- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:9.6-9.11
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ペリクレスの不屈の態度、ソクラテスの不動の精神、小ディオニュシオスの放埓と彼の一族の凄惨な末路、デメトリオス・ポリオルケテスの贅沢、プラトンの健康観、画家パッラシオスの華美な生活と機知に富んだ敗戦談を記す。
ὅτι Περικλῆς ἐν τῷ λοιμῷ τοὺς παῖδας ἀποβαλὼν ἀνδρειότατα τὸν θάνατον αὐτῶν ἤνεγκε, καὶ πάντας Ἀθηναίους εὐθυμότερον ἔπεισε τοὺς τῶν φιλτάτων θανάτους φέρειν.
ペリクレスは疫病の際に子供たちを失ったが、きわめて雄々しくその死を耐え忍び、アテナイ人全員にもより快活に最愛の者たちの死に耐えるよう説得した。
ἡ Ξανθίππη ἔφη μυρίων μεταβολῶν τὴν πόλιν καὶ αὐτοὺς κατασχουσῶν ἐν πάσαις ὅμοιον τὸ Σωκράτους πρόσωπον καὶ προϊόντος ἐκ τῆς οἰκίας καὶ ἐπανιόντος θεάσασθαι·1 ἥρμοστο γὰρ πρὸς πάντα ἐπιεικῶς, καὶ ἦν ἵλεως ἀεὶ τὴν διάνοιαν καὶ λύπης ὑπεράνω πάσης καὶ φόβου κρείττων παντός.
クサンティッペは、無数の変転が国家と自分たちを捉えた際にも、そのすべてにおいて、ソクラテスが家を出て行くときも戻ってくるときも、その顔立ちが同一であるのを見たと語った。彼はあらゆることに対して穏やかに調和しており、その心は常に朗らかで、あらゆる悲哀の上にあり、あらゆる恐怖よりも勝っていたからである。
ὁ νέος Διονύσιος ἐς τὴν τῶν Λοκρῶν πόλιν παριὼν ʽεἴ γε Δωρὶς ἡ μήτηρ αὐτοῦ Λοκρὶς ἦνʼ οἶκον τῶν ἐν τῇ πόλει τὸν μέγιστον καταλαμβάνων, ῥόδοις καὶ ἑρπύλλοις καὶ ἄλλοις ἄνθεσι καταστρωννὺς τὰς τῶν Λοκρῶν θυγατέρας μετεπέμπετο, καὶ συνῆν αὐταῖς ἀκολαστότατα. ὑπὲρ δὴ τούτου ἔτισε δίκην· ἐπειδὴ γὰρ αὐτοῦ ἡ τυραννὶς κατελύθη ὑπὸ Δίωνος, ἐνταῦθα οἱ Λοκροὶ τὴν γυναῖκα τοῦ Διονυσίου καὶ τὰς θυγατέρας κατεπόρνευσαν, καὶ ἀνέδην αὐταῖς ἐνύβριζον πάντες, μάλιστα οἱ προσήκοντες ταῖς παρθένοις ταῖς ὑπὸ Διονυσίου διεφθαρμέναις. ἡνίκα δὲ διακορεῖς ἐγένοντο ὑβρίζοντες, κεντοῦντες αὐτὰς ὑπὸ τοῖς ὄνυξι τοῖς τῶν χειρῶν βελόναις ἀπέκτειναν. τὰ δὲ ὀστᾶ κατέκοψαν ἐν ὅλμοις, καὶ τὰ κρέα τῶν ὀστῶν ἀφελόντες ἐπηράσαντο τοῖς μὴ γευσαμένοις αὐτῶν· εἰ δέ τι περιελείφθη ἐξ αὐτῶν, κατεπόντωσαν. ὃ δὲ ἐν Κορίνθῳ πολλαῖς καὶ ποικίλαις χρησάμενος βίου μεταβολαῖς διὰ τὴν ὑπερβάλλουσαν ἀπορίαν, τελευταῖον δὲ μητραγυρτῶν καὶ κρούων τύμπανα καὶ καταυλούμενος τὸν βίον κατέστρεψεν.
