- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:1.8.3-1.8.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
メレアグロスの死とその異説、オイネウスの再婚とテューデウスの出自が語られ、さらにテューデウスの亡命と死、オイネウスの廃位とディオメーデースによる復讐の経緯が記される。
ὀργισθεὶς δὲ Μελέαγρος τοὺς μὲν Θεστίου παῖδας ἀπέκτεινε, τὸ δὲ δέρας ἔδωκε τῇ Ἀταλάντῃ. Ἀλθαία δὲ λυπηθεῖσα ἐπὶ τῇ τῶν ἀδελφῶν ἀπωλείᾳ τὸν δαλὸν ἧψε, καὶ ὁ Μελέαγρος ἐξαίφνης ἀπέθανεν. οἱ δέ φασιν οὐχ οὕτω Μελέαγρον τελευτῆσαι, ἀμφισβητούντων δὲ τῆς δορᾶς τῶν Θεστίου παίδων ὡς Ἰφίκλου πρώτου βαλόντος,1 Κούρησι καὶ Καλυδωνίοις πόλεμον ἐνστῆναι, ἐξελθόντος δὲ Μελεάγρου καί τινας τῶν Θεστίου παίδων φονεύσαντος Ἀλθαίαν ἀράσασθαι κατʼ αὐτοῦ· τὸν δὲ ὀργιζόμενον οἴκοι μένειν. ἤδη δὲ τῶν πολεμίων τοῖς τείχεσι προσπελαζόντων καὶ τῶν πολιτῶν ἀξιούντων μεθʼ ἱκετηρίας βοηθεῖν, μόλις πεισθέντα ὑπὸ τῆς γυναικὸς ἐξελθεῖν, καὶ τοὺς λοιποὺς κτείναντα τῶν Θεστίου παίδων ἀποθανεῖν μαχόμενον. μετὰ δὲ τὸν Μελεάγρου θάνατον Ἀλθαία καὶ Κλεοπάτρα ἑαυτὰς ἀνήρτησαν, αἱ δὲ θρηνοῦσαι τὸν νεκρὸν γυναῖκες ἀπωρνεώθησαν.
メレアグロスは激怒してテスティオスの息子たちを殺害し、皮をアタランテーに与えた。しかしアルタイアは兄弟たちの死を悲しみ、あの燃え木に火をつけたので、メレアグロスは突如として死んだ。 しかしメレアグロスの最期はそうではなかったと言う者たちもいる。彼らによれば、テスティオスの息子たちがイーピクロスが最初に射当てたとして皮の所有権を主張したため、クーレーテスとカリュドーン人たちとの間に戦争が起こり、メレアグロスが出陣してテスティオスの息子たちの何人かを討ち取ったところ、アルタイアが彼に対して呪いをかけた。そこで彼は怒って家に留まっていた。しかし既に敵が城壁に迫り、市民たちが懇願して救援を求めたため、妻に説得されてようやく出陣し、テスティオスの残りの息子たちを討ち取ったものの、戦いの中で命を落としたというのである。メレアグロスの死後、アルタイアとクレオパトラーは首を吊り、遺体を悼んで嘆いていた女たちは鳥に変えられた。
Ἀλθαίας δὲ ἀποθανούσης ἔγημεν Οἰνεὺς Περίβοιαν τὴν Ἱππονόου. ταύτην δὲ ὁ μὲν γράψας τὴν Θηβαΐδα πολεμηθείσης Ὠλένου λέγει λαβεῖν Οἰνέα γέρας, Ἡσίοδος δὲ ἐξ Ὠλένου τῆς Ἀχαΐας, ἐφθαρμένην ὑπὸ Ἱπποστράτου τοῦ Ἀμαρυγκέως, Ἱππόνουν τὸν πατέρα πέμψαι πρὸς Οἰνέα πόρρω τῆς Ἑλλάδος ὄντα,2 ἐντειλάμενον ἀποκτεῖναι.
