- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:4.21-4.29
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
昔のアテナイ人の優雅な風俗と武勇、放蕩の末の自殺、友情の保ち方、ペレイエウスの船を己の物と思い込んだ狂人の逸話、エレクトラの名源、無数の世界をめぐるアレクサンドロスへの嘲笑などが記される。
ὅτι παιδικὰ ἐγένετο Σωκράτους μὲν Ἀλκιβιάδης, Πλάτωνος δὲ Δίων. ὁ μέντοι Δίων καὶ ἀπώνητό τι τοῦ ἐραστοῦ.
ソクラテスの愛童となったのはアルキビアデスであり、プラトンのそれはディオンであった。もっともディオンは愛人から少なからぬ恩恵を受けたが。
οἱ πάλαι Ἀθηναῖοι ἁλουργῆ μὲν ἠμπείχοντο ἱμάτια, ποικίλους δὲ ἐνέδυνον χιτῶνας· κορύμβους δὲ ἀναδούμενοι τῶν ἐν τῇ κεφαλῇ τριχῶν, χρυσοῦς ἐνείροντες αὐταῖς τέττιγας καὶ κόσμον ἄλλον πρόσθετον περιαπτόμενοι χρυσοῦ προῄεσαν. καὶ ὀκλαδίας αὐτοῖς δίφρους οἱ παῖδες ὑπέφερον, ἵνα μὴ καθίζωσιν ἑαυτοὺς εἰκῇ καὶ ὡς ἔτυχε. τοιοῦτοι δὲ ὄντες τὴν ἐν Μαραθῶνι μάχην ἐνίκησαν.
昔のアテナイ人たちは紫色の外套をまとい、色鮮やかなチュニックを着ていた。そして頭髪の髷を結び、そこに黄金のセミを挿し、さらに別の黄金の飾りを身につけて出歩いた。召使いたちは彼らのために折り畳み式の椅子を背後に運び、彼らがみだりに、行き当たりばったりに腰を下ろすことのないようにした。それほどの身なりでありながら、彼らはマラトンの戦いに勝利したのである。
ὅτι Περικλέα καὶ Καλλίαν τὸν Ἱππονίκου καὶ Νικίαν τὸν Περγασῆθεν τὸ ἀσωτεύεσθαι καὶ ὁ πρὸς ἡδονὴν βίος ἐς ἀπορίαν περιέστησεν· ἐπεὶ γὰρ ἐπέλιπε τὰ χρήματα αὐτούς, οἱ τρεῖς κώνειον τελευταίαν πρόποσιν ἀλλήλοις προπιόντες ὥσπερ οὖν ἐκ συμποσίου ἀπελύσαντο.
ペリクレス、ヒッポニコスの息子カリアス、ペルガセのニキアスを、放蕩と快楽にふける生活が困窮に陥れた。というのも、金が尽きると、この三人は互いに最後の乾杯としてドクニンジンを酌み交わし、まるで宴会から退出するかのように世を去ったからである。
Λεωπρέπης ὁ Κεῖος ὁ τοῦ Σιμωνίδου πατὴρ ἔτυχέ ποτε ἐν παλαίστρᾳ καθήμενος· εἶτα μειράκια πρὸς ἀλλήλους οἰκείως διακείμενα ἤρετο τὸν ἄνδρα πῶς ἂν αὐτοῖς ἡ φιλία διαμένοι μάλιστα. ὃ δὲ εἶπεν ʽἐὰν ταῖς ἀλλήλων ὀργαῖς ἐξίστασθε καὶ μὴ ὁμόσε χωροῦντες τῷ θυμῷ, εἶτα παροξύνητε ἀλλήλους κατʼ ἀλλήλων.ʼ Θράσυλλος ὁ Αἰξωνεὺς παράδοξον καὶ καινὴν ἐνόσησε μανίαν.1 ἀπολιπὼν γὰρ τὸ ἄστυ καὶ κατελθὼν ἐς τὸν Πειραιᾶ καὶ ἐνταῦθα οἰκῶν τὰ πλοῖα τὰ καταίροντα ἐν αὐτῷ πάντα ἑαυτοῦ ἐνόμιζεν εἶναι, καὶ ἀπεγράφετο αὐτὰ καὶ αὖ πάλιν ἐξέπεμπε καὶ τοῖς περισωζομένοις καὶ ἐσιοῦσιν ἐς τὸν λιμένα ὑπερέχαιρε· χρόνους δὲ διετέλεσε πολλοὺς συνοικῶν τῷ ἀρρωστήματι τούτῳ. ἐκ Σικελίας δὲ ἀναχθεὶς ὁ ἀδελφὸς αὐτοῦ παρέδωκεν αὐτὸν ἰατρῷ ἰάσασθαι, καὶ ἔπαυσεν αὐτὸν τῆς νόσου οὗτος. ἐμέμνητο δὲ πολλάκις τῆς ἐν μανίᾳ διατριβῆς, καὶ ἔλεγε μηδέποτε ἡσθῆναι τοσοῦτον, ὅσον τότε ἥδετο ἐπὶ ταῖς μηδὲν αὐτῷ προσηκούσαις ναυσὶν ἀποσωζομέναις.
