- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:6.1-6.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
トロイア陥落後、諸将の帰途でカルカースの予言対決と死、小アイアースの遭難、エウボイア沖での難破が起きる。さらに息子の復讐を期すナウプリオスが各国の王妃を教唆して不貞を働かせ、戦後のギリシアとクレーテーに重大な政変をもたらす。
καὶ μετὰ ταῦτα συνελθόντων εἰς ἐκκλησίαν, Ἀγαμέμνων καὶ Μενέλαος ἐφιλονείκουν, Μενελάου λέγοντος ἀποπλεῖν, Ἀγαμέμνονος δὲ ἐπιμένειν κελεύοντος καὶ θύειν Ἀθηνᾷ. ἀναχθέντες δὲ Διομήδης καὶ Νέστωρ καὶ Μενέλαος ἅμα, οἱ μὲν εὐπλοοῦσιν, ὁ δὲ Μενέλαος χειμῶνι περιπεσών, τῶν λοιπῶν ἀπολομένων σκαφῶν, πέντε ναυσὶν ἐπʼ Αἴγυπτον ἀφικνεῖται.
そしてこの後、民会に集まると、アガメムノーンとメネラーオスは激しく争った。メネラーオスが出航すべきだと主張したのに対し、アガメムノーンは留まってアテーナーに犠牲を捧げるよう命じたからである。ディオメーデース、ネストール、メネラーオスはともに出帆し、前二者は順風を得たが、メネラーオスは嵐に見舞われ、残りの船を失って、五隻の船でエジプトへと漂着した。
Ἀμφίλοχος δὲ καὶ Κάλχας καὶ Λεοντεὺς καὶ Ποδαλείριος καὶ Πολυποίτης ἐν Ἰλίῳ τὰς ναῦς ἀπολιπόντες ἐπὶ Κολοφῶνα πεζῇ πορεύονται, κἀκεῖ θάπτουσι Κάλχαντα τὸν μάντιν· ἦν γὰρ αὐτῷ λόγιον τελευτήσειν, ἐὰν ἑαυτοῦ σοφωτέρῳ περιτύχῃ μάντει.
アンピロコス、カルカース、レオンテウス、ポダレイリオス、ポリュポイテースはイーリオスに船を残し、徒歩でコロポーンへと向かい、そこで予言者カルカースを葬った。彼には、自分より優れた予言者に出会えば命を落とすという神託が下っていたからである。
ὑποδεχθέντων οὖν ὑπὸ Μόψου μάντεως, ὃς Ἀπόλλωνος καὶ Μαντοῦς παῖς ὑπῆρχεν, οὗτος ὁ Μόψος περὶ μαντικῆς ἤρισε Κάλχαντι. καὶ Κάλχαντος ἀνακρίναντος ἐρινεοῦ ἑστώσης πόσους ὀλύνθους φέρει; ὁ Μόψος· μυρίους ἔφη καὶ μέδιμνον καὶ ἕνα ὄλυνθον περισσόν·
彼らがアポローンとマントーの子であった予言者モプソスに迎え入れられたとき、このモプソスがカルカースと予言術をめぐって競い合った。そしてカルカースが、一本の野生のイチジクの木が立っているのを見て、「どれほどの子イチジクを実らせているか」と尋ねると、モプソスは、「一万個」と言い、「そして一メディムノスと、さらにもう一個の子イチジクだ」と答えた。
καὶ εὑρέθησαν οὕτω. Μόψος δὲ συὸς οὔσης ἐπιτόκου ἠρώτα Κάλχαντα, πόσους χοίρους κατὰ γαστρὸς ἔχει καὶ πότε τέκοι· τοῦ δὲ εἰπόντος· ὀκτώ, μειδιάσας ὁ Μόψος ἔφη· Κάλχας τῆς ἀκριβοῦς μαντείας ἀπεναντίως διακεῖται, ἐγὼ δʼ Ἀπόλλωνος καὶ Μαντοῦς παῖς ὑπάρχων τῆς ἀκριβοῦς μαντείας τὴν ὀξυδορκίαν πάντως πλουτῶ, καὶ οὐχ ὡς ὁ Κάλχας ὀκτώ, ἀλλʼ ἐννέα κατὰ γαστρός, καὶ τούτους ἄρρενας ὅλους ἔχειν μαντεύομαι, καὶ αὔριον ἀνυπερθέτως ἐν ἕκτῃ ὥρᾳ τεχθήσεσθαι. ὧν γενομένων Κάλχας ἀθυμήσας ἀπέθανε καὶ ἐτάφη ἐν Νοτίῳ.
