← 偽アポロドロス

摘要

§2.1-2.8

タンタロスの罰とペロプスの戦車競走

タンタロスとブロテアースの処罰、神々に再生されたペロプスとオイノマオスの戦車競走による求婚の難題、ならびにミュルティロスの裏切りによるペロプスの勝利とミュルティロスの殺害の顛末。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.1

ὅτι ὁ Τάνταλος ἐν Ἅιδου κολάζεται, πέτρον ἔχων ὕπερθεν ἑαυτοῦ ἐπιφερόμενον, ἐν λίμνῃ τε διατελῶν καὶ περὶ τοὺς ὤμους ἑκατέρωσε δένδρα μετὰ καρπῶν ὁρῶν παρὰ τῇ λίμνῃ πεφυκότα· τὸ μὲν οὖν ὕδωρ ψαύει αὐτοῦ τῶν γενύων, καὶ ὅτε θέλοι σπάσασθαι τούτου ξηραίνεται, τῶν δὲ καρπῶν ὁπότε βούλοιτο μεταλήψεσθαι μετεωρίζονται1 μέχρι νεφῶν ὑπʼ ἀνέμων τὰ δένδρα σὺν τοῖς καρποῖς. κολάζεσθαι δὲ αὐτὸν οὕτως λέγουσί τινες, ὅτι τὰ τῶν θεῶν ἐξελάλησεν ἀνθρώποις μυστήρια, καὶ ὅτι τῆς ἀμβροσίας τοῖς ἡλικιώταις μετεδίδου.

タンタロスは冥府で罰せられており、頭上には迫りくる大石があり、池の中に立ち続け、池のほとりに生えた果実をつけた木々を両肩の周りに見ている。水は彼の顎に触れるが、彼がこれを飲もうと欲するときはいつも干上がり、また彼が果実を口にしようと望むときはいつも、果実もろとも木々は風によって雲に届くまで空高く吹き上げられる。彼がこのように罰せられているのは、神々の秘儀を人間に漏らしたため、またアムブロシアーを同輩たちに分け与えたためであると一部の者は言う。

§2.2

ὅτι Βροτέας κυνηγὸς ὢν τὴν Ἄρτεμιν οὐκ ἐτίμα· ἔλεγε δέ, ὡς οὐδʼ ἂν ὑπὸ πυρός τι πάθοι· ἐμμανὴς οὖν γενόμενος ἔβαλεν εἰς πῦρ ἑαυτόν.

ブロテアースは狩人であったが、アルテミスを崇めなかった。そして、火によってさえ自分はいかなる苦痛も被らないだろうと豪語していた。そこで彼は狂気に陥り、自ら火の中に身を投じた。

§2.3

ὅτι Πέλοψ σφαγεὶς ἐν τῷ τῶν θεῶν ἐράνῳ καὶ καθεψηθεὶς ὡραιότερος ἐν τῇ ἀναζωώσει γέγονε, καὶ κάλλει διενεγκὼν Ποσειδῶνος ἐρώμενος γίνεται, ὃς αὐτῷ δίδωσιν ἅρμα ὑπόπτερον· τοῦτο καὶ διὰ θαλάσσης τρέχον τοὺς ἄξονας οὐχ ὑγραίνετο.

ペロプスは神々の供宴において屠られ、煮られたが、蘇生によって以前よりも美しくなった。そしてその美貌で抜きん出ていたため、ポセイドーンの愛童となり、〔ポセイドーン〕は彼に有翼の戦車を与えた。この戦車は海の上を走っても車軸を濡らすことがなかった。

§2.4

τοῦ δὲ βασιλεύοντος Πίσης Οἰνομάου θυγατέρα ἔχοντος Ἱπποδάμειαν, καὶ εἴτε αὐτῆς ἐρῶντος, ὥς τινες λέγουσιν, εἴτε χρησμὸν ἔχοντος τελευτῆσαι ὑπὸ τοῦ γήμαντος αὐτήν, οὐδεὶς αὐτὴν ἐλάμβανεν εἰς γυναῖκα·2 ὁ μὲν γὰρ πατὴρ οὐκ ἔπειθεν αὑτῷ συνελθεῖν, οἱ δὲ μνηστευόμενοι ἀνῃροῦντο ὑπʼ αὐτοῦ.