小ディオニュシオスはロクロイ人の都市に入り(彼の母ドリスはロクロイ人であった)、市内で最大の邸宅を占拠して、薔薇やタイムなどの花々を敷き詰め、ロクロイ人の娘たちを呼び寄せて、きわめて放埓に彼女らと交わった。まさにこのために彼は報いを受けた。彼の僭主政がディオンによって倒されると、そこでロクロイ人たちはディオニュシオスの妻と娘たちを娼婦のように扱い、皆が公然と彼女らを陵辱した。とりわけディオニュシオスによって汚された処女たちの親族がそうであった。彼らは陵辱し尽くすと、彼女らの手の爪の下に針を突き刺して殺害した。そしてその骨を臼で砕き、骨から肉を削ぎ落として、それを味わわない者たちに呪いをかけた。もしそれらのうち何か残るものがあれば、海に沈めた。一方、彼自身はコリントスにおいて、過度の困窮のために多種多様な生業の変転を経験し、最後には乞食僧となって太鼓を叩き、笛の音を浴びながら一生を終えた。
Δημήτριος ὁ Πολιορκητὴς ᾕρει τὰς πόλεις, καὶ τῇ ἑαυτοῦ τρυφῇ καταχρώμενος χίλια καὶ διακόσια τάλαντα πρόσοδον ἑαυτῷ περιεποιήσατο καθʼ ἕκαστον ἔτος, καὶ ἐκ τούτων ὀλίγα μὲν ἐς τὸ στρατόπεδον ἐδαπάνα, τὰ δὲ λοιπὰ ἐς τὴν ἀκολασίαν τὴν ἑαυτοῦ. μύροις τε ἐρραίνετο αὐτῷ τὸ δάπεδον καὶ καθʼ ἑκάστην ἔτους ὥραν τὰ ἐνακμάζοντα τῶν ἀνθῶν ὑπεσπείρετο αὐτῷ, ἵνα κατʼ αὐτῶν βαδίζῃ. ἦν δὲ καὶ πρὸς γυναῖκας ἀκόλαστος, καὶ νεανικοῖς ἔρωσιν ἐπεχείρει. ἔμελε δὲ αὐτῷ καὶ καλῷ εἶναι εὐθετίζοντι τὴν τρίχα καὶ ξανθιζομένῳ καὶ ὑπαλειφομένῳ τὸ πρόσωπον παιδέρωτι. καὶ τοῖς ἄλλοις δὲ ἐχρίετο ἀλείμμασι, προσφιλοτιμούμενος τῇ ῥᾳθυμίᾳ.
攻城者デメトリオスは諸都市を攻略し、自らの奢侈を極めて、毎年千二百タラントの収入を自らのために確保したが、そのうち軍隊には僅かしか費やさず、残りを自らの放埓に費やした。彼の床には香油が撒かれ、一年の季節ごとに咲き誇る花々が彼のために敷き詰められ、その上を歩くようになっていた。彼は女色に対しても放埓で、若い少年たちへの情愛にも耽った。また、髪を整え、黄色に染め、顔に化粧料を塗り、自らを美しく見せることにも気を配っていた。さらに他の軟膏も塗り、怠惰な快楽に自惚れ競い合っていた。
ὁ Πλάτων, νοσεροῦ χωρίου λεγομένου εἶναι τῆς Ἀκαδημείας, καὶ συμβουλευόντων αὐτῷ τῶν ἰατρῶν ἐς τὸ Λύκειον μετοικῆσαι, οὐκ ἠξίωσεν εἰπὼν ʽἀλλʼ ἔγωγε οὐκ ἂν οὐδὲ ἐς τὰ τοῦ Ἄθω μετῴκησα ἂν ὑπὲρ τοῦ μακροβιώτερος γενέσθαι.2
プラトンは、アカデメイアが不健康な土地であると言われ、医師たちが彼にリュケイオンへ移住するよう勧めたとき、これに応じず、「私はより長生きするためであっても、アトス山にすら移住しないだろう」と述べた。
