← クラウディオス・アイリアノス

ギリシア奇談集

§4.1-4.5

諸民族の特異な掟と芸術家の逸話および報恩の例

多様な異民族の奇妙な風習や掟が列挙され、芸術家の矜持や絵画技法、テーバイの美術法規、そして英雄や王たちによる恩義への報恩の諸実例が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.1

λέγει τις νόμος Λευκανῶν, ἐὰν ἡλίου δύντος ἀφίκηται ξένος καὶ παρελθεῖν ἐθελήσῃ ἐς στέγην τινός, εἶτα μὴ δέξηται τὸν ἄνδρα, ζημιοῦσθαι αὐτὸν καὶ ὑπέχειν δίκας τῆς κακοξενίας ἐμοὶ δοκεῖν1 καὶ τῷ ἀφικομένῳ καὶ τῷ Ξενίῳ Διί. ὅτι Δαρδανεῖς τοὺς ἀπὸ τῆς Ἰλλυρίδος ἀκούω τρὶς μόνον λούεσθαι παρὰ πάντα τὸν ἑαυτῶν βίον, ἐξ ὠδίνων καὶ γαμοῦντας καὶ ἀποθανόντας. Ἰνδοὶ οὔτε δανείζουσιν οὔτε ἴσασι δανείζεσθαι. ἀλλʼ οὐδὲ θέμις ἄνδρα Ἰνδὸν οὔτε ἀδικῆσαι οὔτε ἀδικηθῆναι. διὸ οὐδὲ ποιοῦνται συγγραφὴν ἢ παρακαταθήκην. νόμος ἐστὶ Σαρδῷος, τοὺς ἤδη γεγηρακότας τῶν πατέρων οἱ παῖδες ῥοπάλοις τύπτοντες ἀνῄρουν καὶ ἔθαπτον, αἰσχρὸν ἡγούμενοι τὸν λίαν ὑπέργηρων ὄντα ζῆν ἔτι, ὡς πολλὰ ἁμαρτάνοντος τοῦ σώματος τοῦ διὰ τὸ γῆρας πεπονηκότος. τῶν δὲ αὐτῶν ἐστι νόμος τοιοῦτος. ἀργίας ἦσαν δίκαι, καὶ τὸν εἰκῆ ζῶντα ἔδει κρίνεσθαι καὶ διδόναι τὰς εὐθύνας ἀποδεικνύντα ὁπόθεν ζῇ. Ἀσσύριοι τὰς ὡραίας γάμου παρθένους ἀθροίσαντες ἔς τινα πόλιν ἀγορὰν αὐτῶν προκηρύττουσι καὶ ἕκαστος ἣν ἂν πρίηται ἀπάγει νύμφην. Βύβλιος ἀνὴρ ἐν ὁδῷ περιτυχὼν οὐδὲν ὧν μὴ κατέθετο ἀναιρεῖται· οὐ γὰρ ἡγεῖται τὸ τοιοῦτον εὕρημα ἀλλὰ ἀδίκημα. Δερβίκκαι τοὺς ὑπὲρ ἑβδομήκοντα ἔτη βεβιωκότας ἀποκτείνουσι, τοὺς μὲν ἄνδρας καταθύοντες, ἀπάγχοντες δὲ τὰς γυναῖκας.  Κόλχοι δὲ τοὺς νεκροὺς ἐν βύρσαις θάπτουσι, καὶ καταρράψαντες ἐκ τῶν δένδρων ἐξαρτῶσι. Λυδοῖς ἦν ἔθος πρὸ τοῦ συνοικεῖν τὰς γυναῖκας ἀνδράσιν ἑταιρεῖν, ἅπαξ δὲ καταζευχθείσας σωφρονεῖν· τὴν δὲ ἁμαρτάνουσαν ἐς ἕτερον συγγνώμης τυχεῖν ἀδύνατον ἦν.