ピーサの王オイノマオスにはヒッポダメイアという娘がいたが、一部の人々が言うように彼自身が彼女に恋情を抱いていたのか、あるいは彼女を娶った者によって命を落とすという神託を受けていたのかのいずれかにより、誰も彼女を妻として娶ることができなかった。父は彼女に自分と交わるよう説得することができず、求婚者たちは彼によって殺害されていたからである。

§2.5

ἔχων γὰρ ὅπλα τε καὶ ἵππους παρὰ Ἄρεος ἆθλον ἐτίθει τοῖς μνηστῆρσι τὸν γάμον, καὶ τὸν μνηστευόμενον ἔδει ἀναλαβόντα τὴν Ἱπποδάμειαν3 εἰς τὸ οἰκεῖον ἅρμα φεύγειν ἄχρι τοῦ Κορινθίων ἰσθμοῦ, τὸν δὲ Οἰνόμαον εὐθέως διώκειν καθωπλισμένον καὶ καταλαβόντα κτείνειν· τὸν δὲ μὴ καταληφθέντα ἔχειν γυναῖκα τὴν Ἱπποδάμειαν. καὶ τοῦτον τὸν τρόπον πολλοὺς μνηστευομένους ἀπέκτεινεν, ὡς δέ τινες λέγουσι δώδεκα· τὰς δὲ κεφαλὰς τῶν μνηστήρων ἐκτεμὼν τῇ οἰκίᾳ προσεπαττάλευε.

というのも、彼はアレースから武具と馬を授かっており、婚姻を求婚者たちへの競闘の賞品として定め、求婚者はヒッポダメイアを自分の戦車に乗せてコリントス地峡まで逃げねばならず、オイノマオスはただちに武装して追跡し、追いついたなら討ち取らねばならない、そして追いつかれなかった者がヒッポダメイアを妻とする、と定めていたからである。このようにして彼は多くの求婚者を、一部の人々の言うところでは十二人を殺害し、求婚者たちの首を切り落としては館に釘で打ちつけていた。

§2.6

παραγίνεται τοίνυν καὶ Πέλοψ ἐπὶ τὴν μνηστείαν· οὗ τὸ κάλλος ἰδοῦσα ἡ Ἱπποδάμεια ἔρωτα ἔσχεν αὐτοῦ, καὶ πείθει Μυρτίλον τὸν Ἑρμοῦ παῖδα συλλαβέσθαι αὐτῷ· ἦν δὲ Μυρτίλος ἡνίοχος Οἰνομάου.

そこでペロプスも求婚にやって来た。ヒッポダメイアは彼の美しさを見て彼に恋情を抱き、ヘルメースの子でオイノマオスの御者であったミュルティロスに、彼を援助するよう説得した。

§2.7

Μυρτίλος οὖν ἐρῶν αὐτῆς καὶ βουλόμενος αὐτῇ χαρίσασθαι, ταῖς χοινικίσι τῶν τροχῶν τοὺς ἥλους οὐκ ἐμβαλὼν ἐποίησε τὸν Οἰνόμαον ἐν τῷ τρέχειν ἡττηθῆναι καὶ ταῖς ἡνίαις συμπλακέντα συρόμενον ἀποθανεῖν, κατὰ δέ τινας ἀναιρεθῆναι ὑπὸ τοῦ Πέλοπος· ὃ ἐν τῷ ἀποθνήσκειν κατηράσατο4 τῷ Μυρτίλῳ γνοὺς τὴν ἐπιβουλήν, ἵνα ὑπὸ Πέλοπος ἀπόληται.