アルタイアが死ぬと、オイネウスはヒッポノオスの娘ペリボイアを娶った。彼女について、『テーバイ詩篇』の作者は、オーレノスが攻め落とされた際にオイネウスが恩賞として授かったと語るが、ヘーシオドスは、アカイアのオーレノスから、アマルンケウスの子ヒッポストラトスによって手込めにされたため、父ヒッポノオスが彼女を殺すよう命じて、ギリシアから遠く離れていたオイネウスのもとへ送ったのだと述べている。
εἰσὶ δὲ οἱ λέγοντες Ἱππόνουν ἐπιγνόντα τὴν ἰδίαν θυγατέρα ἐφθαρμένην ὑπὸ Οἰνέως, ἔγκυον αὐτὴν πρὸς τοῦτον ἀποπέμψαι. ἐγεννήθη δὲ ἐκ ταύτης Οἰνεῖ Τυδεύς. Πείσανδρος δὲ αὐτὸν ἐκ Γόργης γενέσθαι λέγει· τῆς γὰρ θυγατρὸς Οἰνέα κατὰ τὴν βούλησιν Διὸς ἐρασθῆναι.3 Τυδεὺς δὲ ἀνὴρ γενόμενος γενναῖος ἐφυγαδεύθη, κτείνας, ὡς μέν τινες λέγουσιν, ἀδελφὸν Οἰνέως Ἀλκάθοον, ὡς δὲ ὁ τὴν Ἀλκμαιωνίδα γεγραφώς, τοὺς Μέλανος παῖδας ἐπιβουλεύοντας Οἰνεῖ, Φηνέα Εὐρύαλον Ὑπέρλαον Ἀντίοχον Εὐμήδην Στέρνοπα Ξάνθιππον Σθενέλαον, ὡς δὲ Φερεκύδης φησίν, Ὠλενίαν ἀδελφὸν ἴδιον. Ἀγρίου δὲ δίκας ἐπάγοντος αὐτῷ φυγὼν εἰς Ἄργος ἧκε πρὸς Ἄδραστον, καὶ τὴν τούτου γήμας θυγατέρα Δηιπύλην ἐγέννησε Διομήδην. Τυδεὺς μὲν οὖν ἐπὶ Θήβας μετʼ Ἀδράστου στρατευσάμενος ὑπὸ Μελανίππου τρωθεὶς ἀπέθανεν·
またある人々は、ヒッポノオスが自分の娘がオイネウスによって手込めにされたのを知り、身籠もった彼女をオイネウスのもとに送り出したのだと言っている。彼女からオイネウスにテューデウスが生まれた。しかしペイサンドロスは彼がゴルゲーから生まれたと語っている。というのも、オイネウスがゼウスの意向によって自らの娘に恋情を抱いたからである。 テューデウスは勇敢な男となったが追放された。その理由として、ある人々が言うにはオイネウスの兄弟アルカトオスを殺したためであり、『アルクマイオーン詩篇』の作者によれば、オイネウスに対して陰謀を企てていたメラースの息子たち、すなわちペーネウス、エウリュアロス、ヒュペルラオス、アンティオコス、エウメーデース、ステルノプス、クサンティッポス、ステネラオスを殺したためであり、ペレキューデースの説によれば、自身の兄弟オーレニアースを殺したためであった。アグリオスが彼に対して訴えを起こしたため、彼はアルゴスへと逃れてアドラーストスのもとに至り、その娘デーイピュレーを娶ってディオメーデースをもうけた。 さて、テューデウスはアドラーストスとともにテーバイ遠征軍に加わったが、メラニッポスに傷を負わされて討ち死にした。
