← 偽アポロドロス

摘要

§5.9-5.16

ヘレノスの神託とトロイアの木馬の搬入

パリスの死後、捕らえられたヘレノスが告げた神託に従い、ギリシア勢はペロプスの遺骨・ネオプトレモス・パラディオンを確保する。さらにオデュッセウスの発案で木馬が建造され、伏兵を乗せた木馬は歓喜するトロイア軍によって城内へと引き入れられる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.9

τούτου δὲ ἀποθανόντος εἰς ἔριν ἔρχονται Ἕλενος καὶ Δηίφοβος ὑπὲρ τῶν Ἑλένης γάμων· προκριθέντος δὲ τοῦ Δηιφόβου Ἕλενος ἀπολιπὼν Τροίαν ἐν Ἴδῃ διετέλει. εἰπόντος δὲ Κάλχαντος Ἕλενον εἰδέναι τοὺς ῥυομένους τὴν πόλιν χρησμούς, ἐνεδρεύσας αὐτὸν Ὀδυσσεὺς καὶ χειρωσάμενος ἐπὶ τὸ στρατόπεδον ἤγαγε·

彼が死ぬと、ヘレノスとデーイポボスがヘレネーとの婚姻をめぐって争いに陥った。しかしデーイポボスが選ばれたため、ヘレノスはトロイアを去り、イーデー山に留まっていた。カルカースが、町を守っている神託を知っているのはヘレノスであると告げたため、オデュッセウスは彼を待ち伏せして捕らえ、陣営へと連行した。

§5.10

καὶ ἀναγκαζόμενος ὁ Ἕλενος λέγει πῶς ἂν αἱρεθείη ἡ Ἴλιος, πρῶτον μὲν εἰ τὰ Πέλοπος ὀστᾶ κομισθείη παρʼ αὐτούς, ἔπειτα εἰ Νεοπτόλεμος συμμαχοίη, τρίτον εἰ τὸ διιπετὲς παλλάδιον ἐκκλαπείη·1 τούτου γὰρ ἔνδον ὄντος οὐ δύνασθαι τὴν πόλιν ἁλῶναι.

そして強いられたヘレノスは、いかにしてイリオスが陥落しうるかを告げる。すなわち第一にペロプスの骨が彼らのもとに運ばれること、第二にネオプトレモスが味方として参戦すること、第三に天くだりのパラディオンが盗み出されることである。なぜなら、これが城内にある限り、町が陥落することはあり得ないからである。

§5.11

ταῦτα ἀκούσαντες Ἕλληνες τὰ μὲν Πέλοπος ὀστᾶ μετακομίζουσιν, Ὀδυσσέα δὲ καὶ Φοίνικα πρὸς Λυκομήδην πέμπουσιν εἰς Σκῦρον, οἱ δὲ πείθουσι αὐτὸν Νεοπτόλεμον προέσθαι. παραγενόμενος δὲ οὗτος εἰς τὸ στρατόπεδον καὶ λαβὼν παρʼ ἑκόντος Ὀδυσσέως τὴν τοῦ πατρὸς πανοπλίαν πολλοὺς τῶν Τρώων ἀναιρεῖ.

これを聞いたギリシア人たちは、ペロプスの骨を移送し、オデュッセウスとポイニクスをスキュロス島のリュコメーデースのもとへ遣わし、彼らはリュコメーデースを説得してネオプトレモスを引き渡させた。ネオプトレモスは陣営に到着すると、自発的に譲ったオデュッセウスから父の武具一式を受け取り、トロイア兵を多く討ち取った。

§5.12

ἀφικνεῖται δὲ ὕστερον Τρωσὶ σύμμαχος Εὐρύπυλος ὁ Τηλέφου πολλὴν Μυσῶν δύναμιν ἄγων· τοῦτον ἀριστεύσαντα Νεοπτόλεμος ἀπέκτεινεν.

その後、テーレポスの子エウリュピュロスがミュシア人の大軍を率いてトロイア勢の同盟軍として到着したが、奮戦した彼をネオプトレモスが討ち取った。

§5.13

Ὀδυσσεὺς δὲ μετὰ Διομήδους παραγενόμενος νύκτωρ εἰς τὴν πόλιν Διομήδην μὲν αὐτοῦ μένειν εἴα, αὐτὸς δὲ ἑαυτὸν αἰκισάμενος καὶ πενιχρὰν στολὴν ἐνδυσάμενος ἀγνώστως εἰς τὴν πόλιν εἰσέρχεται ὡς ἐπαίτης· γνωρισθεὶς δὲ ὑπὸ Ἑλένης διʼ ἐκείνης τὸ παλλάδιον ἔκλεψε καὶ πολλοὺς κτείνας τῶν φυλασσόντων ἐπὶ τὰς ναῦς μετὰ Διομήδους κομίζει.