あるルカニア人の掟によれば、日没後に異邦人が到着し、誰かの家に入ろうと望んだにもかかわらず、その家の主がその男を迎え入れなかった場合、当人は罰金を科され、私の見るところ、その到来した客に対しても歓待の神ゼウスに対しても、不歓待の罪に対する罰を受けねばならないという。イリュリア地方に住むダルダニア人は、生涯のうちに三度だけ、すなわち産湯の時と、結婚の時と、死んだ時にのみ入浴する、と私は聞いている。インド人は金を貸すこともなく、借りるすべも知らない。さらにインド人が不正を行うことも不正を受けることも許されない。それゆえ彼らは契約書も寄託の預かり証も作らない。サルディニア人の掟では、子らはすでに高齢に達した父たちを棍棒で打ち据えて殺し、埋葬していた。あまりに老衰した者がまだ生きていることは恥ずべきことであり、老年によって衰弱した身体は多くの過ちを犯すと考えたからである。また同じ人々には次のような掟もある。怠惰に対する訴訟があり、無為に生きている者は裁きを受け、何によって生活の糧を得ているかを明示して弁明を行わねばならなかった。アッシリア人は適齢期の乙女たちを一堂に集めてある都市へと連れていき、市場で彼女らを売る旨を触れ回り、各自が買い取った者を妻として連れ去る。ビュブロスの男は道中で出会っても、自らが置かなかったものは何ひとつ拾い上げない。そのような拾得物を儲けものとは見なさず、不正な行為とみなすからである。デルビケス人は七十歳を超えて生きた者たちを殺害するが、男たちは屠殺し、女たちは絞首刑に処す。コルキス人は死者を獣皮の中に埋葬し、縫い合わせた上で木々から吊り下げる。リュディア人には、女たちが男たちと同棲する前に淫売を行い、一度嫁いだ後は貞操を守るという習俗があった。他の男と過ちを犯した女が赦しを得ることは不可能であった。

§4.2

Νικόστρατον τὸν κιθαριστὴν λόγος τις περίεισι λέγων2 Λαοδόκῳ τῷ κιθαρῳδῷ διαφερόμενον ὑπὲρ μουσικῆς εἰπεῖν ὅτι ἄρα ἐκεῖνος μέν ἐστιν ἐν μεγάλῃ τῇ τέχνῃ μικρός, αὐτὸς δὲ ἐν μικρᾷ μέγας. οὐ μόνον δὲ ἄρα ἐστὶ σεμνὸν οἰκίαν αὐξῆσαι καὶ πλοῦτον, ἀλλὰ γὰρ καὶ τέχνην, εἴ γέ τι δεῖ προσέχειν Νικοστράτῳ εὖ καὶ καλῶς τοῦτο εἰπόντι.

キタラ弾きのニコストラトスについて、彼がキタラ弾き語りのラオドコスと音楽をめぐって論争した際、相手は大いなる技術においては小人物であるが、自分は小さな技術において大人物である、と言ったという話が伝わっている。したがって、家を繁栄させ富を増やすことだけでなく、技術をも高めることが尊いのである。もしこのことを適切に、見事に言ったニコストラトスに少しでも耳を傾けるべきであるならば。

§4.3

Πολύγνωτος ὁ Θάσιος καὶ Διονύσιος ὁ Κολοφώνιος γραφέε ἤστην. καὶ ὁ μὲν Πολύγνωτος ἔγραφε τὰ μεγάλα, καὶ ἐν τοῖς τελείοις εἰργάζετο τὰ ἆθλα· τὰ δὲ τοῦ Διονυσίου πλὴν τοῦ μεγέθους τὴν τοῦ Πολυγνώτου τέχνην ἐμιμεῖτο ἐς τὴν ἀκρίβειαν, πάθος καὶ ἦθος καὶ σχημάτων χρῆσιν καὶ ἱματίων λεπτότητας καὶ τὰ λοιπά.

タソス人のポリュグノトスとコロポン人のディオニュシオスは画家であった。そしてポリュグノトスは巨大な作品を描き、完成された作例においてその腕前を発揮した。これに対してディオニュシオスの作品は、大きさの点を除けば、ポリュグノトスの技術を細部に至るまで模倣しており、感情や性格の表現、構図の運用、衣の薄さなどに及んでいた。

§4.4

ἀκούω κεῖσθαι νόμον Θήβησι προστάττοντα τοῖς τεχνίταις καὶ τοῖς γραφικοῖς καὶ τοῖς πλαστικοῖς ἐς τὸ κρεῖττον τὰς εἰκόνας μιμεῖσθαι. ἀπειλεῖ δὲ ὁ νόμος τοῖς ἐς τὸ χεῖρόν ποτε ἢ πλάσασιν ἢ γράψασι ζημίαν τὸ τίμημα δρᾶν.