シモニデスの父であるケイオス島のレオプレペスが、かつてパライストラに座っていたときのことである。親しく付き合っている若者たちが、どうすれば自分たちの友情が最も永続するかと彼に尋ねた。すると彼は答えた。「互いの怒りに対して退き、憤怒をもって正面からぶつかり合って互いを互いに対して苛立たせたりしなければよい。」アイクソネのトラシュロスは、奇妙で前代未聞の狂気に罹った。というのも、彼は市街を離れてペイライエウスに下り、そこに住んで、そこに入港する船をすべて自分のものだと思い込み、それらを帳簿に記し、再び出航させ、無事に帰港して港に入ってくる船を見ては大いに喜んだからである。彼はこの病を抱えたまま長い年月を過ごした。しかしシケリアから戻った彼の兄弟が彼を治療のために医者に引き渡すと、この医者が彼を病から救った。だが彼は狂気の中にあった暮らしをしばしば思い起こし、自分とは何の関係もない船が無事に戻ってくるのを見て当時喜んでいたほどに喜んだことは、一度たりともなかったと言っていた。
Ξάνθος ὁ ποιητὴς τῶν μελῶν ʽἐγένετο δὲ οὗτος πρεσβύτερος Στησιχόρου τοῦ Ἱμεραίουʼ λέγει τὴν Ἠλέκτραν τοῦ Ἀγαμέμνονος οὐ τοῦτο ἔχειν τοὔνομα πρῶτον ἀλλὰ Λαοδίκην. ἐπεὶ δὲ Ἀγαμέμνων ἀνῃρέθη, τὴν δὲ Κλυταιμνήστραν ὁ Αἴγισθος ἔγημε καὶ ἐβασίλευσεν, ἄλεκτρον οὖσαν καὶ καταγηρῶσαν παρθένον Ἀργεῖοι Ἠλέκτραν ἐκάλεσαν διὰ τὸ ἀμοιρεῖν ἀνδρὸς καὶ μὴ πεπειρᾶσθαι λέκτρου.2
抒情詩人のクサントス(この人物はヒメラのステシコロスより年長であった)が言うには、アガメムノンの娘エレクトラは、最初はこの名ではなくラオディケという名であった。しかしアガメムノンが殺され、アイギストスがクリュタイムネストラと結婚して王座に就いたとき、床を持たぬ未婚のまま年老いてゆく処女であったため、夫に恵まれず床を経験していないことから、アルゴス人たちは彼女をエレクトラと呼んだのである。
ὅτι Παμφάης ὁ Πριηνεὺς Κροίσῳ τῷ Λυδῷ, τοῦ πατρὸς αὐτοῦ περιόντος, τριάκοντα μνᾶς ἐδωρήσατο. παραλαβὼν δὲ τὴν ἀρχὴν μεστὴν ἅμαξαν ἀργυρίου ἀπέπεμψεν αὐτῷ. "ὅτι Διογένης λαβὼν παρὰ Διοτίμου τοῦ Καρυστίου νόμισμα ὀλίγον ἔφη σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς, ἄνδρα τε καὶ οἶκον." ἐδόκει δέ πως ὁ Διότιμος μαλθακώτερος εἶναι.
