλον, ὅτε χρεία γένοιτο, καὶ τούτοις ἐφεδρεύειν ἕτεροι μύριοι. χωρίον δὲ καὶ τούτων ἑκάστοις διετέτακτο· καὶ μεταπηδᾶν, εἰ μὴ κελεύσειεν, οὐκ ἐξῆν. ἐς δὲ τὸ τεταγμένον εὐθὺς ἀνεπήδων, ὅτε τι σημεῖον ἐπιχειρήσεως ἐπαρθείη. οὕτω μὲν τῷ Σκιπίωνι πάντα ἀκριβῶς διετέτακτο·
すべてが整い、塔には矢を放つカタパルトや投石機が据えられ、胸壁には石や矢や投槍が備えられ、砦には弓兵や投石兵が配置されると、スキピオは築城線全体に密に伝令を配置した。彼らは夜も昼も次々と言葉を受け継いで、起きている出来事を彼に知らせることになっていた。また各塔に対しては、何か事があれば最初に苦境に陥った塔から合図を掲げ、最初に合図を出した塔を見たら全員が同じ合図を掲げるよう命じた。合図によって事態の発生をいち早く察知し、伝令によって詳細を正確に知るためである。土着の部隊を含めて軍勢はおよそ六万人に達していたが、その半数は城壁を警備し、必要が生じればいずこへでも駆けつけるよう配置され、二万人は必要に応じて城壁上での戦闘に臨むこととされ、さらに一万人がこれらに対する予備隊とされた。これらの各部隊にも持ち場が割り当てられており、命令がなければ配置を離れることは許されなかった。そして攻撃を知らせる合図が掲げられると、兵たちは直ちに定められた配置へと駆けつけた。 このようにして、スキピオによって万事が厳密に整えられた。
- 1590καὶ τοῦτο διῄρητο πᾶν οἱ κατὰ μέρος ἕκαστον
代名詞 οἱ は3人称単数与格(=αὐτῷ)であり、完了受動態(ここでは過去完了受動態 διῄρητο)に伴う動作主の与格として機能している。「これ全体が彼(スキピオ)によって各区分ごとに配分されていた」の意。
- 1590οὐκ ἐνὸν περιτειχίσαι
非人称動詞 ἔνεστι(可能である)の中性分詞 ἐνόν による対格独立構文(accusative absolute)。「(隣接する湖を)壁で囲むことが不可能であったため」という原因・理由を表す。
- 1591ἀπήρτησε καλῳδίοις δοκοὺς μακρὰς ἐξ ἑκατέρου φρουρίου, καὶ ἐς τὸ πλάτος τοῦ ποταμοῦ μεθῆκεν, ἐχούσας ἐμπεπηγότα πυκνὰ ξίφη τε καὶ ἀκόντια
主動詞 ἀπήρτησε と μεθῆκεν の共通の直接目的語が δοκοὺς μακρὰς であり、分詞 ἐχούσας がこれに一致して係っている。ἐμπεπηγότα は動詞 ἐμπήγνυμι の完了能動分詞中性複数対格で、名詞句 πυκνὰ ξίφη τε καὶ ἀκόντια を修飾し、「密に突き刺された刀剣や投槍を備えた(木桁)」という構造をなす。