そして実際にその通りであることが判明した。さらにモプソスは、身ごもって産気づいている一匹の牝豚について、腹の中に何匹の子豚がいて、いつ産むかをカルカースに尋ねた。カルカースが、「八匹」と答えると、モプソスは微笑んで言った。 「カルカースは厳密な予言術から全く遠く隔たっている。これに対し、アポローンとマントーの子である私は厳密な予言術の洞察力にどこまでも満ちている。カルカースの言うような八匹ではなく、腹の中には九匹おり、しかもこれらは皆雄であると私は予言する。そして明日、間違いなく第六時に産み落とされるであろう」これらが現実となったとき、カルカースは落胆のあまり命を落とし、ノティオンに葬られた。
Ἀγαμέμνων δὲ θύσας ἀνάγεται καὶ Τενέδῳ προσίσχει, Νεοπτόλεμον δὲ πείθει Θέτις ἀφικομένη ἐπιμεῖναι δύο ἡμέρας καὶ θυσιάσαι, καὶ ἐπιμένει. οἱ δὲ ἀνάγονται καὶ περὶ Τῆνον χειμάζονται. Ἀθηνᾶ γὰρ ἐδεήθη Διὸς τοῖς Ἕλλησι χειμῶνα ἐπιπέμψαι. καὶ πολλαὶ νῆες βυθίζονται.
アガメムノーンは犠牲を捧げてから出航し、テネドス島に着岸した。他方、ネオプトレモスはやって来たテティスに説得されて二日間留まり、犠牲を捧げることになり、そのまま留まった。残りの者たちは出航したが、テーノス島の近海で激しい嵐に見舞われた。アテーナーがギリシア軍に嵐を送るようゼウスに請願したからである。そして多くの船が沈没した。
Ἀθηνᾶ δὲ ἐπὶ τὴν Αἴαντος ναῦν κεραυνὸν βάλλει, ὁ δὲ τῆς νεὼς διαλυθείσης ἐπί τινα πέτραν διασωθεὶς παρὰ τὴν θεοῦ ἔφη πρόνοιαν σεσῶσθαι.1 Ποσειδῶν δὲ πλήξας τῇ τριαίνῃ τὴν πέτραν ἔσχισεν, ὁ δὲ πεσὼν εἰς τὴν θάλασσαν τελευτᾷ, καὶ ἐκβρασθέντα θάπτει Θέτις ἐν Μυκόνῳ.
アテーナーはアイアースの船に雷霆を投げつけ、船が粉砕されたものの、とある岩の上へ逃げおおせた彼は、女神の配慮に反して救われたのだと豪語した。ポセイドーンが三叉の矛で岩を打ってこれを叩き割り、アイアースは海へと落ちて命を落とした。そして打ち上げられた彼をテティスがミュコノス島に葬った。
τῶν δὲ ἄλλων Εὐβοίᾳ προσφερομένων νυκτὸς Ναύπλιος ἐπὶ τοῦ Καφηρέως ὄρους πυρσὸν ἀνάπτει· οἱ δὲ νομίσαντες εἶναί τινας τῶν σεσωσμένων προσπλέουσι, καὶ περὶ τὰς Καφηρίδας πέτρας θραύεται τὰ σκάφη καὶ πολλοὶ τελευτῶσιν.
