← 偽アポロドロス

ビブリオテーケー

§2.6.1-2.6.4

オムパレーへの奉公とトロイア遠征

ヘーラクレースはオイカリヤでイオレーを求めて拒絶され、イーピトスを殺害した罪で病を得て、デルポイの神託に従いオムパレーの奴隷として仕えた後、トロイアに遠征してラーオメドーンを討伐した。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.6.1

μετὰ δὲ τοὺς ἄθλους Ἡρακλῆς ἀφικόμενος εἰς Θήβας Μεγάραν μὲν ἔδωκεν Ἰολάῳ, αὐτὸς δὲ γῆμαι θέλων ἐπυνθάνετο Εὔρυτον Οἰχαλίας δυνάστην ἆθλον προτεθεικέναι τὸν Ἰόλης τῆς θυγατρὸς γάμον τῷ νικήσαντι τοξικῇ αὐτόν τε καὶ τοὺς παῖδας αὐτῷ ὑπάρχοντας.1 ἀφικόμενος οὖν εἰς Οἰχαλίαν καὶ τῇ τοξικῇ κρείττων αὐτῶν γενόμενος οὐκ ἔτυχε τοῦ γάμου, Ἰφίτου μὲν τοῦ πρεσβυτέρου τῶν παίδων λέγοντος διδόναι τῷ Ἡρακλεῖ τὴν Ἰόλην, Εὐρύτου δὲ καὶ τῶν λοιπῶν ἀπαγορευόντων καὶ δεδοικέναι λεγόντων μὴ τεκνοποιησάμενος τὰ γεννηθησόμενα πάλιν ἀποκτείνῃ.

諸々の功業ののち、ヘーラクレースはテーバイに至ると、メガラーをイオラーオスに与え、自らは結婚を望んで、オイカリヤの支配者エウリュトスが、自分と自らの息子たちに弓術で勝った者に娘のイオレーとの婚姻を懸賞として提示したことを聞き知った。そこでオイカリヤに至り、弓術で彼らに勝ったものの、結婚を得ることはできなかった。息子たちのうち年長のイーピトスはヘーラクレースにイオレーを与えるべきだと言ったが、エウリュトスとその他の息子たちは拒絶し、ヘーラクレースが子どもをもうけた後に、生まれてくる子らを再び殺すのではないかと恐れていると言ったからである。

§2.6.2

μετʼ οὐ πολὺ δὲ κλαπεισῶν ἐξ Εὐβοίας ὑπὸ Αὐτολύκου βοῶν, Εὔρυτος μὲν ἐνόμιζεν ὑφʼ Ἡρακλέους γεγονέναι τοῦτο, Ἴφιτος δὲ ἀπιστῶν ἀφικνεῖται πρὸς Ἡρακλέα, καὶ συντυχὼν ἥκοντι ἐκ Φερῶν αὐτῷ, σεσωκότι τὴν ἀποθανοῦσαν Ἄλκηστιν Ἀδμήτῳ, παρακαλεῖ συζητῆσαι τὰς βόας. Ἡρακλῆς δὲ ὑπισχνεῖται· καὶ ξενίζει μὲν αὐτόν, μανεὶς δὲ αὖθις ἀπὸ τῶν Τιρυνθίων ἔρριψεν αὐτὸν τειχῶν. καθαρθῆναι δὲ θέλων τὸν φόνον ἀφικνεῖται πρὸς Νηλέα· Πυλίων ἦν οὗτος δυνάστης. ἀπωσαμένου δὲ Νηλέως αὐτὸν διὰ τὴν πρὸς Εὔρυτον φιλίαν, εἰς Ἀμύκλας παραγενόμενος ὑπὸ Δηιφόβου τοῦ Ἱππολύτου καθαίρεται. κατασχεθεὶς δὲ δεινῇ νόσῳ διὰ τὸν Ἰφίτου φόνον, εἰς Δελφοὺς παραγενόμενος ἀπαλλαγὴν ἐπυνθάνετο τῆς νόσου. μὴ χρησμῳδούσης δὲ αὐτῷ τῆς Πυθίας τόν τε ναὸν συλᾶν ἤθελε, καὶ τὸν τρίποδα βαστάσας κατασκευάζειν μαντεῖον ἴδιον. μαχομένου δὲ αὐτῷ Ἀπόλλωνος, ὁ Ζεὺς ἵησι μέσον αὐτῶν κεραυνόν. καὶ τοῦτον διαλυθέντων τὸν τρόπον, λαμβάνει χρησμὸν Ἡρακλῆς, ὃς ἔλεγεν ἀπαλλαγὴν αὐτῷ τῆς νόσου ἔσεσθαι πραθέντι καὶ τρία ἔτη λατρεύσαντι καὶ δόντι ποινὴν τοῦ φόνου τὴν τιμὴν Εὐρύτῳ.2