Παρράσιος ὁ ζωγράφος ὅτι μὲν πορφυρίδα ἐφόρει καὶ χρυσοῦν στέφανον περιέκειτο μαρτυροῦσι καὶ ἄλλοι καὶ τὰ ἐπιγράμματα δὲ ἐπὶ πολλῶν εἰκόνων αὐτοῦ· ἠγωνίσατο δέ ποτε ἐν Σάμῳ, συνέτυχε δὲ ἀντιπάλῳ οὐ κατὰ πολὺ ἐνδεεστέρῳ αὐτοῦ εἶτα ἡττήθη. τὸ δὲ ἐπίγραμμα ἦν αὐτῷ ὁ Αἴας ὑπὲρ τῶν ὅπλων τῶν Ἀχιλλέως ἀγωνισάμενος πρὸς τὸν Ὀδυσσέα. ἡττηθεὶς δὲ εὖ μάλα ἀστείως ἀπεκρίνατο πρὸς τὸν συναχθόμενον αὐτῷ τῶν ἑταίρων ὁ Παρράσιος· ἔφη γὰρ αὐτὸς μὲν ὑπὲρ τῆς ἥττης ὀλίγον φροντίζειν, συνάχθεσθαι δὲ τῷ παιδὶ τοῦ Τελαμῶνος δεύτερον τοῦτο3 ὑπὲρ τῶν αὐτῶν ἡττηθέντι. κατεῖχε δὲ καὶ σκίπωνα χρυσᾶς ἕλικας ἔχοντα περιερπούσας, χρυσοῖς τε ἀνασπάστοις ἐπέσφιγγε τοὺς ἀναγωγέας τῶν βλαυτῶν. φασὶ δὲ αὐτὸν μήτε ἄκοντα μήτε ἐπιπόνως τὰ ἐν τῇ τέχνῃ χειρουργεῖν, πάνυ δὲ εὐθύμως καὶ ῥᾳδίως· καὶ γὰρ καὶ ᾖδε καὶ ὑποκινυρόμενος τὸν κάματον τὸν ἐκ τῆς ἐπιστήμης ἐπειρᾶτο ἐπελαφρύνειν. λέγει δὲ ταῦτα Θεόφραστος.
画家パッラシオスが紫の衣をまとい、金の冠を戴いていたことは、他の人々だけでなく、彼の多くの絵画に付された銘文も証言している。彼はかつてサモスで競い合い、自分にそれほど劣らない対戦相手に出くわして、そして敗れた。その主題は「アキレウスの武具をめぐってオデュッセウスと競い合うアイアス」であった。敗れたパッラシオスは、彼と共に悲しむ仲間の一人に対して、きわめて小粋に答えた。すなわち、自分自身は敗北のことをほとんど意に介していないが、テラモンの息子が同じ武具をめぐって二度目の敗北を喫したことを共に悲しんでいるのだ、と言ったのである。彼はまた、金色の螺旋が巻きついた杖を携え、靴の紐を金色の留め具で締め上げていた。彼が絵画の技術を振るう際には、嫌々でも苦痛を伴ってでもなく、きわめて上機嫌に、かつ軽やかに行っていたと言われる。実際、彼は歌い、小声で口ずさみながら、専門技術から生じる労苦を和らげようとしていたのである。これらのことはテオプラストスが語っている。
- 9.7μυρίων μεταβολῶν τὴν πόλιν καὶ αὐτοὺς κατασχουσῶν ἐν πάσαις ὅμοιον τὸ Σωκράτους πρόσωπον καὶ προϊόντος ἐκ τῆς οἰκίας καὶ ἐπανιόντος θεάσασθαι
主動詞 ἔφη の目的語となる対格不定詞構文(θεάσασθαι の意味上の主語は文脈上主語と同じ クサンティッペ)。文頭の μυρίων μεταβολῶν ... κατασχουσῶν は絶対属格。属格分詞句 καὶ προϊόντος ἐκ τῆς οἰκίας καὶ ἐπανιόντος は先行する属格 Σωκράτους を修飾し、「家から出て行くときも戻ってくるときも(ソクラテス自身の顔が)」という動作主の状況を示す。
- 9.10ἀλλʼ ἔγωγε οὐκ ἂν οὐδὲ ἐς τὰ τοῦ Ἄθω μετῴκησα ἂν ὑπὲρ τοῦ μακροβιώτερος γενέσθαι
ἄν が οὐκ ἂν と μετῴκησα ἄν のように反復されている。直説法過去(アオリスト)+ἄν は反実仮想の形式をとるが、ここでは非現実の仮定条件文(「もし長生きのためだったとしても、アトス山(高地・清浄地)にすら移住しなかったであろう」)の帰結節として、強い決意・断定を表明している。
- 9.11δεύτερον τοῦτο
副詞的対格(内的な結果または副詞的用法)。「この(同じ)ことにおいて二度目」の意で、アイアスが神話において生前に一度敗北し、今またパッラシオスの絵画の競技会において画題として二度目の敗北を喫したことを指す。