プリエネのパンパエスは、リュディアのクロイソスに対し、その父の存命中に三十ムナを贈った。クロイソスは王位に就くと、貨幣を満載した荷車を彼に送り返した。 ディオゲネスはカリュストスのディオティモスからわずかな小銭を受け取ったとき、こう言った。 「神々があなたの心に望む限りのものを授け給うように、 夫と家庭を。」 ディオティモスはどこか女々しい男に見えたのである。
Φερεκύδης ὁ Σύριος τὸν βίον ἀλγεινότατα ἀνθρώπων κατέστρεψε, τοῦ παντὸς αὐτῷ σώματος ὑπὸ φθειρῶν ἀναλωθέντος· καὶ γενομένης αὐτῷ αἰσχρᾶς τῆς ὄψεως τὴν ἐκ τῶν συνήθων ἐξέκλινε συνουσίαν. ὁπότε δέ τις προσελθὼν ἐπυνθάνετο ὅπως διάγοι, διὰ τῆς ὀπῆς τῆς κατὰ τὴν θύραν διείρας τὸν δάκτυλον ψιλὸν γεγονότα τῆς σαρκὸς ἐπέλεγεν οὕτω διακεῖσθαι καὶ τὸ πᾶν αὐτοῦ σῶμα. λέγουσι δὲ Δηλίων παῖδες τὸν θεὸν τὸν ἐν Δήλῳ μηνίσαντα αὐτῷ τοῦτο ποιῆσαι. καθήμενον γὰρ ἐν Δήλῳ μετὰ τῶν μαθητῶν ἄλλα τε πολλά φασι περὶ τῆς ἑαυτοῦ σοφίας εἰπεῖν καὶ δὴ καὶ τοῦτο, μηδενὶ τῶν θεῶν θῦσαι, καὶ ὅμως οὐδὲν ἧττον ἡδέως βεβιωκέναι καὶ ἀλύπως, οὐ μεῖον τῶν ἑκατόμβας καταθυόντων. ὑπὲρ ταύτης οὖν τῆς κουφολογίας βαρυτάτην ζημίαν ἐξέτισεν.
シュロスのペレキュデスは、人間の中で最も悲惨な最期を遂げた。全身がシラミに喰い尽くされたからである。そして容貌が見苦しくなったため、知人たちとの交際を避けるようになった。誰かがやって来てどのように過ごしているかと尋ねるたびに、彼は扉の隙間から肉の落ちた骨ばかりの指を突き出して、自分の全身もこのような状態にあると言い添えた。デロス島の住民たちが言うには、デロスの神が彼に怒りを抱いてこうなさったのだという。というのも、彼がデロス島で弟子たちとともに座っていたとき、自らの知恵について多くのことを語り、さらには自分はどの神にも犠牲を捧げたことがないにもかかわらず、百牛の犠牲を捧げる者たちに劣らず心地よく苦しみなく生きてきたと述べたというからである。
οὐ γὰρ δὴ δύναμαι πείθειν ἐμαυτὸν μὴ γελᾶν ἐπʼ Ἀλεξάνδρῳ τῷ Φιλίππου, εἴ γε ἀπείρους ἀκούων εἶναί τινας κόσμους λέγοντος Δημοκρίτου ἐν τοῖς συγγράμμασιν ὃ δὲ ἠνιᾶτο3 μηδὲ τοῦ ἑνὸς καὶ κοινοῦ κρατῶν. πόσον δʼ ἂν ἐπʼ αὐτῷ Δημόκριτος ἐγέλασεν αὐτός, τί δεῖ καὶ λέγειν, ᾧ ἔργον τοῦτο ἦν;
それゆえ、この軽口の報いとして、彼は極めて重い懲罰を支払ったのである。 私はピリッポスの息子アレクサンドロスを笑わずにはいられない。なにしろ彼は、デモクリトスがその著作の中で無数の世界が存在すると述べているのを聞きながら、一つの共通の世界さえ支配していないことに苦悩していたのだから。それにしても、他ならぬデモクリトス自身がこの彼を見たらどれほど笑ったことだろうか、笑うことを本業としていたその彼が。言うまでもないことである。
- 4.25παράδοξον καὶ καινὴν ἐνόσησε μανίαν
動詞 ἐνόσησε(νοσέω「病む」)が同族対格(cognate accusative)として μανίαν を取り、「狂気という病に罹った」を意味する構文。二つの形容詞 παράδοξον καὶ καινὴν はこの対格を修飾している。
- 4.26διὰ τὸ ἀμοιρεῖν ἀνδρὸς καὶ μὴ πεπειρᾶσθαι λέκτρου
前置詞 διά +冠詞つき不定詞(τό +不定詞)による原因構文。「夫を持たず、床(婚姻)を経験していないことによって」。作者は Ἠλέκτρα という人名を ἀ-(否定接頭辞)+ λέκτρον(寝床・結婚)の民間語源説によって説明している。
- 4.29εἴ γε ἀπείρους ἀκούων εἶναί τινας κόσμους λέγοντος Δημοκρίτου ἐν τοῖς συγγράμμασιν ὃ δὲ ἠνιᾶτο
構文の骨格は εἴ γε(「〜であるとすれば」)に導かれる条件節。ἀκούων は主語(アレクサンドロス)に係る分詞で、分詞を伴う属格 λέγοντος Δημοκρίτου を聞き取りの対象(誰が言っているか)として取り、さらにその内容として対格不定詞構文(ἀπείρους... εἶναί τινας κόσμους)が従属する。この節の述語動詞 ἠνιᾶτο の前に置かれた ὃ δέ は、主語(アレクサンドロス)を強めて承ける代名詞(apodotic δέ を伴う)。