それから間もなく、アウトリュコスによってエウボイアから牛が盗まれると、エウリュトスはこれがヘーラクレースの手によるものと考えたが、イーピトスは信じずヘーラクレースのもとへと赴き、死んだアルケースティスをアドメートスのために救い出してペライから戻ったばかりの彼に巡り会って、牛を一緒に捜してほしいと頼んだ。ヘーラクレースはこれを引き受けた。そして彼をもてなしたものの、再び狂気に陥り、彼をティリュンスの城壁から投げ落とした。彼はこの殺害の罪を清められることを望んでネーレウスのもとへ赴いた。この人物はピュロス人の支配者であった。ネーレウスがエウリュトスとの友誼ゆえに彼を拒むと、アミュクライに赴き、ヒッポリュトスの子デーイポボスによって清められた。しかしイーピトスの殺害ゆえに重い病に取り憑かれたため、デルポイに赴いて病からの解放について神託を求めた。ピュティアーが神託を授けなかったので、彼は神殿を略奪し、三脚台を奪って自分独自の託宣所を設けようとした。アポローンが彼と戦ったため、ゼウスが両者の間に雷を放った。このようにして彼らが引き離されると、ヘーラクレースは神託を得た。それは、売られて三年間奴隷として仕え、その身代金を殺害の賠償としてエウリュトスに支払うならば、彼に病からの解放があるだろうと告げるものであった。

§2.6.3

τοῦ δὲ χρησμοῦ δοθέντος Ἑρμῆς Ἡρακλέα πιπράσκει· καὶ αὐτὸν ὠνεῖται Ὀμφάλη Ἰαρδάνου, βασιλεύουσα Λυδῶν, ᾗ τὴν ἡγεμονίαν τελευτῶν ὁ γήμας Τμῶλος κατέλιπε. τὴν μὲν οὖν τιμὴν κομισθεῖσαν Εὔρυτος οὐ προσεδέξατο, Ἡρακλῆς δὲ Ὀμφάλῃ δουλεύων τοὺς μὲν περὶ τὴν Ἔφεσον Κέρκωπας συλλαβὼν ἔδησε, Συλέα δὲ ἐν Αὐλίδι τοὺς παριόντας ξένους σκάπτειν ἀναγκάζοντα, σὺν ταῖς ῥίζαις τὰς ἀμπέλους καύσας μετὰ τῆς θυγατρὸς Ξενοδόκης ἀπέκτεινε. καὶ προσσχὼν νήσῳ Δολίχῃ, τὸ Ἰκάρου σῶμα ἰδὼν τοῖς αἰγιαλοῖς προσφερόμενον ἔθαψε, καὶ τὴν νῆσον ἀντὶ Δολίχης Ἰκαρίαν ἐκάλεσεν. ἀντὶ τούτου Δαίδαλος ἐν Πίσῃ εἰκόνα παραπλησίαν κατεσκεύασεν Ἡρακλεῖ· ἣν νυκτὸς ἀγνοήσας Ἡρακλῆς λίθῳ βαλὼν ὡς ἔμπνουν ἔπληξε. καθʼ ὃν δὲ χρόνον ἐλάτρευε παρʼ Ὀμφάλῃ, λέγεται τὸν ἐπὶ Κόλχους πλοῦν γενέσθαι καὶ τὴν τοῦ Καλυδωνίου κάπρου θήραν, καὶ Θησέα παραγενόμενον ἐκ Τροιζῆνος τὸν Ἰσθμὸν καθᾶραι.