οἱ δὲ Ἀγρίου παῖδες, Θερσίτης Ὀγχηστὸς Πρόθοος Κελεύτωρ Λυκωπεὺς Μελάνιππος, ἀφελόμενοι τὴν Οἰνέως βασιλείαν τῷ πατρὶ ἔδοσαν, καὶ προσέτι ζῶντα τὸν Οἰνέα καθείρξαντες ᾐκίζοντο. ὕστερον δὲ Διομήδης ἐξ Ἄργους παραγενόμενος μετʼ Ἀλκμαίωνος κρύφα τοὺς μὲν Ἀγρίου παῖδας, χωρὶς Ὀγχηστοῦ καὶ Θερσίτου, πάντας ἀπέκτεινεν (οὗτοι γὰρ φθάσαντες εἰς Πελοπόννησον ἔφυγον), τὴν δὲ βασιλείαν, ἐπειδὴ γηραιὸς ἦν ὁ Οἰνεύς, Ἀνδραίμονι τῷ τὴν θυγατέρα τοῦ Οἰνέως γήμαντι δέδωκε, τὸν δὲ Οἰνέα εἰς Πελοπόννησον ἦγεν. οἱ δὲ διαφυγόντες Ἀγρίου παῖδες ἐνεδρεύσαντες περὶ τὴν Τηλέφου ἑστίαν τῆς Ἀρκαδίας τὸν πρεσβύτην ἀπέκτειναν. Διομήδης δὲ τὸν νεκρὸν εἰς Ἄργος κομίσας ἔθαψεν ἔνθα νῦν πόλις ἀπʼ ἐκείνου Οἰνόη καλεῖται, καὶ γήμας Αἰγιάλειαν τὴν Ἀδράστου, ἢ ὡς ἔνιοι φασι τὴν Αἰγιαλέως, ἐπί τε Θήβας καὶ Τροίαν ἐστράτευσε.
一方、アグリオスの息子たち――テルシーテース、オンケーストス、プロトオス、ケレウトール、リュコーペウス、メラニッポス――は、オイネウスから王位を奪って自分たちの父に与え、さらに生きているオイネウスを投獄して虐待した。後にディオメーデースがアルクマイオーンとともにアルゴスからひそかにやって来て、オンケーストスとテルシーテースを除くアグリオスの息子たちを全員殺害し(というのも、この二人は機先を制してペロポネーソスへと逃亡したからである)、オイネウスが高齢であったため、オイネウスの娘を娶っていたアンドライモーンに王位を委ね、オイネウスをペロポネーソスへと連れ出した。しかし逃亡したアグリオスの息子たちはアルカディアのテーレポスの炉のあたりで待ち伏せし、その老人を殺害した。ディオメーデースは遺体をアルゴスへと運んで葬った。その場所の都市は現在、彼にちなんでオイノエーと呼ばれている。そしてディオメーデースはアドラーストスの娘、あるいは一部の者の説によればアイギアレウスの娘であるアイギアレイアを娶り、テーバイとトロイアへの遠征軍に加わった。
- 1.8.3ὡς Ἰφίκλου πρώτου βαλόντος
ὡς+独立属格(genitive absolute)。客観的な事実の叙述ではなく、テスティオスの息子たちが主張した口実・理由(「イーピクロスが最初に野猪を射当てたのだ」という申し立て)を表す主観的理由付けの用法である。
- 1.8.4πόρρω τῆς Ἑλλάδος ὄντα
対格男性単数の分詞 ὄντα は直前の名詞句(対格の Οἰνέα)を修飾する分詞。「ギリシアから遠く離れていたオイネウス」の意で、ペリボイアの父ヒッポノオスが娘をオイネウスのところへ送った状況を説明している。
- 1.8.5τῆς γὰρ θυγατρὸς Οἰνέα κατὰ τὴν βούλησιν Διὸς ἐρασθῆναι
不定詞 ἐρασθῆναι(受動形だが能動・中動の意味「愛した」)は対格主語 Οἰνέα を取り、目的語として先行する属格 τῆς θυγατρός を支配する構文。