ミュルティロスは彼女に恋しており、彼女の意にかなうことを望んで、車輪の轂に楔を打ち込まず、オイノマオスが疾走中に敗れて手綱に巻き込まれ、引きずられて息絶えるようにした。あるいは一部の者によれば、ペロプスによって討ち取られたともいう。オイノマオスは息絶える際に策略を悟り、ミュルティロスがペロプスによって滅ぼされるようにと呪いをかけた。

§2.8

λαβὼν οὖν Πέλοψ τὴν Ἱπποδάμειαν καὶ διερχόμενος ἐν τόπῳ τινί, τὸν Μυρτίλον ἔχων μεθʼ ἑαυτοῦ, μικρὸν ἀναχωρεῖ κομίσων ὕδωρ διψώσῃ τῇ γυναικί· Μυρτίλος δὲ ἐν τούτῳ βιάζειν αὐτὴν ἐπεχείρει. μαθὼν δὲ τοῦτο παρʼ αὐτῆς ὁ Πέλοψ ῥίπτει τὸν Μυρτίλον περὶ Γεραιστὸν ἀκρωτήριον εἰς τὸ ἀπʼ ἐκείνου κληθὲν Μυρτῷον πέλαγος· ὁ δὲ ῥιπτούμενος ἀρὰς ἔθετο κατὰ τοῦ Πέλοπος γένους.

そこでペロプスはヒッポダメイアを連れ、ミュルティロスを同伴してある場所を通りかかった際、喉の渇いた妻のために水を運ぼうとして少し離れた。するとミュルティロスはその隙に彼女を犯そうとした。ペロプスは彼女からこのことを知ると、ゲライストス岬のあたりでミュルティロスを、彼に因んで名づけられたミュルトーオン海へと投げ落とした。投げ落とされる際、ミュルティロスはペロプスの一族に対して呪いをかけた。

構文注4 件
  1. 2.1καὶ ὅτε θέλοι σπάσασθαι τούτου ξηραίνεται, τῶν δὲ καρπῶν ὁπότε βούλοιτο μεταλήψεσθαι μετεωρίζονται

    ὅτε θέλοι および ὁπότε βούλοιτο は、反復希求法(iterative optative)である。古典期散文では過去時制の主節と組むのが通例であるが、後代の散文では本箇所のように現在時制の主節(ξηραίνεται, μετεωρίζονται)と組んで現在の一般的・反復的状況を表すことがある。

  2. 2.4τοῦ δὲ βασιλεύοντος Πίσης Οἰνομάου θυγατέρα ἔχοντος Ἱπποδάμειαν, καὶ εἴτε αὐτῆς ἐρῶντος, ὥς τινες λέγουσιν, εἴτε χρησμὸν ἔχοντος τελευτῆσαι ὑπὸ τοῦ γήμαντος αὐτήν, οὐδεὶς αὐτὴν ἐλάμβανεν εἰς γυναῖκα·

    文頭の属格名詞句(τοῦ δὲ βασιλεύοντος... Οἰνομάου)に複数の分詞(ἔχοντος, ἐρῶντος, ἔχοντος)が並列された長大な独立属格構文である。これが背景状況を提示し、主節は οὐδεὶς αὐτὴν ἐλάμβανεν εἰς γυναῖκα に着地する。

  3. 2.5καὶ τὸν μνηστευόμενον ἔδει ἀναλαβόντα τὴν Ἱπποδάμειαν εἰς τὸ οἰκεῖον ἅρμα φεύγειν ἄχρι τοῦ Κορινθίων ἰσθμοῦ, τὸν δὲ Οἰνόμαον εὐθέως διώκειν καθωπλισμένον καὶ καταλαβόντα κτείνειν· τὸν δὲ μὴ καταληφθέντα ἔχειν γυναῖκα τὴν Ἱπποδάμειαν.

    非人称動詞 ἔδει が三つの対格不定詞句((1) τὸν μνηστευόμενον... φεύγειν, (2) τὸν δὲ Οἰνόμαον... διώκειν... κτείνειν, (3) τὸν δὲ μὴ καταληφθέντα ἔχειν)を支配し、競闘の取り決めの各条項を並列している。

  4. 2.7ὃ ἐν τῷ ἀποθνήσκειν κατηράσατο

    ここでの ὃ は指示代名詞(ὁ の異綴りないし関係代名詞 ὃς の主格男性単数形に代わる用法)としてオイノマオスを指し、「彼(オイノマオス)は死ぬにあたって呪った」と解釈される。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:2.1-2.8