神託が下されると、ヘルメースがヘーラクレースを売りに出した。そして彼を、リュディア人を支配し、夫のトモーロスが臨終に際して支配権を遺した、イアルダノスの娘オムパレーが買い取った。届けられた代金をエウリュトスは受け取らなかったが、ヘーラクレースはオムパレーに仕えつつ、エペソスの近隣にいたケルコープスたちを捕縛して縛り上げ、アウリスで通りがかる見知らぬ者たちに地面を掘ることを強要していたシュレウスを、その葡萄の樹を根ごと焼き払ったうえで娘のクセノドケーとともに殺害した。またドリケー島に寄港した際には、浜辺に漂着したイーカロスの遺体を見つけて葬り、その島をドリケーの代わりにイカリアーと名づけた。この返礼としてダイダロスはピーサにヘーラクレースによく似た像を制作した。ヘーラクレースは夜にそれと気づかず、石を投げつけて生きた人間であるかのように打ち据えた。彼がオムパレーのもとで仕えていた時期に、コルキスへの航海やカリュドーンの猪狩りが行われ、またテーセウスがトロイゼーンからやって来て地峡を清めたと言われている。

§2.6.4

μετὰ δὲ τὴν λατρείαν ἀπαλλαγεὶς τῆς νόσου ἐπὶ Ἴλιον ἔπλει πεντηκοντόροις ὀκτωκαίδεκα, συναθροίσας στρατὸν ἀνδρῶν ἀρίστων ἑκουσίως θελόντων στρατεύεσθαι. καταπλεύσας δὲ εἰς Ἴλιον τὴν μὲν τῶν νεῶν φυλακὴν Ὀικλεῖ κατέλιπεν, αὐτὸς δὲ μετὰ τῶν ἄλλων ἀριστέων ὥρμα ἐπὶ τὴν πόλιν. παραγενόμενος δὲ ἐπὶ τὰς ναῦς σὺν τῷ πλήθει Λαομέδων Ὀικλέα μὲν ἀπέκτεινε μαχόμενον, ἀπελασθεὶς δὲ ὑπὸ τῶν μετὰ Ἡρακλέους ἐπολιορκεῖτο. τῆς δὲ πολιορκίας ἐνεστώσης ῥήξας τὸ τεῖχος Τελαμὼν πρῶτος εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ μετὰ τοῦτον Ἡρακλῆς. ὡς δὲ ἐθεάσατο Τελαμῶνα πρῶτον εἰσεληλυθότα, σπασάμενος τὸ ξίφος ἐπʼ αὐτὸν ὥρμα, μηδένα θέλων ἑαυτοῦ κρείττονα νομίζεσθαι. συνιδὼν δὲ τοῦτο Τελαμὼν λίθους πλησίον κειμένους συνήθροιζε, τοῦ δὲ ἐρομένου τί πράττοι βωμὸν εἶπεν Ἡρακλέους κατασκευάζειν καλλινίκου. ὁ δὲ ἐπαινέσας; ὡς εἷλε τὴν πόλιν,3 κατατοξεύσας Λαομέδοντα καὶ τοὺς παῖδας αὐτοῦ χωρὶς Ποδάρκου, Τελαμῶνι ἀριστεῖον Ἡσιόνην τὴν Λαομέδοντος θυγατέρα δίδωσι, καὶ ταύτῃ συγχωρεῖ τῶν αἰχμαλώτων ὃν ἤθελεν ἄγεσθαι. τῆς δὲ αἱρουμένης τὸν ἀδελφὸν Ποδάρκην, ἔφη δεῖν πρῶτον αὐτὸν δοῦλον γενέσθαι, καὶ τότε τί ποτε δοῦσαν ἀντʼ αὐτοῦ λαβεῖν αὐτόν.4 ἡ δὲ πιπρασκομένου τὴν καλύπτραν ἀφελομένη τῆς κεφαλῆς ἀντέδωκεν· ὅθεν Ποδάρκης Πρίαμος ἐκλήθη.