テーバイには、画家や彫刻家などの職人たちに対し、肖像を実物よりも美しく模倣することを命じる掟が定められていると聞いている。またこの掟は、いつの時であれ実物よりも劣るように彫刻したり描いたりした者に対して、罰金を科して損害を与えることを警告している。

§4.5

εὐεργεσιῶν ἀπεμνήσθησαν καὶ χάριτας ὑπὲρ αὐτῶν ἀπέδοσαν Θησεὺς μὲν Ἡρακλεῖ. Ἀιδωνέως γὰρ αὐτὸν τοῦ Μολοττῶν βασιλέως δήσαντος, ὅτε ἐπὶ τὴν γυναῖκα αὐτοῦ ἦλθε μετὰ Πειρίθου ἁρπασόμενος αὐτὴν ὁ Θησεύς ʽοὐχ ἑαυτῷ σπουδάζων τὸν γάμον, ἀλλὰ γὰρ τῇ τοῦ Πειρίθου χάριτι τοῦτο δράσασʼ Ἡρακλῆς ἐς τοὺς Μολοττοὺς ἀφικόμενος ἐρρύσατο τὸν Θησέα, καὶ διὰ ταῦτα ἐκεῖνος αὐτῷ βωμὸν ἀνέστησε. καὶ οἱ ἑπτὰ ἐπὶ Θήβας Πρώνακτι καὶ ἐκεῖνοι χάριτας ἀπέδοσαν. διὰ γὰρ αὐτοὺς ἀπολομένου τοῦ Πρώνακτος τὸν ἀγῶνα ἔθεσαν ἐπʼ αὐτῷ, ὃν οἱ πολλοὶ οἴονται ἐπʼ Ἀρχεμόρῳ τεθῆναι ἐξ ἀρχῆς. καὶ Ἡρακλῆς δὲ ἀπέδωκε χάριτας Νέστορι. Νηλέως γὰρ αὐτὸν οὐ βουλομένου καθῆραι, οἱ μὲν ἄλλοι παῖδες σύμψηφοι ἦσαν τῷ Νηλεῖ, ὁ δὲ Νέστωρ οὐχί. καὶ διὰ ταῦτα ἑλὼν τὴν Πύλον Ἡρακλῆς τὸν μὲν Νηλέα καὶ τοὺς ἄλλους αὐτοῦ παῖδας ἀπέκτεινεν, οὐ μόνον δὲ ἐφείσατο Νέστορος, ἀλλὰ καὶ τὴν βασιλείαν τὴν πατρῴαν ἔχειν ἔδωκε. καὶ Ἀθηναῖοι δὲ πανδημεὶ τοῖς Ἡρακλέους ἀπογόνοις ἀπέτισαν χάριτας. ἐπεὶ γὰρ καὶ ἐκείνων ὁ προπάτωρ εὐεργέτης ἐγένετο τοῦ Θησέως, οἱ Ἀθηναῖοι διὰ ταῦτα κατήγαγον αὐτοὺς ἐς Πελοπόννησον. καὶ Ἡρακλῆς δὲ ἀπέδωκε χάριτας τοῖς ἐκ Κλεωνῶν τριακοσίοις καὶ ἑξήκοντα. τούτοις γὰρ ἐπὶ τοὺς Μολιονίδας συστρατεύσασιν αὐτῷ καὶ ἀποθανοῦσιν εὖ καὶ καλῶς ἀπέστη τῶν ἐν Νεμέᾳ τιμῶν, ἃς ἔλαβε παρὰ τῶν Νεμέων, ὅτε τὸν ἐπιχωριάζοντα αὐτοῖς καὶ λυμαινόμενον αὐτῶν τὰ ἔργα ἐχειρώσατο λέοντα. καὶ Μενεσθεὺς δὲ ὁ Πετεῶο περὶ τοὺς Τυνδαρίδας οὐκ ἐγένετο ἀχάριστος. ἐκβαλόντες γὰρ ἐκεῖνοι τοὺς Θησέως υἱοὺς καὶ τὴν μητέρα τὴν Θησέως Αἶθραν αἰχμάλωτον λαβόντες ἔδωκαν τὴν βασιλείαν τῷ Μενεσθεῖ. διὰ ταῦτα πρῶτος ὁ Μενεσθεὺς Ἄνακτάς τε καὶ Σωτῆρας ὠνόμασε. καὶ Δαρεῖος δὲ ὁ Ὑστάσπου παρὰ Συλοσῶντος λαβὼν ἱμάτιον ἔτι ἰδιώτης ὢν, ὅτε ἐγκρατὴς ἐγένετο τῆς βασιλείας, ἔδωκεν αὐτῷ τῆς πατρίδος τὴν ἀρχὴν τῆς Σάμου, χρύσεα χαλκείων3 φαίη τις ἄν.