オデュッセウスはディオメーデースとともに夜間に町へと赴いたが、ディオメーデースにはその場に留まらせ、自らは我が身を傷つけ、みすぼらしい衣をまとって乞食を装い、正体を隠して町に入り込んだ。そしてヘレネーに見破られたものの、彼女の手引きによってパラディオンを盗み出し、番兵たちを多く殺害してディオメーデースとともに船へと持ち帰った。

§5.14

ὕστερον δὲ ἐπινοεῖ δουρείου ἵππου κατασκευὴν καὶ ὑποτίθεται Ἐπειῷ, ὃς ἦν ἀρχιτέκτων· οὗτος ἀπὸ τῆς Ἴδης ξύλα τεμὼν ἵππον κατασκευάζει κοῖλον ἔνδοθεν εἰς τὰς πλευρὰς ἀνεῳγμένον. εἰς τοῦτον Ὀδυσσεὺς εἰσελθεῖν πείθει πεντήκοντα τοὺς ἀρίστους, ὡς δὲ ὁ τὴν μικρὰν γράψας Ἰλιάδα φησί, τρισχιλίους, τοὺς δὲ λοιποὺς γενομένης νυκτὸς ἐμπρήσαντας τὰς σκηνάς, ἀναχθέντας περὶ τὴν Τένεδον ναυλοχεῖν καὶ μετὰ τὴν ἐπιοῦσαν νύκτα καταπλεῖν.2

そののち、彼は木馬の製作を考案し、建築家であったエペイオスに指図した。エペイオスはイーデー山から木材を伐り出し、内部が空洞で脇腹が開閉する馬を造り上げた。オデュッセウスは最精鋭の勇士五十名には、あるいは『小イーリアス』の作者が言うには三千名にはこの木馬の中に乗り込むよう、残りの者たちには夜になると天幕を焼き払い、テネドス島周辺へ出航して停泊・潜伏し、明くる夜ののちに再航行して入港するよう説得した。

§5.15

οἱ δὲ πείθονται καὶ τοὺς μὲν ἀρίστους ἐμβιβάζουσιν εἰς τὸν ἵππον, ἡγεμόνα καταστήσαντες αὐτῶν Ὀδυσσέα, γράμματα ἐγχαράξαντες τὰ δηλοῦντα· τῆς εἰς οἶκον ἀνακομιδῆς Ἕλληνες Ἀθηνᾷ χαριστήριον.3 αὐτοὶ δὲ ἐμπρήσαντες τὰς σκηνὰς καὶ καταλιπόντες Σίνωνα, ὃς ἔμελλεν αὐτοῖς πυρσὸν ἀνάπτειν, τῆς νυκτὸς ἀνάγονται καὶ περὶ Τένεδον ναυλοχοῦσιν.

彼らはこれに従い、最精鋭の者たちを木馬に乗せてオデュッセウスをその指揮官とし、「帰国の途への返礼として、ギリシア軍がアテーナーに捧げる感謝の奉納品」と記した文字を刻み込んだ。彼ら自身は天幕を焼き払い、合図の狼煙を上げる役目のシノーンを残して、夜のうちに出航しテネドス島周辺に潜伏した。

§5.16

ἡμέρας δὲ γενομένης ἔρημον οἱ Τρῶες τὸ τῶν Ἑλλήνων στρατόπεδον θεασάμενοι καὶ νομίσαντες αὐτοὺς πεφευγέναι, περιχαρέντες εἷλκον τὸν ἵππον καὶ παρὰ τοῖς Πριάμου βασιλείοις στήσαντες ἐβουλεύοντο τί χρὴ ποιεῖν.

夜が明けると、トロイア軍はギリシア勢の陣営がもぬけの殻となっているのを目にし、彼らが逃げ去ったものと思い込んで、歓喜に沸きながら木馬を引き入れ、プリアモスの王宮の傍らに据えて、何をすべきかを協議した。

構文注3 件
  1. 5.10πῶς ἂν αἱρεθείη ἡ Ἴλιος, πρῶτον μὲν εἰ τὰ Πέλοπος ὀστᾶ κομισθείη παρʼ αὐτούς, ἔπειτα εἰ Νεοπτόλεμος συμμαχοίη, τρίτον εἰ τὸ διιπετὲς παλλάδιον ἐκκλαπείη

    間接疑問節を導く πῶς ἂν αἱρεθείη(潜在希求法「いかにして陥落しうるか」)に対し、その条件として3つの εἰ 節(希求法 κομισθείη, συμμαχοίη, ἐκκλαπείη)が並列されている。主節の潜在表現が間接話法内において条件節とともに希求法で保たれた構文。

  2. 5.14τοὺς δὲ λοιποὺς γενομένης νυκτὸς ἐμπρήσαντας τὰς σκηνάς, ἀναχθέντας περὶ τὴν Τένεδον ναυλοχεῖν καὶ μετὰ τὴν ἐπιοῦσαν νύκτα καταπλεῖν

    動詞 πείθει が対格+不定詞を二重に支配している。前半の εἰς τοῦτον Ὀδυσσεὺς εἰσελθεῖν πείθει πεντήκοντα τοὺς ἀρίστους と並列し、τοὺς δὲ λοιποὺς(意味上の主語)が分詞 ἐμπρήσαντας, ἀναχθέντας を従えつつ、不定詞 ναυλοχεῖν および καταπλεῖν に係っている。

  3. 5.15τῆς εἰς οἶκον ἀνακομιδῆς Ἕλληνες Ἀθηνᾷ χαριστήριον

    献納文の定型表現。属格 τῆς ... ἀνακομιδῆς は目的・原因の属格(「帰国のための/帰国に対する返礼として」)であり、中性名詞 χαριστήριον(感謝の印、謝礼の奉納品)が文全体の述語的同格として機能している(動詞句 ἀνατιθέασιν などの省略)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:5.9-5.16