仕えを終えて病から解放された彼は、五十橈船十八隻をもってイリオスへと航海した。自発的に従軍を望んだ第一等の勇士たちの軍勢を集めてのことである。イリオスへと船を着けると、船の守護をオイクレースに任せ、自らは他の勇士たちとともに町へと進撃した。大軍を率いて船団にやって来たラーオメドーンは、戦うオイクレースを討ち取ったものの、ヘーラクレースに従う者たちによって撃退されて包囲された。包囲が続くなかで、テラモーンが城壁を破って最初に町へと侵入し、その後にヘーラクレースが続いた。しかしテラモーンが先に侵入したのを目にすると、自分より優れた者がいると見なされることを望まなかったため、剣を抜いて彼に襲いかかった。テラモーンはこれを悟り、近くに落ちていた石を集め始めたが、何をしているのかとヘーラクレースが問うと、美しき勝利者たるヘーラクレースの祭壇を造っているのだと答えた。ヘーラクレースは彼を賞賛した。町を陥落させ、ラーオメドーンとその息子たちをポダルケースを除いて射殺すると、テラモーンに武勲の報償としてラーオメドーンの娘ヘーシオネーを与え、また彼女には捕虜の中から望む者を連れて行くことを許した。彼女が兄弟のポダルケースを選んだため、彼がまず奴隷にならねばならず、その後に何かを彼の代わりに与えて彼を受け取るべきだとヘーラクレースは言った。彼女は彼が売られる際に頭から被り物を取って代わりに差し出した。そこからポダルケースはプリアモスと呼ばれるようになった。

構文注4 件
  1. 2.6.1τοξικῇ αὐτόν τε καὶ τοὺς παῖδας αὐτῷ ὑπάρχοντας

    動詞 νικήσαντι(勝った者)が支配する構文。手段の与格 τοξικῇ(弓術において)に加え、競争相手・敗者を表す対格 αὐτόν τε καὶ τοὺς παῖδας が後続する。αὐτῷ ὑπάρχοντας は「彼に属する、彼の(息子たち)」を意味する分詞句であり、与格 αὐτῷ は所持を表す。

  2. 2.6.2πραθέντι καὶ τρία ἔτη λατρεύσαντι καὶ δόντι ποινὴν τοῦ φόνου τὴν τιμὴν Εὐρύτῳ

    間接話法節(ἔλεγεν...)内の「ἀπαλλαγὴν αὐτῷ τῆς νόσου ἔσεσθαι(彼に病の解放があるだろう)」における与格代名詞 αὐτῷ に一致する与格分詞群(πραθέντι, λατρεύσαντι, δόντι)。条件節(εἰ+希求法)に相当する仮定・条件の意味を表す分詞である。

  3. 2.6.4ὁ δὲ ἐπαινέσας; ὡς εἷλε τὴν πόλιν

    見出しには疑問符(;)があるが(カンマの誤植)、構文上は ὁ δὲ ἐπαινέσας(主語+分詞)に時間節 ὡς εἷλε τὴν πόλιν が続き、主動詞 δίδωσι および συγχωρεῖ に係っていく一連の構文(「彼は彼を賞賛し、町を陥落させたとき、…与えた」)。この区切り記号に惑わされず、分詞構文として後続の主文に結びつけるのが自然である。

  4. 2.6.4καὶ τότε τί ποτε δοῦσαν ἀντʼ αὐτοῦ λαβεῖν αὐτόν

    間接話法(ἔφη δεῖν...)内の不定詞構文。δοῦσαν は女性単数対格分詞で、不定詞 λαβεῖν の意味上の対格主語(ヘーシオネー)に一致している(「彼女が何かを与えたうえで」)。τί ποτε は不定代名詞+小辞で「何であれ・何らかのものを」を表す直接目的語。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:2.6.1-2.6.4