善行を記憶にとどめ、そのゆえに感謝を返した者たちとして、まずテセウスがヘラクレスに対してそうした。モロッソイ人の王アイドネウスが彼を捕縛した際(テセウスがペイリトオスと共にその妻を強奪しようとしてやって来たときのことであるが、彼は自らのために結婚を急いだのではなく、ペイリトオスへの好意のためにこれを行ったのである)、ヘラクレスはモロッソイ人のもとへ赴いてテセウスを救い出した。それゆえに彼はヘラクレスのために祭壇を築いたのである。またテーバイを攻めた七将もプロナクスに感謝を返した。なぜならプロナクスが彼らのために命を落としたゆえに、彼らは彼の栄誉のために競技祭を創設したからであり、多くの人々はこの競技祭が元来アルケモロスのために創設されたものと考えている。またヘラクレスはネストルに感謝を返した。ネレウスが彼を浄めることを欲しなかったとき、他の息子たちはネレウスに同調したが、ネストルはそうしなかったからである。このゆえにヘラクレスはピュロスを攻略した際、ネレウスと他の息子たちを殺害したものの、ネストルを助命しただけでなく、父祖の王位を保つよう与えたのである。またアテナイ人たちも挙国一致でヘラクレスの子孫たちに感謝を返した。彼らの先祖もまたテセウスの恩人となったので、アテナイ人はこのゆえに彼らをペロポネソスへと帰還させたのである。またヘラクレスはクレオナイの三百六十人の者たちに感謝を返した。彼らはモリオネたちに対して彼と共に従軍して命を落としたので、ヘラクレスは見事に、かつ相応しく、その地に住み着いて作物を荒らしていたライオンを退治した際にネメアの人々から受け取った、ネメアにおける名誉を彼らに譲ったのである。またペテオスの子メネステウスもテュンダレオスの息子たちに対して忘恩ではなかった。彼らはテセウスの息子たちを追放し、テセウスの母アイトラを捕虜とした上で、メネステウスに王位を与えたからである。このゆえにメネステウスは彼らを最初に「君主(アナケス)」ならびに「救済者」と名付けた。またヒュスタスペスの子ダレイオスも、まだ私人であった頃にシュロソンから上着を受け取ったため、王権を掌握したとき、彼にその故郷であるサモスの支配権を与えた。人はこれを「青銅の代わりに黄金を」と言うであろう。

構文注3 件
  1. 4.1ἐμοὶ δοκεῖν

    絶対不定詞の慣用句。「私の見るところ」「私見では」を意味し、文全体または後続の与格句(καὶ τῷ ἀφικομένῳ καὶ τῷ Ξενίῳ Διί)に対する挿入句として機能している。

  2. 4.2Νικόστρατον τὸν κιθαριστὴν λόγος τις περίεισι λέγων

    文頭の対格「Νικόστρατον τὸν κιθαριστὴν」は、後続する不定詞「εἰπεῖν」の意味上の主語であり、分詞「λέγων」に支配される対格不定詞構文を形成している。主節の主語「λόγος τις」の前に人物が先置(前置)されている。

  3. 4.5χρύσεα χαλκείων

    ホメロス『イーリアス』第6巻236行に由来する慣用表現で、価値の劣るもの(青銅)に対して遥かに価値の高いもの(黄金)を与えることの喩え。「φαίη τις ἄν」(人は言うであろう)の引用内容または副詞的句として添えられている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:4.1-4.5