ほかの者たちが夜間にエウボイア島へと押し流されているとき、ナウプリオスはカペーレウス山の上に篝火を点じた。彼らは助かった者たちの誰かがいると思い込んで船を寄せ、カペーリデス岩礁の周りで船は砕け散り、多くの者が命を落とした。
ὁ γὰρ τοῦ Ναυπλίου καὶ Κλυμένης τῆς Κατρέως υἱὸς Παλαμήδης ἐπιβουλαῖς Ὀδυσσέως λιθοβοληθεὶς ἀναιρεῖται. τοῦτο μαθὼν Ναύπλιος ἔπλευσε πρὸς τοὺς Ἕλληνας καὶ τὴν τοῦ παιδὸς ἀπῄτει ποινήν·
というのも、ナウプリオスとカトレウスの娘クリュメネーの息子パラメーデースが、オデュッセウスの陰謀によって石打ちに遭い殺害されていたからである。これを知ったナウプリオスはギリシア軍のもとへ船で赴き、息子の賠償を求めた。
ἄπρακτος δὲ ὑποστρέψας, ὡς πάντων χαριζομένων τῷ βασιλεῖ Ἀγαμέμνονι, μεθʼ οὗ τὸν Παλαμήδην ἀνεῖλεν Ὀδυσσεύς, παραπλέων τὰς χώρας τὰς Ἑλληνίδας παρεσκεύασε τὰς τῶν Ἑλλήνων γυναῖκας μοιχευθῆναι, Κλυταιμνήστραν Αἰγίσθῳ, Αἰγιάλειαν τῷ Σθενέλου Κομήτῃ, τὴν Ἰδομενέως Μήδαν ὑπὸ Λεύκου·2
だが、誰もが王アガメムノーン――オデュッセウスは彼とともにパラメーデースを殺害していた――に阿諛追従したため、ナウプリオスは何の成果も得られずに引き返し、ギリシア沿岸を航行しながらギリシア兵たちの妻たちを不貞に導くよう仕向けた。クリュタイムネーストラーにはアイギストスを、アイギアレイアにはステネロスの子コメーテースを、そしてイドメネウスの妻メーダーにはレウコスによる姦通をけしかけた。
ἣν καὶ ἀνεῖλε Λεῦκος ἅμα Κλεισιθύρᾳ τῇ θυγατρὶ ταύτης ἐν τῷ ναῷ προσφυγούσῃ, καὶ δέκα πόλεις ἀποσπάσας τῆς Κρήτης ἐτυράννησε· καὶ μετὰ τὸν Τρωικὸν πόλεμον καὶ τὸν Ἰδομενέα κατάραντα τῇ Κρήτῃ ἐξήλασε.
レウコスはこのメーダーを、神殿に逃げ込んだ彼女の娘クレイシテュラーもろとも殺害し、クレーテー島の十の都市を切り取って僭主となった。そしてトロイア戦争ののち、クレーテー島に帰着したイドメネウスをも追放したのである。
- 6.6παρὰ τὴν θεοῦ ἔφη πρόνοιαν σεσῶσθαι
前置詞 παρά は対格を伴って「〜に反して」「〜を無視して」という逆接・抗拒の意味を表す。アイアースは単に神の助けなしに生き延びたと述べただけでなく、彼を罰しようとするアテーナー女神の意図・配慮をねじ伏せて自力で助かったと傲慢に豪語したことを意味する。
- 6.9τὴν Ἰδομενέως Μήδαν ὑπὸ Λεύκου
前節の παρεσκεύασε τὰς τῶν Ἑλλήνων γυναῖκας μοιχευθῆναι(〜の妻たちが不貞を働くよう仕向けた)から μοιχευθῆναι が補われて係っている。先行する二組(Κλυταιμνήστραν Αἰγίσθῳ, Αἰγιάλειαν τῷ Σθενέλου Κομήτῃ)では相手の男が与格で表されているのに対し、ここでは行為者を表す前置詞句 ὑπό +属格へと統語構造の交替が生じている。
